18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα. καὶ, ἔγχος μὲν ἔστησε φέρων. (ῃερς. 130.)

αὐτὴν δ' ἐς θρόνον εἷσεν ἄγων. ἔστι δὲ ἡ παρατήρησις αὕτη ὡς καὶ ἀλλαχοῦ ἐφάνη

τῶν ὡς ἐπὶ τὸ πλεῖστον. τὴν γὰρ Ἀθηνᾶν ἔμψυχον οὖσαν, τὰ πέδιλα φέρουσιν ἐπί τε

ξηρὰν ἐπί τε ὑγράν. ἔοικεν οὖν μᾶλλον τὸ μὲν ἄγειν λέγεσθαι, ἐπὶ τῶν βαδιζόντων.

τὸ δὲ φέρεσθαι, ἐπὶ τῶν ὀχουμένων ἢ βασταζομένων. (ῃερς. 127.) Ὅρα δὲ ὅτι

θηλυκῶς καὶ ἐνταῦθα τὴν κίονα εἶπεν, ἐν τῷ, ἔστησε πρὸς κίονα μακρήν. (ῃερς. 129.)

Ὅτι ἐν τῷ, ἔνθά περ ἄλλα ἔγχεα Ὀδυσσέως ταλασίφρονος ἵστατο πολλὰ, κυρίως

εἴρηται τὸ ταλασίφρονος. ἅμα γάρ τις αἰχμητὴς, ἅμα ταλασίφρων. κάλλους δὲ ἡ

ὁμοιοκαταληξία τοῦ ἄλλα καὶ τοῦ πολλὰ, κεῖνται γὰρ ἐν τέλει στίχων. (ῃερς. 130.)

Ὅτι εἰ καὶ κυριολεκτεῖ συνήθως ἐν τῷ, αὐτήν δ' ἐς θρόνον εἷσεν ἄγων. καὶ, πῶς δέ σε

ναῦται ἤγαγον εἰς Ἰθάκην, ἐπὶ ἐμψύχου γὰρ κεῖται τὸ ἄγειν ὡς καὶ πρὸ βραχέων

εἴρηται, ἀλλ' οὐκ ἀεὶ οὕτως ἡ λέξις τίθεται. δίχα γοῦν τῶν ἄλλων, φησὶ καὶ

Παυσανίας ὅτι ἄγειν καὶ ὑπάγειν, καὶ ἐπὶ τοῦ πίνειν λέγεται. Αἴλιος δὲ ∆ιονύσιος,

φησὶν ἄγημα παρὰ Μακεδόσι, τάγμα ἀπόλεκτον ἱππέων καὶ ὁπλιτῶν. τοῦτο δὲ ἴσως

οὐδὲ ἀπὸ τοῦ ἄγειν, ἀλλὰ διὰ τὸ ἀγητὸν εἶναι. δῆλον δὲ ὅτι ἄγειν λέγεται, καὶ τὸ

κλᾶν. ὅθεν καὶ ἄγμα τὸ σύντριμμα, καὶ τὸ κατειργασμένον ἔριον, τὸ παρὰ Σοφοκλεῖ

ἐν Τραχινίαις κάταγμα. Ὅτι ἐν Ἰλιάδι μὲν, εἶπε καταπετάσας λῖτα ἀντὶ τοῦ σκεπάσας.

ἐνταῦθα δέ φησιν, ὑπὸ λῖτα πετάσας καλὸν δαιδάλεον, ἀντὶ τοῦ ὑποπετάσας, ἤτοι

ὑφαπλώσας καὶ ὑποθέμενος εἰς καθέδραν. ἔστι δὲ τὸ λῖτα, γένους οὐδετέρου,

πτώσεως αἰτιατικῆς ἑνικῆς. οὗ εὐθεῖα, τὸ λιτὸν. λῖτα δὲ, ὕφασμά τι λιτόν. οἷον τυχὸν

λίνεον. καί τοι τινὲς, ποικίλον μᾶλλον κατὰ ἀντίφρασιν τὸ λῖτα βούλονται εἶναι, διὰ

τὸ τὸν ποιητὴν προσθεῖναι, καλόν. δαιδάλεον. ἔστι δὲ ἡ περιεργία τῆς κλίσεως τοῦ

λῖτα, τοιαύτη. λιτόν. λιτοῦ. λιτῷ. καὶ ἐν μεταπλασμῷ, λιτί. ἀπὸ τελικῆς δοτικῆς εἰς

