18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐθάῤῥουν. Ἰωνικὸς γὰρ ὑπερσυντέλικος τὸ πεποίθεα, ὡς τὸ ᾔδεα καὶ ὅσα τοιαῦτα.

(ῃερς. 137.) Τὸ δὲ συνέῤῥηκται, ῥῆμά ἐστιν ἐξ οὗ ὁ ῥηγμίν. ὡς γὰρ ὁ ῥηγμὶν κύμασιν,

οὕτω κακοῖς ὁ Ὀδυσσεὺς συνέῤῥηκται. καὶ ἄλλως δὲ, ἐκ μεταφορᾶς τῶν ῥηγυμένων

σωμάτων καὶ μὴ τὸ ἀκέραιον φυλασσόντων, δοκεῖ ῥηθῆναι τὸ συνέῤῥηκται. ᾧ λόγῳ

καὶ δῶμα συνεῤῥῆχθαι λέγεται. ἐφ' οὗ προσφυὲς καὶ τὸ συγκεχύσθαι εἰπεῖν. (ῃερς.

138.) Τὸ δὲ, οὐ γὰρ ἔγωγε φημὶ, σεμνῶς εἴρηται διὰ τὸ ἀποφαντικόν. οὗ τὸ ἀνάπαλιν,

οὐ γὰρ ἔγωγε οἶμαι, ἐνδοιαστικόν. δῆλον δὲ (ῃερς. 139.) ὡς τὸ συγχέειν, ἐναντίον

ἐστὶν οὐ μόνον πρὸς τὸ εὐκρινεῖν καὶ διευκρινεῖν, ἀλλὰ καὶ πρὸς τὸ κοσμεῖν καὶ

τάσσειν. διὸ καὶ ἐν Ἰλιάδι κτίσμά τι παιδικὸν χαλασθὲν, συγχέεται ἄνω κάτω

γεγονός. (ῃερς. 141.) Ὅτι ὥσπερ Ἀκάμας Ἀκάμαντος καὶ ἡ κλητικὴ ὦ Ἀκάμα δίχα τοῦ

ˉν, οὕτω και Λαοδάμας Λαοδάμαντος ὦ Λαοδάμα. οἷον. Λαοδάμα μάλα τοῦτο ἔπος

κατὰ μοῖραν ἔοιπας. (ῃερς. 147.) Ὅτι ἐπαινῶν ὁ ποιητὴς τοὺς ἀθλητικοὺς ἀγῶνας

φησίν. ὡς οὐ μεῖζον κλέος ἀνέρος ὄφρα κεν ᾖσι, τουτέστιν ἕως ἂν ζῇ, ἢ ὅ, τε ποσσί τε

ῥέξει καὶ (ῃερς. 148.) χερσὶν ἑῇσιν. ἤτοι ταῖς ἑαυτοῦ. πρὸς ὅπερ εἴποι ἄν τις. σοὶ δὲ

ἀλλ' ὦ ποιητὰ ἐπὶ τίσι τὸ κλέος μέγα τῷ πηρῷ μὲν καὶ ἀχρείῳ τήν τε κατὰ χεῖρας

ἀλκὴν καὶ τὴν κατὰ πόδας ἀρετὴν, ἐν λόγοις δὲ ἄλλως εὐκλεεστάτῳ. οὗπερ εἶδος

μὲν, ἀκιδνότηρον, εἴποις ἂν αὐτός. μορφὴν δὲ θεὸς ἔπεσι στέφει. ἆρά γε ἀληθῶς

ἐνταῦθα γνωματεύεις; οὔκουν φησίν, ἀλλὰ πρὸς τοὺς φιλάθλους ὁ λόγος, ὁποῖοι καὶ

οἱ Φαίακες. καὶ κεῖται νόημά τι τοιοῦτον καὶ παρὰ τῷ Πινδάρῳ. Ὅρα δὲ τὴν τελικὴν

τῶν στίχων παρίσωσιν τὸ, ὄφρα κεν ᾖσι. καὶ τὸ, χερσὶν ἑῇσιν. (ῃερς. 150.) Ὅτι

προπεμπτικοῦ λόγου τὸ, σοὶ δ' ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται. ἀλλά τοι ἤδη νηῦς

κατείρυσται. (ῃερς. 151.) καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι, ὅ ἐστιν ἕτοιμοι. ὅπερ ὁμοιότητα

ἔχει πρὸς τὸ, ἠρτύναντο ἐρετμά. (ῃερς. 156.) ἱκέτου δὲ ξένου λόγος τὸ, νῦν δὲ μεθ'

ἡμετέρῃ ἀγορῇ νόστοιο χατίζων ἧμαι, λισσόμενος βασιλῆά τε, πάντα τε δῆμον. Ἔνθα

ὅρα ὡς καὶ ἐβασιλεύετο καὶ ἐδημοκρατεῖτο ἡ τῶν Φαιάκων καθὰ καὶ προείρηται.

