18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

φυλάξαν τὴν τοῦ πρωτοτύπου παρακειμένου αὔξησιν. ὃ καὶ ἡ ἐγρήγορσις ἔχει. καὶ ἡ

πεποίθησις. καὶ ἡ ὀπωπή. καὶ ἡ ἀντιπεπόνθησις. Ὅρα δὲ ὅτι ἐν ἄλλοις πλατύτερον

φράσας ὁ ποιητὴς τὴν τῶν ἡρώων ἐξ ὕπνου ἔγερσιν. οἷον, μαλακὸν ἔνδυνε χιτῶνα,

περὶ δὲ μέγα βάλλετο φᾶρος. καὶ ἑξῆς. ἐνταῦθα ἐπὶ Τηλεμάχου, γοργότατα ἔφη ἐν

δυσὶ λέξεσιν. ὄρνυτο ἐξ εὐνῆς εἵματα ἑσσάμενος. Σημείωσαι δὲ ὅτι ἐνταῦθα μὲν

ἁπλῶς εἷμα ἔφη ὁ ποιητὴς. ὅτε δὲ μέγα φᾶρος εἴπῃ, παροιμίαν ποιεῖ τὴν λέγουσαν,

ἐπὶ χεῖρας φέρειν, ἤγουν ἔνδοξον εἶναι. ὡς ἀπὸ τῶν μεγάλα φασὶν ἱμάτια ἐχόντων

ὡς μείζονα εἶναι τὴν ἐπιβολήν. Κρατῖνος. εὐπρόσωπος ἦσθ' ὀνόματος οὐδὲν ἐπὶ

χεῖρας φέρων, ἤγουν οὐ μέγα ἔχων ὄνομα. οὐδὲ φαινόμενος κατὰ τοὺς οὕτω

μεγαλοείμονας ὡς καὶ ἐπὶ χειρῶν φέρειν τὰς ᾤας. (ῃερς. 4.) Ὅτι λιπαροὺς πόδας

ὥσπερ ἑτέρων τινῶν ἀλλαχοῦ, οὕτω κἀνταῦθα τοὺς τοῦ γυμναστικοῦ Τηλεμάχου

καὶ τρυφεροῦ λέγει. οὗ τὸ ἀνάπαλιν, πόδες νήλιποι, οἱ αὐχμηροὶ καὶ ἀλιπεῖς. Ἰστέον

δὲ ὅτι κατά τινα ὁμοιότητα τῶν ἐκ τρυφῆς λιπαρῶν ποδῶν, λέγονται παρὰ τοῖς

παλαιοῖς ἀρχολίπαροι οὐ μόνον οἱ λιπαροῦντες ἵνα ἄρξωσιν, ἀλλὰ καὶ οἱ

λιπαινόμενοι ἐκ τοῦ ἄρχειν. (ῃερς. 5.) Ὅτι εὐμεγέθους καὶ θεοειδοῦς ἀνδρὸς

δηλωτικὸν τὸ, βῆ δ' ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην, τουτέστιν ἄντικρυς.

(ῃερς. 6.) Ὅτι ὡς ἐν Ἰλιάδι, οὕτω κἀνταῦθα κελευσθέντες κήρυκες λιγύφθογγοι

κηρύσσειν ἀγορὴν δεκαρηκομόωντας Ἀχαιοὺς, οἱ μὲν, ἐκήρυσσον, οἱ δὲ, ἠγείροντο

μάλ' ὦκα δι' εὐπειθείαν. εἰπὼν δὲ καὶ ὅτι ἤγερθεν οἱ Ἀχαιοὶ, ἑρμηνεύει αὐτὸ ὡς καὶ

ἐν τῇ Ἰλιάδι, διὰ τοῦ, ὁμηγερέες τ' ἐγένοντο. (ῃερς. 7.) Ἰστέον δ' ὅτι ἀγορὰ ἐν

τούτοις, ὁ τόπος εἰς ὃν ἀγείρονται ὁ λαός. καὶ γίνεται ἡ λέξις ἐκ τοῦ ἀγείρω. ἐξ

αὐτῆς δὲ, οὐ μόνον ἀγύρτης κατὰ τοὺς παλαιοὺς, ὁ ἀγείρων ὄχλον καὶ ἀπατεὼν καὶ

ἀλαζὼν, καὶ ὄνομα δὲ βόλου κυβευτικοῦ, ἀλλὰ καὶ ἄγυρις. αἰολίζουσα οὐ μόνον τῇ

τροπῇ τοῦ ˉο εἰς ˉυ, ἀλλὰ καὶ τῷ τόνῳ. ὡς γὰρ ἑορτὴ ἕροτις Αἰολικῶς. οὕτω καὶ

ἀγορὰ ἄγυρις. ἐξ οὗ καὶ ὁμήγυρις. ἦν δέ φασι καὶ ἀγορὰ Κερκώπων Ἀθήνῃσι πλησίον

Ἠλιαίας, ἔνθα τὰ κλοπιμαῖα ἐπωλοῦντο, τοιοῦτοι γὰρ καὶ οἱ κέρκωπες περιᾴδονται.

