18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀλαωθῆναι. ἐρεῖ γοῦν εὐθὺς μετ' ὀλίγα, ὀφθαλμοῦ ἀλάωσας. (ῃερς. 507.) Τὸ δὲ

παλαίφατα θέσφατα, θαυμασία ἐστὶ παρίσωσις καὶ οὐκ ἀξία τοῦ ἀγρίου Κύκλωπος.

(ῃερς. 508.) Ὅρα δὲ καὶ ὅτι ἐξ ὑπαρκτικοῦ συνήθως ῥήματος καὶ νῦν Ὅμηρος ἦρκται

διηγούμενος. εἰπών. ἔσκέ τις ἐνθάδε μάντις. Ἔνθα ἰστέον ὅτι τὸ ἔσκε δοκοῦν

κοινότερον ἀπὸ τοῦ ἔω ἔσω ἔσκω γίνεσθαι Ἡρακλείδης ἄλλως σκευωρεῖ, εἰπὼν

οὕτως. ὥσπερ φιλῶ ἐφίλουν 1.360 ἐφίλεις ἐφίλει, καὶ ἐπὶ ἄλλων ὁμοίως, οὕτω καὶ ὦ

οὖν εἶς εἶ, τὰ ὑπαρκτικά. τοῦτο δέ φησι πεποίηκε φανερὸν Ὅμηρος διὰ τοῦ ἔσκω

∆ωρικοῦ ῥήματος. ∆ωριέων γὰρ, τὰ εἰς εˉι δίφθογγον περαιούμενα ἐν παρατατικῷ

χρόνῳ ἐπὶ τρίτου προσώπου κατὰ ἀφαίρεσιν τοῦ ˉι ἐκφερόντων μετὰ προσθέσεως

τριῶν στοιχείων. οἷον ἐφίλει ἐφίλεσκεν. ἐνόει ἐνόεσκεν. οὕτω καὶ αὐτὸς ἀπὸ τοῦ

προειρημένου εἶ, ἔσκε φησὶν, ἀφελὼν τὸ ἰῶτα καὶ τρία στοιχεῖα προσθεὶς ἤγουν τὸ

ˉσ τὸ ˉκ τὸ ˉε. καὶ οὕτω μὲν ὁ Ἡρακλείδης. Τὸ δὲ ἠΰς τε μέγας τε, Κυκλωπικὸν ἴδιον,

ὑπερφίαλοι γὰρ ἅπαντες κατὰ τὸ εὐμέγεθες. (ῃερς. 513.) Ἰστέον δ' ἐν τούτοις καὶ ὅτι

ὁ μεγάλῳ μὲν ἀντιπάλῳ ἐντυχεῖν ἐλπίσας εὑρὼν δὲ μὴ τοιοῦτον ἐρεῖ ἂν τὸ, ἀλλ' αἰεί

τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην ἐνθάδ' ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν.

εἰ δὲ καὶ βλαβείη τις ὑπὸ τοιούτου, ἁρμόττει καὶ τὸ ἐφεξῆς. (ῃερς. 515.) νῦν δέ μ' ἐὼν

ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς, διέθου τόδε τι κακόν. Κύκλωψ δὲ πρὸς Ὀδυσσέα

ταῦτα φησὶν, ἀποκλαιόμενος ὅτι ὀφθαλμοῦ ἀλάωσεν αὐτὸν Ὀδυσσεὺς, ἐπεὶ

ἐδαμάσατο οἴνῳ. Καὶ ὅρα ὅπως ὁ παρὰ τοῖς Φαίαξι καὶ μέγας καὶ καλὸς Ὀδυσσεὺς τὸ

μηδὲν ἐδόκει τῷ Κύκλωπι, μεγίστῳ δηλαδὴ ὄντι. καὶ ὅτι τὸ ὀλίγος οὐ μόνον ἐπὶ

πλήθους, ἀλλ' ἰδοὺ ἐνταῦθα ἐπὶ μεγέθους ληφθὲν τὸν μικρὸν ἐσήμανεν. ὃ φαίνεται

καὶ ἐν τῷ, κῦμα οὔτε μέγα οὔτε ὀλίγον. καὶ ἐν τῷ, ὀλίγην τε τράπεζαν. τοιοῦτον δὲ

καὶ Ἡσιόδου τὸ, νῆ' ὀλίγην αἰνεῖν ἤγουν μικράν. εὑρεθήσεται δὲ καὶ ἐν τοῖς ἑξῆς,

ἰχθὺς ὀλίγος, ὁ μικρός. ὁ καὶ ἄπιχθυς, ὡς ἐν τοῖς ἐκεῖσε κείσεται. πάντως δὲ ταυτὸν

ὀλίγον εἰπεῖν καὶ τυτθὸν καὶ μικρόν. καὶ δῆλον αὐτὸ καὶ ἐκ τοῦ Τυδεύς. ὃς ἐκ τοῦ

τυτθοῦ ἐτυμολογούμενος μικρὸς ἔην δέμας. εἰ δὲ τὸν τυτθὸν εἴτουν μικρὸν ὑψοῖ

ἐπηγμένον τὸ, ἀλλὰ μαχητὴς, ἔστι καὶ ἐνταῦθα φάναι, ὡς Ὀδυσσεὺς ὀλίγος μὲν ἦν

τὸ μέγεθος, πολὺς δὲ τὴν ἔμπρακτον σοφίαν, καὶ γοργότερον εἰπεῖν, πολυμήχανος.

