18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

οὐ γάρ πω σχεδὸν ἦλθον πατρίδος, οὐδέ πω ἀμῆς γῆς ἐπέβην, ἀλλ' αἰὲν ἔχων

ἀλάλημαι ὀϊζύν. Τὸ δὲ ἀμῆς γῆς καθ' ὁμοιότητα τοῦ ὑμῆς, ὅ πέρ ἐστιν ὑμετέρας κατὰ

δεύτερον ἀντωνυμικὸν πρόσωπον. (ῃερς. 170.) Ὅτι εὑρὼν Ὀδυσσεὺς μέθοδον τοῦ

πρὸς τὸν Φαίακα βασιλέα τὰ οἴκοι ἀφηγήσασθαι, μάλιστα μὲν οὖν μεθοδεύσας

δεξιῶς ὁ ποιητὴς ἱστορῆσαι αὐτὰ ποιεῖται τοιαύτην ἐρώτησιν πρὸς Ἀντίκλειαν· τίς

νύ σε κὴρ ἐδάμασε τανηλεγέος θανάτοιο, ἢ δολιχὴ νοῦσος, ἢ Ἄρτεμις ἰοχέαιρα οἷς

ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν. (ῃερς. 173.) εἰπὲ δέ μοι πατρός τε καὶ

υἱέος ἤγουν περὶ πατρὸς καὶ υἱοῦ, ἢ παρ' ἐκείνοις (ῃερς. 174.) ἐστὶν ἐμὸν γέρας, τὸ

τῆς βασιλείας δηλαδὴ, ἠέ τις ἤδη ἀνδρῶν ἄλλος ἔχει. εἰπὲ δέ μοι μνηστῆς ἀλόχου

βουλήν τε νόον τε, ἢ μένει παρὰ τῷ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει, ἢ ἤδη αὐτὴν

ἔγημεν Ἀχαιῶν, (ῃερς. 178.) ὅς τις ἄριστος, ὡς ἐπαξίαν οὖσαν τοιούτου ἀνδρός. καὶ

τοιαῦτα μὲν τὰ τοῦ Ὀδυσσέως ὡς ἐν εἴδει προεκθέσεως. (ῃερς. 180.) ἡ δὲ ἐρωτηθεῖσα

μήτηρ ἀμείβεται ὅτι καὶ λίην κείνη γε μένει τετληότι θυμῷ πενθοῦσα, καὶ (ῃερς.

183.) ὅτι σὸν οὔπω τις ἔχει καλὸν γέρας, τὸ τοῦ βασιλεύειν δηλονότι, ἀλλὰ ἕκηλος

Τηλέμαχος τεμένη νέμεται, ὅ ἐστιν ἀγροὺς, καὶ δαῖτας ἐΐσας δαίνυται, ἃς ἐπέοικε

δικασπόλον ἄνδρ' ἀλεγύνειν. πάντες γὰρ καλέουσιν. (ῃερς. 186.) εἶτα διηγεῖται ἡ

τεθνηκυῖα μήτηρ καὶ τὰ κατὰ τὸν Λαέρτην, οὕτω· πατὴρ δὲ σὸς αὐτόθι μίμνει ἀγρῷ

οὐδὲ πόλινδε κατέρχεται οὐδέ οἱ εὐναὶ δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,

ἀλλ' ὅγε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ ἐν κόνι ἄγχι πυρὸς, κακὰ δὲ χροῒ εἵματα

εἷται. αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τε θαλυῖά τ' (ῃερς. 191.) ὀπώρη, ἡ μετὰ τὸ θέρος

δηλαδὴ ὥρα, πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο φύλλων κεκλιμένων

χθαμαλαὶ βεβλήαται εὐναὶ, ὅ πέρ ἐστιν ὑπογραφὴ στιβάδος. ἔστι γὰρ στιβὰς βολὴ ὅ

ἐστι ῥίψις ἢ θέσις φύλλων κεκλιμένων χαμαί. ταῦτα δὲ πτωχικοῦ βιότου εἰσὶ

φραστικά. (ῃερς. 194.) τὸ δὲ ἐφεξῆς ἔπος λύπην φράζει γεροντικὴν ἐπὶ συγγενεῖ

ἀποδήμῳ, τὸ, ἔνθ' ὅγε κεῖτ' ἀχέων. μέγα δὲ φρεσὶ, πένθος ἀέξει τὸν πότμον γοόων ἢ

