18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μοι ἐστί. σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης ἀνδρὸς δυστήνου καὶ

ἐσσομένοισι πυθέσθαι, πῆξαί τ' ἐπὶ τύμβῳ ἐρετμὸν, τῷ καὶ ζῶον ἔρεσσον ἐὼν μετ'

ἐμοῖς ἑτάροισι. (ῃερς. 75.) Καὶ ὅρα ὅτι κατὰ τὰ προειρημένα οὐδὲ ἐν Ἅιδου φρεσὶν

ἄρηρεν ὁ Ἐλπήνωρ, οὐ μόνον ὅτι ἀφελῶς περὶ εὐτελῶν ἀξιοῖ, ἀλλὰ καὶ ὅτι εἰς οὐδὲν

χρήσιμον ζητεῖ τὸ τύμβου χῶμα ἐπὶ θινὶ θαλάσσης καὶ τὴν ὡσανεὶ διὰ τοῦ ἐρετμοῦ

ἀναστήλωσιν. (ῃερς. 76.) ποίοις γὰρ ἐσομένοις ἔμελλε τὸ σῆμα φαίνεσθαι ἐν

παράπλῳ εἴπερ ἀοίκητος ἡ τῆς Κίρκης νῆσος ὑπόκειται; εἰ μὴ ἄρα ἐμφαίνει διὰ

τούτων ὁ ποιητὴς, ψευδῆ μὲν εἶναι τὸν ὠκεανισμὸν ἢ ἄλλως ἐκτοπισμὸν τῆς νήσου

Αἰαίης, ἀληθῶς δὲ ἐν τόποις περιπλεομένοις κεῖσθαι αὐτήν. (ῃερς. 53.) Ὅρα δὲ ὅτι

σῶμα καὶ νῦν τὸ νεκρωθὲν λέγει οὐ μὴν δέμας. χρῆσις δὲ σώματος οὐ πάνυ συνήθης

οὐδὲ μὴν ἐσφαλμένη ἐν τῷ· τῶν δὲ κιόνων τὰ μὲν σώματα ἦν κιπαρίσσινα. αἱ δὲ

κεφαλαὶ κορινθιουργεῖς, ἐλεφάντιναι καὶ χρυσῷ διακεκοσμημέναι, τὸ δὲ ἐπιστύλιον

ἐκ χρυσοῦ τὸ ὅλον. (ῃερς. 62.) Τὸ δὲ ἐν Κίρκης μεγάρῳ, ἐντελῶς ἐγράφη. τὸ γὰρ

ἄλλως ἐν Κίρκης εἰπεῖν ἐλλιπῶς ἔχει κατὰ ἀττικισμόν. (ῃερς. 54.) Τὸ δὲ ἄκλαυτον οἱ

μεθ' Ὅμηρον καὶ ἄκλαυστον γράφουσι. (ῃερς. 73.) Τὸ δὲ ἐπεὶ πόνος ἄλλος ἔπειγε, καὶ

παροιμιῶδες ἐστὶν ἐπὶ τῶν ἀναγκαῖα προτιμωμένων τῶν μὴ τοιούτων. ὥσπερ καὶ τὸ,

μή τί τοι θεοῦ μήνιμα γένωμαι ἐπὶ τῶν παρακαλουμένων μὴ ἀδικεῖν. (ῃερς. 66.) Τοῦ

δὲ τῶν ὄπισθε γουνάζομαι, ἐφερμηνευτικὸν ἑξῆς αὐτίκα τὸ, οὐ παρεόντων. τούτου

δὲ αὖθις τὸ, πρός τε ἀλόχου καὶ πατρὸς καὶ Τηλεμάχου, ἵνα ὄπισθεν μὲν εἶεν οἱ μὴ

παρόντες. μὴ παρόντες δὲ ἡ ἄλοχος καὶ ὁ υἱὸς καὶ ὁ πατὴρ τὰ ὄντως φίλτατα ἐν τῇ

Ἰθάκῃ τῷ Ὀδυσσεῖ. καὶ ἄλλως δὲ εἰπεῖν τὸ, νῦν δέ σε τῶν ὄπισθεν γουνάζομαι, ἀντὶ

τοῦ ὑπὲρ τῶν μελλόντων, τοῦ ἰδεῖν δηλονότι τὴν ἄλοχον καὶ τὸν πατέρα καὶ τὸν

υἱὸν, ὃν μόνον ἐνὶ μεγάροισιν ἔλιπες. δῆλον δὲ ὅτι ἐν τῷ γουνάζομαι τῶν ὄπισθεν

ἀπὸ κοινοῦ ληπτέον τὴν πρὸς πρόθεσιν, ὡς δηλοῖ τὸ, πρός τ' ἀλόχου. καὶ ὅτι διὰ

μέτρου ἀνάγκην ὄπιθεν ἐνταῦθα ἔφη κατὰ ἔνδειαν τοῦ σίγμα, ὡς καὶ ἐν τῷ, ἄθαπτον

ἰὼν ὄπιθεν καταλείπεις. (ῃερς. 70.) Τὸ δὲ σχήσεις νῆα καὶ νῦν ἀντὶ τοῦ ἐλλιμενίσεις.

