18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

διθυραμβώδης τροπὴ διερὸν εἰπεῖν πόδα τὴν ναῦν διὰ τὸ καθάπερ ποδὶ τῇ νηῒ ἐν

θαλάσσῃ προϊέναι ἡμᾶς. ὡς εἴ τις καὶ χεῖρα ξηρὰν ἀνθρώπου καλοίη τὸ λικμητήριον.

ἀρέσκει γοῦν μᾶλλον τοῖς παλαιοῖς, πόδα νῦν διερὸν λέγειν, ἢ τὸν τῇ θαλάσσῃ

διαινόμενον ὅ ἐστιν ὑγραινόμενον ἢ τὸν σπουδαῖον καὶ μὴ ξηραινόμενον τῆς ἐξ

ἱδρώτων νοτίδος, ἵνα ᾖ διερῷ ποδὶ φεύγειν, τὸ παραχρῆμα σπουδαίως διὰ θαλάσσης

φυγεῖν. ὅπερ Ὀδυσσέως κελεύοντος οὐκ ἐπείθοντο οἱ ἑταῖροι, γαῦροι πάντως ὄντες

τῇ τύχῃ τῆς νίκης. οὕτω καὶ τῷ Ἀγαμέμνονι ἔστιν οὗ ἠναντιοῦντο οἱ Ἀχαιοί. καὶ

Ἀλεξάνδρου δὲ οἱ στρατιῶται δεύτερον ἀπέστησαν. Ὅραοὖν περιπέτειαν ὡς ἐν

Ἰλιάδι τύπτων καὶ πείθων τοὺς μηδὲν αὐτῷ προσήκοντας ἀπρακτεῖ νῦν εἰς τοὺς

ἰδίους. καὶ περιφρονεῖται ὡς μήτε λόγῳ δεινὸς εἶναι. ἔπεισε γὰρ ἂν, μήτε τῇ δόξῃ

μέγας, ἐδεδίεσαν γὰρ ἂν αὐτὸν, μήτε χρηστὸς, ᾑροῦντο γὰρ ἂν τὰ αὐτοῦ. Ἰστέον δὲ

ὅτι διερὸν πόδα καὶ τὴν κώπην τινὲς ἐνόησαν ὡς καὶ περὶ αὐτοῦ ἐῤῥέθη, ἕτεροι δὲ

τὸν ὀξὺν καὶ ταχὺν, διὰ τὸ ὑγιὲς ὃ ἐκ τοῦ ὑγροῦ δοκεῖ παρῆκται ὡς καὶ ἀλλαχοῦ

ἐδηλώθη, ἄλλοι δὲ τὸν ζῶντα, κατὰ τὸ, διερὸς βροτός. ὅπερ ἐν τῇ ˉζ ῥαψῳδία

προγέγραπται. προσεκτέον δὲ καὶ Θεοκρίτῳ εἰπόντι γόνυ χλωρὸν, τὸ νεάζον καὶ

θαλερόν. ἵνα καὶ διερὸς ποὺς κατὰ τοιοῦτόν τινα λέγοιτο νοῦν. (ῃερς. 47.) Τοῦ δὲ

γεγώνευν ῥήματος περισπωμένου φίλου ποιηταῖς τοιάδε ἡ διάθεσις. γνώω. γνώσω.

γέγνωκα. μέσος γέγνωα. καὶ καθ' ὑπέρθεσιν, γέγωνα. ὅθεν κατὰ ἀναδρομὴν τὴν εἰς

ἐνεστῶτα συνήθη τοῖς παλαιοῖς, γεγωνέω γεγωνῶ. ἐξ οὗ τὸ ἐγεγώνεον. (ῃερς. 48.)

Γείτονος δέ, φασιν, ἐν Ἰλιάδι μὲν οὐκ ἔστιν, ἐνταῦθα δὲ κεῖται. καὶ ἐν τῷ ˉγ ἐν τῷ,

γείτονες ἠδὲ ἔται Μενελάου. (ῃερς. 49.) Τὸ ἀφ' ἵππων μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν

ἐόντα, παραποίησίς ἐστι παραφραστικὴ τοῦ, ἱππόται καὶ πεζοί. ∆ῆλον δὲ ὡς ὁ ἀφ'

ἵππων μαρνάμενος ἱππιοχάρμης λέγεται, ὡς ἐφ' ἵππων μαχόμενος, ἢ καὶ ὡς ἵπποις

χαίρων. καὶ ὅτι τὸ, καὶ (ῃερς. 50.) ὅθι χρὴ πεζὸν ἐόντα τινὰ 1.323 δηλαδὴ, σχήματός

ἐστιν ἐξαλλαγὴ περιφραστική. τὸ γὰρ κοινὸν οὕτως. ἐπιστάμενοι ἀφ' ἵππων

μάχεσθαι καὶ πεζοί. (ῃερς. 52.) Ἠέριοι δὲ Ἰλιάδι καὶ τὸ νῦν μὲν, οἱ περὶ ὄρθρον. ἐν δὲ

ἐξ ἀέρος ἡ λέξις δηλοῖ. ἔνθα Γέρανοι Πυγμαίοις ἐπιτίθεσθαι ἠέριαι λέγονται. (ῃερς.

