18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

δοθῆναι ὑπὲρ τοῦ φαυλοτάτου Ἄρεος, ἐπὶ δειλαίου γὰρ καὶ φαύλου τὸ δειλὸς

ἐνταῦθα κεῖται. ἕτερον δέ φασιν ὅτι δειλαὶ αἱ ἐγγύαι εἰσὶ τουτέστι δυστυχεῖς, καὶ

δειλῶν ἀνδρῶν τὸ ἐγγυᾶσθαι, ὡς καθόλου μὴ δέον ὂν ἐγγυᾶσθαί τινα, κατὰ τὸ ἐν

∆ελφοῖς ἐπίγραμμα. ἐγγύᾳ πάρα δ' ἄτα. ὃ λύει πολλὰς τῶν κατὰ βίον κοινωνιῶν. καὶ

πάνυ ἐστὶν ἀπάνθρωπον εἰ μηδὲ πατέρα ἐγγυητέον μηδὲ τῶν τινὰ πρὸς αἵματος ἢ

φίλων. φασὶν οὖν ἄλλοι, ὅτι τῶν δειλῶν καὶ εὐτελῶν εὐτελεῖς ὀφείλουσιν εἶναι καὶ

αἱ ἐγγύαι, ὡς ἂν ἔχοιεν ἄγειν τοὺς ἐγγυητὰς οἱ εὐτελεῖς, ὡς ὁμοίους. (ῃερς. 352.) διὸ

καὶ ἐπάγει ὁ Ἥφαιστος, πῶς ἂν ἐγὼ ἐλάσσων ὢν σὲ τὸν μείζονα Ποσειδῶνα δέοιμι

ἐὰν λυθεὶς ὁ Ἄρης οἴχηται; ὅμως μέντοι νικᾷ διὰ τὸ πρεσβεῖον ὁ Ποσειδῶν. καὶ

ὑποσχόμενος ἀποτίσει. ἀποτίσειν αὐτὸς τὸ χρέος, πείθει λυθῆναι τὸν Ἄρην. καὶ

ἄλλως δὲ φράσαι κατὰ τοὺς παλαιοὺς, αἱ πρὸς τοὺς δειλοὺς καὶ ἀσθενεῖς ἐγγύαι

δειλαὶ καὶ αὐταὶ καὶ μηδὲν δυνάμεναι, ὡς μὴ δυναμένων τῶν τοιούτων ἐπεξελθεῖν

ἀδικήματα δι' ἀσθένειαν. ἢ καὶ ἄλλως, αἱ ὑπὲρ κακῶν ὡς προεῤῥέθη ἐγγύαι, κακαί

εἰσι καὶ αὐταί, ὡς πίστιν φασὶν ὑπὲρ τῶν τοιούτων μηδενὸς τηρεῖν δυναμένου.

Ἰστέον δὲ ὅτι ἐγγύη καθ' ἣν ἐγγυᾷ μέν φασιν ὁ διδοὺς, ἐγγυᾶται δὲ ὁ λαμβάνων,

γίνεται παρὰ τὸ ἐν γύοις ὅ ἐστι χερσί τινος κεῖσθαι τὸ κατεγγυηθὲν, καὶ οἷον ἔχεσθαι

ὑπ' ἐκείνου ἐχυρῷ ἤγουν ἰσχυρῷ λόγῳ ἐξ οὗ καὶ πόλις ἐχυρὰ καὶ ἐνέχυρον. λέγεται

δέ ποτε ἐγγύη καὶ γάμου ἀπογραφὴ, ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ. (ῃερς. 353.) Τὸ

δὲ χρέος ὅτι ὡς ἐπὶ πολὺ ἐκτείνει τὴν λήγουσαν ἐπὶ δανείου, καὶ ἀλλαχοῦ ἐῤῥέθη.

ἴσως δὲ καὶ τὸ χρεῖος κατὰ ὁμοίαν Ἀττικὴν ἔκτασιν, ὡς καὶ τὸ μέτρον ὑποδηλοῖ ἐν

τῷ, χρείως ὑπαλύξας. (ῃερς. 358.) Τὸ δὲ οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι,

οἰκεῖον ῥηθῆναι ὅτε τις ἔνδοξος ἀνὴρ ἄξιόν τι λόγου ἀπαιτεῖ. ὥσπερ θυμοῦ

ἐνδεικτικὸν ἦν τὸ, χόλος δέ μιν ἄγριος ᾕρει ἤγουν ἀγριοποιός. σμερδαλέον δ'

ἐβόησε. (ῃερς. 307.) Τὸ δὲ δεῦτε ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,

πράγμασιν ἂν ἐπιλέγοιτο γελοίως γινομένοις. ὥσπερ αὖ πάλιν προβολῆς κεφάλαιον

ἐπὶ μοιχείᾳ τὸ, ὄψεσθε ὡς καθεύδετον ἐν φιλότητι εἰς ἐμὰ δέμνια βάντες, ἐγώ δ'