διὸ καὶ κατεσοφίσατο βλάψας μέγα θηρίον τὸν Κύκλωπα. εἶχε δέ που ὁ Κύκλωψ

ἀκοῦσαι λόγον ἐξ Ὀδυσσέως ἐφ' οἷς ἔσκωπται, ὁποῖον καί τίς Αἰγύπτιος βασιλεὺς, ἐξ

Ἀγησιλάου τοῦ Λακώνων βασιλεύσαντος. οἷον ὅτι ὁ οὐτιδανὸς ἐγὼ καὶ ὀλίγος καὶ

ἄναλκις πολὺς καὶ βριαρὸς ὡς οἷα καί τι θεῖον τέρας ἐπεθέμην σοι. λέγεται γὰρ ὅτι

Τάχως μὲν Αἰγύπτιος βασιλεὺς Ἀγησίλαον ἐλθόντα συμμαχῆσαι αὐτῷ βραχὺν τὸ

σῶμα ἰδὼν ἔσκωψεν, εἰπὼν τὸ περιᾳδόμενον. ὤδινεν ὄρος, Ζεὺς δ' ἐφοβεῖτο, τὸ δ'

ἔτεκε μῦν. Ἀγησίλαος δὲ ἀκούσας ἀντελακώνισε, φάμενος ὡς φανήσομαί σοι ποτὲ

καὶ λέων. ὕστερον οὖν φασὶν ἀφισταμένων Αἰγυπτίων μηδὲν τῷ Τάχῳ συμπράξας

ἐποίησε φυγεῖν ἐκεῖνον εἰς Πέρσας ἐκπεσόντα τῆς ἀρχῆς. Ὅρα δὲ καὶ ὅτι ὁ Κύκλωψ

λίαν πάνυ τεθυμωμένος τῷ Ὀδυσσεῖ ὅμως ἠρκέσθη σκώψας τὸν ἐχθρὸν ἠρέμα, ἴσως

μὲν διὰ τὸ ἄγροικον, ἴσως δὲ ὅτι μηδὲ εἶχεν εὐκαιρίαν. παρὰ δέ γε τοῖς ὕστερον

ἐπετηδεύθησαν εἰκασίαι σμικροποιοὶ σκωπτικαὶ πολλαί. φησὶ γοῦν τις πρὸς

Ἀθηναίους, ὡς ὑμεῖς ἀλλήλους ἀεὶ χλευάζετε. ἂν μὲν γὰρ ᾖ τι σμικρὸν παντελῶς

ἀνθρώπιον, καλεῖτε αὐτὸν σταλαγμόν. λιπαρὸς περιπατεῖ; ζωμὸς κατωνόμασται.

χαίρει τις αὐχμῶν ἢ ῥυπῶν; κονιορτὸς ἀναπέφηνεν. ὄπισθεν ἀκολουθεῖ κόλαξ τῷ;

λέμβος ἐπικέκληται. τὰ πόλλ' ἄδειπνος περιπατεῖ; κεστρῖνος ἐστὶ νῆστις. ὑφείλετ'

ἄρνα ποιμένος παίζων; Ἀτρεὺς ἐκλήθη. ἐὰν δὲ κριὸν, Φρίξος. ἐὰν δὲ κωδάριον,

Ἰάσων. ἐν τούτοις δὲ, ὅρα ὅτι τε λέμβος φαίνεται εἶναι τὸ μεγάλῃ νηῒ ἐφελκόμενον

ἀκάτιον, καὶ ὅτι κεστρῖνος ὁ κεστρεὺς ἐῤῥέθη. ἐπὶ τούτοις ἰστέον καὶ ὅτι ὁ ὡς ἐῤῥέθη

ὀλίγος ἄνθρωπος τῷ πολλῷ ἀντίκειται. οὗ χρῆσις ἐν τῷ, πολλὸς γάρ τις ἔκειτο καὶ

ἑξῆς ὡς ἡ Ἰλιὰς δηλοῖ. Ἔτι ἰστέον καὶ ὅτι τὸ ὀλίγον ὀλίζον καθ' Ἡρακλείδην Ἴωνες

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

410

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!