18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πλουμιστά. ἔοικε δὲ μὴ δὲ εἶναι ᾦα πρόθετος διὰ τοῦτο ἡ παρυφή. ἀλλά τι κάλλος

συνυφασμένον περί τινα μέρη, οὐ μὴν κατὰ διηνεκὲς ποίκιλμα ὁποία ἡ τῆς Ἑλένης

δίπλαξ. χρῆσις δὲ τῆς λέξεως, ἔν τε ἄλλοις καὶ ἐν τῷ, ἐφόρουν παρυφὴν διαφανῆ

πάντες οἷς νῦν ὁ τῶν γυναικῶν ἁμβρύνεται βίος. φανερόν δ' ὅτι ἐκ τῆς παρυφῆς,

εὐπάρυφος στολὴ ἐν βραχείᾳ τῇ παραληγούσῃ. ὥσπερ ἐκ τοῦ ὕφους ἢ τῆς ὑφῆς,

μακροπαράληκτος ὁ καὶ ἡ εὔυφος. καὶ ὅτι τοῦ ὑφάζω καινὸς Ἀττικὸς παρακείμενος,

ὑφυφασμένος. ὑπὲρ οὗ λαλοῦσιν οἱ τεχνικοὶ τὰ πείθοντα. ὅτι ὥσπερ τὸ ὕφασμα διὰ

τοῦ σίγμα οὕτω καὶ μετοχή ἐστιν ὑφασμένος, Ἡρῳδιανὸς δηλοῖ. ὃς καὶ Ἀττικῶν

αὐτό φησιν εἶναι. οἳ καὶ μεμολυσμένος φασὶ καὶ μεμαρασμένος. εἰ καὶ ἄλλως ὥσπερ

αἰσχύνω ᾐσχυμμένος, οὕτως ὤφειλεν εἶναι καὶ μολύνω μεμολυμμένος καὶ μαραίνω

μεμαραμμένος. (ῃερς. 97.) Φᾶρος δὲ νῦν, ἢ τὸ ἁπλῶς ὕφασμα παρὰ τὸ τῇ ὑφῇ

ἀρηρέναι. διὸ καὶ προπερισπᾶται διὰ τὴν συναίρεσιν ἀνάπαλιν πρὸς τὸ τοπικὸν, ἢ τὸ

ἁπλῶς ὑφαινόμενον ὡς γενέσθαι ὕστερον δι' αὐτοῦ 1.86 φᾶρος εἴτουν ἱμάτιον.

τοῦτο δὲ, καὶ σπεῖρον παρακατιὼν φησὶν, ἢ ὡς ὕφασμα δυνάμενον σπειροῦν ὅ ἐστι

σπαργανοῦν καὶ περιέχειν τὸν αὐτὸ περιτιθέμενον, ἢ καὶ ὡς λυσιτελοῦν εἰς ἱμάτιον.

σπεῖρον γάρ που καὶ τὸ ἱμάτιον. ὡς τὸ, σπεῖρα κάκ' ἀμφ' ὤμοισι. (ῃερς. 98.)

Μεταμώλια δὲ ἢ μεταμώνια, ποιητὴς μὲν, χαίρει γράφων. πεζογράφος δὲ ῥήτωρ

ἐξαθερίζει καὶ αὐτὸ καθὰ καὶ τὸ ἀτέμβει θυμόν. ἤγουν εἰς ἄτην ἐμβιβάζει. στερίσκει.

γίνεται δὲ τὸ μεταμώνια, παρὰ τὸ μὴ ὀνεῖν, μηόνια. καὶ κατὰ κρᾶσιν καὶ σύνθεσιν

μεταμώνια, ὁμοίως τῷ ἐπιβοήσομαι ἐπιβώσομαι ὡς προεγράφη. καὶ Ἀττικῶς,

μεταμώλια. ὡς καὶ νίτρον λίτρον, καὶ πνεύμων πλεύμων. ὅθεν καὶ πλευμονία. καὶ

παρ' Ὁμήρῳ. πάγη δ' ἐνπλεύμονι χαλκὸς καθά τις γράφει τῶν παλαιῶν. Τὰ δὲ

ἀπόθετα νήματα, συντελεῖ πρὸς τὴν προδηλωθεῖσαν ἐτυμολογίαν τῆς Πηνελόπης.

γίνεται δὲ τὸ νῆμα, παρὰ τὸ νήθω. ἢ μᾶλλον παρὰ τὸ νῶ ἐξ οὗ καὶ τὸ νήθω παρῆκται.

ὡς ἐκ τοῦ κνῶ, τὸ κνήθω. καὶ ἐκ τοῦ μῶ ἤτοι ζητῶ, τὸ μήθω. ὅθεν ὁ Προμηθεύς.