54.) Τὸ δὲ μάχοντο μάχην, ἄλλως τε Ἀττικόν ἐστι, καὶ ἐτυμολογικῶς δὲ προάγεται.

(ῃερς. 58.) Τὸ δὲ μετενείσετο ἀντὶ τοῦ ἐπορεύθη, μετῆλθε, διὰ διφθόγγου γράφουσιν

οἱ παλαιοί. ὡς ἀπὸ τοῦ νέω νείω νείσω. ὥσπερ κείω κείσω καὶ χείω χείσω τὸ χωρῶ.

ἐξ οὗ καὶ χειά. ὡς τὸ, οὐδὸς δ' ἀμφοτέρους ὅδε χείσεται ὅ ἐστι χωρήσει. οἱ δὲ ὕστερον

ἐν τῷ ˉι γράφουσιν ὡς ἀπὸ τοῦ νῶ νίσσω μετὰ τῶν δύο ˉςˉσ. ὡς γὰρ ἤθεον αὐτοὶ,

οὐχ' ἑπόμενοι τοῖς παλαιοῖς. Τὸ δὲ μετενείσσετο βουλυτόνδε, οὐχ' ὡς ἐπὶ τόπου

νοητέον τοῦ βουλυτοῦ, ἀλλ' ὅτι μετεπορεύετο μετὰ τὴν τῆς ἡμέρας αὔξησιν ὁ Ἥλιος

κατὰ ὥραν βουλυτοῦ. ὃς ἢ μεσημβρία ἐστὶν, ἢ ὀλίγον τι μετὰ μεσημβρίαν, ὅτε βόες

λύονται τοῦ κάμνειν ὡς καὶ ἐν Ἰλιάδι δεδήλωται. (ῃερς. 62.) Ἐν δὲ τῷ προτέρῳ

πλέομεν, σημείωσαι ὅτι ὁ ποιητὴς ἐπικρύπτων τοὺς τόπους τῆς κατὰ τὸν Ὀδυσσέα

πλάνης καὶ ἐκ τῆς ἱστορίας εἰς μύθους ἀσφαλῶς καὶ ἀνεξελέγκτως ἐξοκελεῖν

ἐθέλων κατὰ ποιητικὸν ἐπιτήδευμα καὶ οὕτως ἀφανίζων τὰ τῆς ἀληθοῦς

γεωγραφίας ἴχνη καὶ οὐδὲν ἀρίδηλον σημεῖον τοπογραφίας τῇ ποιήσει ἐγκατατιθεὶς

ἄλλα τέ τινα μεθοδεύει ὡς αὐτῷ ἀρέσκει, καὶ τὸν Ὀδυσσέα δὲ μεθιστῶν ἐκ τόπου εἰς

τόπον ἐπιλέγει. ἔνθεν δὲ προτέρω πλέομεν. ἀντὶ τοῦ, ἐπὶ τὰ ἐκεῖθεν καὶ ποῤῥωτέρω,

μὴ προστιθεὶς εἴτε ἐπὶ δεξιὰ εἴτε ἐπ' ἀριστερὰ, ἢ πρὸς τόδε τὸ κλίμα ἢ ἐκεῖνο, ἀλλ' ἐν

ἀσαφεῖ ἐῶν τοῦτο κεῖσθαι, ὡς ἂν μὴ αὐτόθεν τὸ πλάσμα ἐλέγχηται. τὸ γοῦν ἔνθεν δὲ

προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ, οὐ μόνον ἐνταῦθα κεῖται, ἀλλὰ καὶ ὅτε ἐκ τῆς

τῶν Λωτοφάγων εἰς Κύκλωπας ὁ πλοῦς. κἀκεῖθεν εἰς τὴν Αἰόλου νῆσον, καὶ εἰς

Λαιστρυγόνας ἐντεῦθεν. καὶ ἐξ αὐτῶν εἰς τὴν Κίρκην, περιηγουμένου τοῦ ποιητοῦ

ἀξυμφανῶς καὶ μετροῦντος τόπους ἐπίτηδες ἀσαφῶς. Τὸ δὲ δειλῶν ἑταίρων, ἀντὶ

τοῦ δειλαίων ὃ καὶ ἀλλαχοῦ προδεδήλωται. (ῃερς. 65.) Ἰστέον δὲ καὶ ὅτι ὁ περὶ τῶν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

367

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!