κλέπται δηλαδὴ καὶ πανοῦργοι. λέγεται δὲ κατὰ Αἴλιον ∆ιονύσιον Ἁλικαρνασέα,

ἀγείρειν, καὶ τὸ περιέναι καὶ περινοστεῖν ἐπὶ νίκῃ ἢ ἑτέρῳ τινί φησι τοιούτῳ. ὅθεν

ἴσως καὶ ὁ ἀγύρτης. Πλάτων δὲ ἐν πολιτικοῖς, καὶ τὴν ἄθροισιν, ἀγυρμόν φησιν.

εἰπὼν συναγυρμὸν φρονήσεως. ὅτι δὲ οἱ Αἰολεῖς τὸ ˉο εἰς ˉυ τρέπουσι, μυριαχόθεν

δῆλον. οὐ μὴν δὲ, ἀλλὰ καὶ ἀπὸ τοῦ ῥοφεῖν. ὃ ῥυφεῖν λέγουσιν Ἴωνες καὶ ∆ωριεῖς,

κατὰ τοὺς παλαιούς. Αἴλιος δὲ ∆ιονύσιος, ῥόφειν φησὶ λέγεσθαι ὡς γράφειν. καὶ

ῥόφουσιν ὡς γράφουσιν. (ῃερς. 10.) Ὅτι ὁ Τηλέμαχος εἰς ἀγορὰν ἰὼν, ξίφος ὀξὺ θέτ'

ὤμῳ, παλάμῃ δ' ἔχε χάλκεον ἔγχος. τούτων δὲ τὸ πρῶτον καὶ Ἀγαμέμνων ἐν Ἰλιάδι

ποιεῖ κατὰ ἔθος ἀρχαῖον. καθ' ὃ καὶ Ἀχιλλεὺς ἐκεῖ ξίφος φορεῖ ἐν τῇ ˉα ῥαψῳδία

δημογορῶν. εἰ καὶ ὕστερον ἐξεκόπη ἀναγκαίως τὸ ἔθος, ὡς καὶ ἡ κατὰ τὸν Ζάλευκον

ἱστορία δηλοῖ. (ῃερς. 11.) Τὴν δὲ δορυφορίαν φόβῳ τῶν μνηστήρων ἔοικε ποιεῖν ὁ

Τηλέμαχος. οὐ γὰρ δή πουθεν ἀντὶ σκήπτρου τὸ δόρυ φέρει καθά τις ἐν Ἰλιάδι ποιεῖ.

σκῆπτρον γὰρ, ἐν τοῖς ἑξῆς λήψεται ἀπὸ κήρυκος. εἰ δὲ καὶ οἱ μνηστῆρες ἢ καί τινες

ἕτεροι ἐξιφηφόρουν ἐν ταῖς ἀγοραῖς, σιωπᾷ Ὅμηρος. εἰκὸς δὲ οὕτω γίνεσθαι. καὶ

τοιαῦτα μὲν ταῦτα. ὁ δὲ Τηλέμαχος, οὐ μόνος φησὶ προῄει, ἀλλ' ἅμα τούτῳ, κύνες

πόδας ἀργοὶ ἕποντο. οὐ μόνον ὅτι φιλακόλουθον τὸ ζῷον, καὶ μάλιστα ἐπὶ

δεσπόταις, ἀλλὰ καὶ ὅτι οὐκ ἔχει ὁ εὐγενὴς νεανίας ἑτεροίους ἀκολούθους διὰ τὴν

τῶν μνηστήρων ἐπιβουλὴν, δι' ἣν μεμόνωται. καὶ ἔχει καταιδέσειν οὕτω τοὺς ἐν

Ἰθάκῃ ὁ νέος. εἴγε κύνες μὲν οὐκ ἀφίστανται τοῦ δεσπότου. αὐτοὶ δὲ, τοῦ βασιλέως

Ὀδυσσέως ἐπελάθοντο ὃς καθ' Ὅμηρον ἐν αὐτοῖς βασιλεύων, πατὴρ ὣς ἤπιος ἦν. ἔτι

ἀκολουθοῦσι τῷ Τηλεμάχῳ κύνες, καὶ διὰ τὸ ἀγροικικώτερον τοῦ ἡρωϊκοῦ βίου. καὶ

ὡς κυνηγῷ δὲ, καθ' ὁμοίαν τῷ πατρὶ ἐπιτήδευσιν τῷ καὶ περὶ τὸν Ἄργον κύνα

ἐσπουδακότι ὡς ἐν τοῖς μετὰ ταῦτα φανήσεται. καὶ ᾧ σύμβολον σώματος εἰς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

88

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!