(ῃερς. 159.) Ὅτι ἐρεθίζων Εὐρύαλος φιλονείκως τὸν Ὀδυσσέα ὀκνοῦντα τοὺς

ἄθλους, φησίν. Οὐ γάρ σ' οὐδὲ ξεῖνε δαήμονι φωτὶ ἐΐσκω ἄθλων οἷά τε πολλὰ μετ'

ἀνθρώποισι πέλονται. ἀλλὰ τῷ, ὅσθ' ἅμα νηῒ πολυκληῖδι θαμίζων ἀρχὸς ναυτάων οὐ

πολεμιστῶν ἀλλὰ οἵ τε πρηκτῆρες ἔασι, φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁ

δαίων κερδέων θ' ἁπαλέων, οὐδ' ἀθλητῆρι ἔοικας. Καὶ ὅρα τὸ Ὁμηρικὸν δίγλωσσον.

εἴγε Λαοδάμας μὲν ἔφη, ἐοικέναι εἰδέναι ἄθλους τὸν Ὀδυσσέα. Εὐρύαλος δὲ

ἀνάπαλιν σκώπτων, οὐκ ἀθλητῆρι ἐοικέναι φησὶν οὐδὲ δαήμονι ἄθλων. ὁ δὲ οὐ

δαήμων, ἀδαήμων ἐῤῥέθη ἀλλαχοῦ. δῆλον δὲ ὅτι τὸ, δαήμων ἄθλων, περίφρασίς

ἐστι τοῦ, ἀθλητήρ. (ῃερς. 160.) Τὸ δὲ οἷα πολλὰ, ὡς πρὸς πρᾶγμα ἐσχημάτισται κατὰ

γένος οὐδέτερον. ἄλλως γὰρ ἀρσενικὸν οἱ ἆθλοι. ὡς δηλοῖ πρὸ ὀλίγων ῥηθὲν καὶ τὸ,

ἴδμεναι ἀέθλους. καὶ μετ' ὀλίγα, σὺ δὲ θάρσει τόνδε γ' ἄεθλον. καὶ, ὅσσοι ἄεθλοι.

τοιοῦτον δὲ σχῆμα καὶ μετ' ὀλίγα ἐν τῷ, πάντα οὐ κακός εἰμι ὅσσοι ἄεθλοι. ὅμοιον δὲ

ἦν πρὸ τούτων καὶ τὸ, πάντα μὲν οὐκ ἂν μυθήσομαι ὅσσοι Ὀδυσσέως ἄεθλοι. (ῃερς.

161.) Τὸ δὲ νηῒ θαμίζειν, ἀρχὴ τοῖς μεθ' Ὅμηρον τοῦ, παρὰ διδασκάλῳ θαμίζειν καὶ

ὅσα τοιαῦτα. (ῃερς. 162) Ἀρχὸς δὲ ναυτάων, ὁ ναύκληρος. ἐκ τούτου δὲ καὶ ἡ τοῦ

ναυάρχου ἐπινενόηται σύνθεσις. Πρηκτῆρες δὲ, οἱ παρὰ τοῖς ὕστερον πραγματευταί.

σεμνότερον 1.289 δὲ τούτων ἐν Ἰλιάδι, ὁ πολεμικὸς πρηκτήρ. κατὰ τὸ, μύθων τε

ῥητῆρα πρηκτῆρά τε ἔργων. καὶ γίνεται ἐκεῖνος παρὰ τὸ εὖ πράσσειν. ὃ κεῖται μετὰ

βραχὺ παρὰ τῷ ποιητῇ ἐν τῷ, ἐυπρήσσεσκον ἕκαστα. (ῃερς. 163.) Μνήμων δὲ φόρτου,

ὁ γραμματεὺς ἤτοι ἀποσημάντωρ διὰ γραμμάτων. ἢ καὶ ἄλλως, λογιστής.

ἐπιμελητής. Ἐπίσκοπος δὲ ἢ ἐπίστροφος ὁδαίων ὅ ἐστιν ἐφοδίων, διχῶς γὰρ τοῦτο

λέγεται, ὁ τῶν ἐφοδίων ταμίας. ὅθεν γὰρ τὸ ὁδαῖον, ἐκεῖθεν καὶ τὸ ἐφόδιον. Τὰ δὲ

συχνὰ πάρισα κάλλος κἀνταῦθα λόγου ποιεῖ. τὸ ὁδαίων. τὸ κερδέων. τὸ ἁρπαλέων.

Ἁρπαλέα δὲ, τὰ πάνυ περισπούδαστα. (ῃερς. 165.) Ὅτι ἐπεὶ οὐκ εἰκὸς τὸν σπουδαῖον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

328

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!