ὁρόων ἀκάχημαι. ἐφ' οἷς καὶ ἀπαιτεῖ τὸν πατέρα δικανικῶς ὁ Ἥφαιστος, ἀποδώσειν

τὰ ἕδνα ὡς εἴρηται. τὰ γάρ τοι μοιχάγρια ὁ Ἄρης ἀποτίσει ἢ ὁ ἐγγυησάμενος

Ποσειδῶν. Πρὸς τοῖς εἰρημένοις δὲ, ἰστέον ἐν τῷ, (ῃερς. 358.) οὐκ ἔστ' οὐδὲ ἔοικεν,

ὅτι τὸ ἔστιν οὐχ' ἁπλῶς ἐνταῦθα παροξύνεται ἀλλὰ κατὰ παρατήρησιν ἀρχαίαν,

τοιαύτην. τὸ ἔστιν ἡνίκα ἄρχεται λόγου ἢ ὑποτάσσεται τῇ οὒ ἀποφάσει ἢ τῷ καˉι

συνδέσμῳ ἢ τῷ ˉως ἐπιῤῥήματι, παροξύνεται. οἷον, ἔστι πόλις Ἐφύρη, οὐκ ἔστ' οὐδὲ

ἔοικε. καὶ ἔστιν. ὡς ἔστι δεινόν. εἰ δὲ ὑποτάσσεται ὀξυτόνῳ λέξει ἢ περισπωμένῃ ἢ

τροχαίῳ προπερισπωμένῳ ἢ προπαροξυνομένῃ λέξει, ἐγκλίνεται κατὰ τοὺς κανόνας

τοῦ Χάρακος. οἷον. ἀγαθός ἐστιν. Ἑρμῆς ἐστι. κῆπός ἐστιν. εἰ δὲ πρόκειται τοῦ ἔστι

πυῤῥίχιος παροξύτονος ἢ σπονδεῖος ὅμοιος ἢ ἴαμβος παροξυτονούμενος, τὸν τόνον

ἐπὶ τοῦ ˉι ἔχει. οἷον, φίλος ἐστίν. Ἀγαμέμνων ἐστίν. ἔρως ἐστίν. Ἔτι ἰστέον καὶ ὅτι

τοῦ ἔστιν ἡ παραγωγὴ οὕτω σκευωρεῖται 1.303 τῷ τεχνικῷ. εἰμὶ τὸ ὑπαρκτικὸν, οὗ

ἀκολούθως τροπῇ τῆς μˉι εἰς σˉι, τὸ τρίτον εἰσὶ, κατὰ τὸ τίθημι τίθησι. καὶ τροπῇ

∆ωρικῇ τοῦ ˉσ εἰς ˉτ, εἰτὶ ἵνα τὴν πρὸς τὸ πληθυντικὸν συνέμπτωσιν ἀποφύγῃ.

ἀποβολῇ δὲ τοῦ ˉι, ἐτί. καὶ προσθήκῃ τοῦ ˉσ, ἐστίν. ἵνα ὁπωσοῦν ἡ παραλήγουσα

μηκυνθῇ. τὰ γὰρ εἰς μˉι, μακρᾷ θέλει παραλήγεσθαι ἐν τοῖς ἑνικοῖς. δύναται δὲ τὸ

ἐστὶ, καὶ ἀπὸ τοῦ ἐσσὶ δευτέρου προσώπου εἶναι, ἢ τροπῇ τοῦ δευτέρου σίγμα εἰς ˉτ,

ἢ ἀπελεύσει μὲν ἐκείνου ἀντενθέσει δὲ τοῦ ˉτ. Τοῦ δὲ ἔοικεν ἡ μὲν κοινὴ κλίσις

ἀλλοία ἐστὶν ὡς ἑτέρωθι δηλοῦται. παρὰ δὲ τοῖς παλαιοῖς εὕρηται καὶ οὕτω. εἴκω.

εἶκα καὶ διαλύσει, ἔϊκα. καὶ δοχῇ ἤγουν ἐπενθέσει τοῦ ˉο, ἔοικα. οὕτω δέ φασι καὶ

εἴδω εἶδα. καὶ διαλύσει, ἔϊδα. καὶ προσελεύσει τοῦ ˉο, ἔοιδα. καὶ ἀπελεύσει τοῦ ˉε,

οἶδα. οἱ δὲ οὕτω καινότερον κανονίσαντες καὶ τὸ σύνοιδα Αἰολικῶς φασὶ τὸν τόνον

ἀναβιβάσαι, εἴτουν κατ' ἄλλους, ἀναστεῖλαι. (ῃερς. 359.) Τὸ δὲ ἀνεῖναι, οὐ δεσμοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

344

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!