Τὸ δὲ νοσφισθεὶς ἀντὶ τοῦ νόσφι γενόμενος, χωρισθεὶς, ὑποχωρήσας. (ῃερς. 73.) Τὸ

δὲ σῆμα εἰ καὶ μυριαχοῦ τάφον δηλοῖ, ὡς κἀνταῦθα, ἀλλὰ γενικῷ λόγῳ τὸ ἁπλῶς

σημεῖον ἑρμηνεύει, ὃ καὶ συγγενές ἐστι τῷ τεκμηρίῳ. χρῆσις δὲ τούτου καὶ ἐν τῷ,

σῆμα δέ τοι ἐρέω, τουτέστι γνώρισμα, ὁποῖον δή τι καὶ τὸ ἀνάχωμα τοῦ τάφου,

σημεῖον ὂν, καθὰ καὶ μνῆμα καὶ μνημεῖον ἤγουν μνημοσύνη, τοῦ ἐπὶ νεκρῷ 1.400

αὐτὸ γενέσθαι. Τοῦ δὲ ὡς ἐῤῥέθη γενικοῦ σήματος πολλὰ μὲν καὶ ἄλλα παράγωγα.

ἐν ἐκείνοις δὲ καὶ παράσημος ὁ ἀδόκιμος, ὡς ἀπὸ νομίσματος. ὃ κίβδηλον ὂν

παράσημον ἐκαλεῖτο, εἰ καὶ ὕστερον δεδόξασται καὶ ἡ τοιαύτη λέξις διὰ τὰ βασιλικὰ

παράσημα ἢ καὶ ἄλλως ἀρχοντικά. (ῃερς. 76.) Τὸ δὲ ἀνδρὸς δυστήνοιο καινότερον

πέφρασται. τὸ γὰρ κοινὸν οὕτω· σῆμα τέ μοι χεῦαι ἀνδρὶ δυστήνῳ. αἴτιον δὲ καὶ νῦν

ἡ τῆς δοτικῆς καὶ γενικῆς φιλίωσις. δῆλον δ' ὅτι πολλῶν καὶ τοιούτων καὶ ἀλλοίων

καινότερον φραζομένων καὶ παρά τε ἄλλοις καὶ παρὰ τῷ ποιητῇ οὐκ ἔστι κατειπεῖν

τῶν οὕτω σχηματιζομένων σολοικισμὸν εἴτουν βαρβαρισμόν. κέκριται δὲ

σολοικοφανῆ τε σχήματα καλεῖν ταῦτα καὶ ἁπλῶς οὕτω σχήματα. πᾶν μὲν γάρ φασι

τοιοῦτον λάλημα ἤγουν σχῆμα ἁμάρτημά ἐστιν ἑκούσιον διὰ τέχνην ἢ ξενοφωνίαν ἢ

καλλωπισμόν. σολοικισμὸς δὲ ἁμάρτημα ἀκούσιον ἐξ ἀμαθίας λαληθὲν παρὰ ὄνομα

ἢ ῥῆμα ἢ ἄλλο τι ὧν λέγουσιν οἱ τεχνικοί. Ἐπὶ τούτοις (ῃερς. 75.) ὅρα καὶ ὅτι σῆμα

καὶ τύμβος ταὐτὰ νοοῦσι πολυωνυμίας λόγῳ σὺν καὶ τῷ τάφῳ καὶ τῷ μνήματι.

τούτων δὲ τύμβος μὲν καθ' αὑτόν ἐστι, τὰ δὲ λοιπὰ τρία σχίζονται δι' ὁμωνυμίας,

εἴγε σῆμα καὶ μνῆμα καὶ τάφος οὐκ ἀεὶ τύμβον δηλοῦσιν, ἀλλὰ τὸ μὲν καὶ σημείου,

τὸ δὲ μνήμης, τὸ δ' ἐκπλήξεως ἀντιλαμβάνονται. ὅτε μέντοι ταυτίζονται

πολυωνυμικῶς, τότε σήματος μὲν οὐ παρῆκταί τι, τῶν δ' ἄλλων, τάφου μὲν

παρώνυμον σὺν ἄλλοις, καὶ ὁ ἐπιτάφιος λόγος ἢ ἀγὼν, τύμβου δὲ ὁ ἐπιτύμβιος,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

455

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!