σὸν νόστον ποθέων, χαλεπὸν δ' ἐπὶ γῆρας ἱκάνει (ῃερς. 196.) καὶ 1.406 ταῦτα εἰποῦσα

ἡ μήτηρ ἐπιφέρει· οὕτω γὰρ καὶ ἐγὼ ὀλόμην καὶ πότμον ἐπέσπον, τουτέστι, σὲ

ποθοῦσα τέθνηκα. (ῃερς. 197.) εἶτα καὶ πλατύνουσα τὸν λόγον ὡς πρὸς τὴν τοῦ

Ὀδυσσέως ἐρώτησιν πυθομένου εἰ δολιχὴ νοῦσος ἢ Ἄρτεμις ἀπήγαγεν αὐτὴν φησίν·

οὔτε με ἐν μεγάροισιν ἐΰσκοπος ἰοχέαιρα κατέπεφνεν, οὔτε τις νοῦσος ἐπήλυθεν, ἥ

τε μάλιστα τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν· ἀλλά με σός τε πόθος, σά τε

μήδεα φαίδιμ' Ὀδυσσεῦ, σή τ' ἀγανοφροσύνη (ῃερς. 2.) μελιηδέα θυμὸν ἀπήυρα.

ὅθεν δῆλον, ὡς καὶ ἡ ἄκρα λύπη ἐπιτέμνει τὴν ζωήν. Οἰκεῖα δὲ τὰ προσεχῶς

γραφέντα ῥηθῆναι καὶ ὅτε τις ἐπὶ ἀποδημίᾳ φίλου ἀγαθοῦ πολλὰ λυπεῖται. Ὅρα δὲ

ὡς οἱ νεώτεροι μὲν ἀπάγξασθαι φασὶ τὴν τοῦ Ὀδυσσέως μητέρα πεπυσμένην δόλῳ

Ναυπλίου Ὀδυσσέως τελευτὴν, ὃς δὴ Ναύπλιος πολλοὺς δολίως κατειργάσατο

λυπηθεὶς ἐπὶ τῷ τοῦ σοφοῦ υἱοῦ Παλαμήδους θανάτῳ. ὁ δέ γε ποιητὴς λύπῃ

μεταλλάξαι τὸν βίον ἱστορεῖ. οἱ δέ γε εἰπόντες ἀπάγξασθαι αὐτὴν, φασὶν ὡς τὴν

ἀγχόνην ἐσίγησεν ὁ ποιητὴς διὰ τὸ μιαρὸν τοῦ τοιούτου θανάτου, αἰτίαν γὰρ ἤγουν

αἰτίασιν εἶχον οἱ οὕτω τοῦ βίου ὑπεξάγοντες ἑαυτοὺς, καὶ οὐκ ἐδόκει καθαρὸς ὁ

τοιοῦτος θάνατος. διὸ καὶ ὁ Τηλέμαχος ὕστερον τὰς κακὰς δουλίδας κρεμάσας

ἀπάγει τοῦ βίου καὶ, ὡς ὁ ποιητός φησιν, ὑψόσε ἐπεντανύσας. καὶ ἐπισημειοῦται, ὅτι

μὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην. (ῃερς. 171.) Ἰστέον δὲ ὅτι ἐν τῷ, ἢ δολιχὴ

νοῦσος ἢ Ἄρτεμις, ὁ ˉη σύνδεσμος διαπορητικός ἐστι κατὰ τοὺς παλαιοὺς, δίχα

δηλαδὴ ἐρωτήσεως ὡς ἐν τοῖς εἰς τὴν ἄλφα ῥαψῳδίαν τῆς Ἰλιάδος γέγραπται. ἔνθα

δεδήλωται καὶ ὅτι πολλαχῶς ὁ τοιοῦτος νοεῖται σύνδεσμος. διαζευκτικός τε γάρ ἐστι

καὶ διασαφητικὸς καὶ παραδιαζευτικὸς καὶ διαπορητικὸς ὅτε τις μὴ ἐρωτᾷ, καὶ

ἰσοδύναμος τῷ εἰ καὶ ἐρωτηματικὸς καὶ βεβαιωτικὸς καὶ συγκριτικός. ἐνταῦθα δὲ

ῥητέον ὅτι καὶ λυτικὸς νόμῳ φιλοσόφων, οἷον· διὰ τί ἐπαινεῖται ἡ μέλισσα. τοῦτο

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

462

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!