χρῆσις δὲ τοῦ νῶ, παρ' Ἡσιόδῳ. (ῃερς. 99.) Τὸ δὲ ταφήϊον, καθ' ὁμοιότητα παρῆκται

τοῦ πολεμήϊον. ἤγουν κατὰ πλεονασμὸν τοῦ ˉη, οὐ κατὰ διάλυσιν ὡς τὸ πρεσβήϊον.

(ῃερς. 100.) Τὸ δὲ μοῖρ' ὀλοὴ, πρὸς διαστολὴν εἴρηται τῆς εὐμοιρίας. ὥς που καὶ

μοῖραν λέγει δυσώνυμον, κατὰ διαφορὰν τῆς μὴ τοιαύτης. Τὸ δὲ καθελεῖν καὶ ἡ

καθαίρεσις, ὡς ἐπὶ ταπεινώσεως λέγεταί τινος καὶ καταῤῥίψεως, ἀριδηλότατόν ἐστι.

Γυναικῶν δὲ νέμεσιν ὑφορᾶται ἡ Πηνελόπη, καθά που καὶ ἄνδρες ἀνδρῶν. ἴσως δὲ

καὶ διὰ τὸ μεμψιμοιροτέρας αὐτὰς τῶν ἀνδρῶν εἶναι ὡς καὶ ἀλλαχοῦ δηλοῦται.

Σπεῖρον δὲ νῦν, οὐκ ἐξ ἀνάγκης εὐτελὲς ὕφασμά τι, ἀλλὰ οἷον ἐπιπρέπειν τῷ ἥρωϊ

Λαέρτῃ. φασὶ γοῦν τριχῶς τὸ σπεῖρον. πολυτελὲς ἱμάτιον. ῥάκος. καὶ ἱστίον. ὅθεν δὲ

ἡ τοῦ ὄφεως σπεῖρα καὶ τὸ σπειρᾶσθαι ἤτοι σπαργανοῦσθαι, συσφίγγεσθαι, ἐκεῖθεν

καὶ τὸ σπεῖρον. Τὸ δὲ ὑφαίνεσκε καὶ ἀλλύεσκεν ἀντὶ τοῦ ἀνέλυε, ποιητικά εἰσι

πάρισα πρέποντα τῷ περὶ Πηνελόπης ἐνταῦθα λόγῳ, τῆς καλῆς καὶ περίφρονος.

Εὐτελείας δὲ καὶ ἐνταῦθα ἡρωϊκῆς δηλωτικὴ ἡ τῶν δαΐδων τῇ Πηνελόπῃ παράθεσις.

Τὸ δὲ τρίετες ὥσπερ καὶ τὸ τετράετες καὶ τὰ ὅμοια προπαροξύτονα, χρόνου εἰσὶ

δηλωτικὰ οἷα χρονικὰ ἐπιῤῥήματα. τὸ μέντοι τριετὲς ἢ τετραετὲς οἷον παιδίον ἢ

ἄλλό τι, ὀξύνονται πρὸς διαφοράν. ἀκριβέστερον δὲ ὅπως τονίζονται τὰ παρὰ τὸ

ἔτος, ἐν τῇ τῆς Ἰλιάδος Βοιωτίᾳ δηλοῦται. Τὸ δὲ καὶ ἐπήλυθον ὧραι, συμπληροῦσθαι

τὸ τέταρτον ἔτος δηλοῖ. οὐ γὰρ μία ἐπῆλθεν ὧρα. ἀλλ' ὡς ἔοικεν, ἢ ὅλαι ἢ αἱ

πλείους. πρὸς ὃ συμφωνεῖ καὶ τὸ, τάχα δ' εἶσι τέταρτον, ἤγουν δίεισιν ὡς καὶ πρὸ

ὀλίγου εἴρηται. (ῃερς. 108.) Ἐν δὲ τῷ, ἔειπέ τις γυναικῶν, ἡ δουλικὴ ἀπιστία

δηλοῦται. εἴγε ἡ ἐπὶ τῷ ἱστῷ ἀνάγκη τῇ Πηνελόπῃ, διὰ τὴν κατειποῦσαν δούλην

ἐπήνεκται. καλῶς ἄρα αἱ τοιαῦται ὕστερον μετὰ τὴν μνηστηροκτονίαν

κρεμασθήσονται. (ῃερς. 109.) Τὸ δὲ ἐφεύρομεν, ἀστείως ἐῤῥέθη, ὡς οἷον ἐν

ἀνιχνεύσει εὑρεθέντος τοῦ δόλου τῆς Πηνελόπης. Τὸ δὲ ἀγλαὸν εἶναι τὸν ἱστὸν,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

98

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!