τελικὸν τῆς αὐτῆς. οἷον. λιτὶ κάλυψε. καὶ αἰτιατικὴ κατὰ ἀκολουθίαν δῆθεν

κλίσεως, λῖτα ἐν ὁμοιότητι τοῦ, βοὶ βόα. ποδὶ πόδα. διὸ καὶ βαρύνεται. πᾶσα γὰρ

αἰτιατικὴ ἑνικὴ δισύλλαβος εἰς ˉα λήγουσα, βαρύνεται. ἄλλως γε μὴν διὰ τὸν

μεταπλασμὸν, ὀξύνεσθαι ὤφειλεν. οἱ γὰρ μεταπλασμοὶ, μεταβιβάζειν τοὺς τόνους οὐ

βούλονται, χωρὶς τοῦ μητιέτης μητίετα Αἰολικοῦ. καί τινων ἄλλων ὀλίγων. Ἰστέον

δὲ ὡς ἀεὶ τὸ λιτὶ καὶ τὸ λῖτα, ἐκτείνει τὴν παραλήγουσαν. καὶ ὅτι Ἀθήναιος, παρὰ τῷ

ποιητῇ ὃν θαυμασιώτατον καλεῖσθαι λέγει καὶ θειότατον, λῖτα μὲν εἶναί φησι, λευκὰ

καὶ μὴ βεβαμμένα ἢ πεποικιλμένα. τὰ περιστρώματα δὲ, ῥήγεα καλὰ πορφύρεα.

λέγων καὶ ὡς ἤκμασεν ἡ τῶν ποικίλων ὑφὴ παρὰ Κυπρίοις. ἔνθα ἔντεχνοι περὶ αὐτὰ

ὑφάνται ἦσαν ἔνδοξοι, Ἀκεσᾶς καὶ υἱὸς αὐτοῦ Ἑλικὼν, ὡς 1.33 ἐδήλου ἐπίγραμμα ἐν

Πυθοῖ ἐπί τινος ἔργου, τοιοῦτον. τεῦξ' Ἑλικὼν Ἀκεσᾶ Σαλαμίνιος. ὧν ἐνὶ χερσὶ,

πότνια θεσπεσίην Παλλὰς ἔτευξε χάριν, οἷα δηλαδὴ ἐπιστατοῦσα τῇ ὑφαντικῇ τέχνῃ.

Σαλαμίνιος δὲ ὁ ῥηθεὶς Ἑλικὼν, οὐκ ἐκ τῆς Ἑλλαδικῆς ἀλλὰ τῆς κατὰ Κύπρον.

Σημείωσαι δὲ καὶ ὅτι εἰπὼν ὁ Ἀθήναιος λῖτα εἶναι πληθυντικῶς λευκὰ καὶ ἑξῆς,

βούλεται βαρύτονον εἶναι ὡς ἔοικε τὸ λῖτον, πρὸς διαστολὴν τοῦ ἁπλῶς καὶ κοινοῦ

λιτοῦ. ἵνα ᾖ, τὸ λῖτον τοῦ λίτου τῷ λίτῳ. καὶ κατὰ μεταπλασμὸν, λιτί, ὧν

πληθυντικὸν, τὰ λῖτα. εἰ δὲ τῆς δοτικῆς τῷ λίτῳ βαρυνομένης, δοκεῖ παραλόγως

ὀξύνεσθαι τὸ λιτὶ, ἐνθυμητέον τὸ, ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω ὥσπερ

Ἁρμόδιος καὶ Ἀριστογείτων. ὡς γὰρ ἐκ τοῦ κλάδῳ ἀναλόγου βαρυτόνου,

μετεπλάσθη τὸ κλαδὶ κατὰ κανόνα δισυλλάβων τοιούτων δοτικῶν, οὕτω καὶ ἐκ τοῦ

λίτῳ γέγονεν ὁμοιοτόνως τὸ λιτί. (ῃερς. 131.) ∆αιδάλεον δὲ, τὸ ποικίλον, ἢ τὸ

τεχνικὸν. ἀπὸ τοῦ Κρητικοῦ ∆αιδάλου, ἢ ἀπὸ γυναικός τινος ∆αιδάλης, ὡς καὶ ἐν

Ἰλιάδι γέγραπται. Τί δέ ἐστι μεταπλασμὸς, ἐν τοῖς εἰς τὴν Ἰλιάδα καὶ αὐτὸ εἴρηται.

Ὅτι συνήθως ὁ ποιητὴς τὴν ὑπˉο πρόθεσιν, δοτικῇ κἀνταῦθα συντάσσει ἐν τῷ, ὑπὸ

δὲ θρῆνυς ποσὶν ἦεν, ἤγουν θρῆνυς ἦν ὑπὸ τοῖς ποσί. δύναται δὲ καὶ καθ' ὑπερβατὸν

εἶναι, ὅτι θρῆνυς ὑπῆν τοῖς ποσίν. ὅτι δὲ θρῆνυς τὸ ὑπὸ τοῖς ποσὶ τῶν καθημένων.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

37

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!