18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

γυναικεῖα λέγειν περιβλήματα, ἐνταῦθα τὸ ἁπλῶς ὕφασμα οὕτω καλεῖ. οὐ γὰρ εἰκὸς

γυναικείους πέπλους ὑπεστορέσθαι τοῖς καθημένοις. ἀλλ' ἁπλῶς ὕφασμά τι λαμπρὸν

μὲν καὶ ἐπιπρέπον, ὅθεν ἐτυμολογεῖται ὁ πέπλος, πρέπαλός τις ὢν κατὰ τοὺς

παλαιούς. χρησιμεῦον δὲ εἰς τάπητα θρόνου. οὕτω καὶ τὸ φᾶρος καὶ τὸ σπεῖρον

εἰωθότα ἐπὶ ἱματίων λέγεσθαι, ὅμως ἔστιν οὗ ὁ ποιητὴς ἐπὶ ἁπλῶς ὑφασμάτων

τίθησιν. (ῃερς. 97.) Εὔνητοι δὲ, οἱ εὖ νενησμένοι κατὰ τοὺς παλαιοὺς, ὅ ἐστιν

εὔκλωστοι. διαλυθέντες δὲ, ἐΰννητοι γίνονται διπλωθέντος τοῦ ˉν. οὕτω δὲ καὶ οἱ

εὔδμητοι βωμοὶ, ἐΰδμητοι κατὰ διάλυσιν. Τὸ δὲ ἔργα γυναικῶν, προαναφωνητικῶς

οἷον ἐτέθη ἵνα εὐαφόρμως ἐπάγῃ τὸ, πεντήκοντα δ' ἔσαν δμωαὶ γυναῖκες. (ῃερς. 98.)

Τὸ δὲ ἐδριόωντο πίνοντες καὶ ἔδοντες, ἐπηετανὸν γὰρ ἔχεσκον, ἐπὶ πλουσίων

τρυφώντων χρὴ λέγεσθαι. (ῃερς. 99.) Τὸ δὲ ἔδοντες, σημείωσαι καὶ αὐτὸ εἰς

παράδειγμα τῆς τοῦ δέλτα καὶ τοῦ ˉθ φιλίας. ὡς γὰρ οὐδέτερον οὐθέτερον, καὶ

χάριδος χάριτος, καὶ ἄλλα ὅσα ἐδηλώθη, οὕτω καὶ ἔδω ἔθω. ὡς τὸ, ἔθων Οἰνῆος

ἁλωήν. καὶ πλεονασμῷ τοῦ σίγμα, ἔσθω καὶ ἐσθίω. (ῃερς. 100.) Βωμοὶ δὲ ἁπλῶς,

ἀνάβαθμοι ἐνταῦθα, ἐφ' ὧν λυχνοφόροι κοῦροι ἵσταντο χρύσεοι καὶ αὐτοί. γέγονε δέ

τις μνήμη καὶ ἀλλαχοῦ τῶν τοιούτων βωμῶν. (ῃερς. 101.) Τὸ δὲ αἰθομένας δαΐδας

ἔχοντες καὶ (ῃερς. 102.) τὸ φαίνοντες, παρακείμενα ἀλλήλοις συναπτῶς, παρήγαγε

τὸν φανὸν ὃς καὶ πανὸς ἐλέχθη παρὰ τοῖς ὕστερον ὡς καὶ αὐτὸ ἐν ἄλλοις ἐγράφη.

καὶ τὸ φανίον δὲ τὸ ἐκ φανοῦ παράγωγον, οὗ ἡ χρῆσις παρὰ Μενάνδρῳ. οὗ φανίου

τὸ ὑποκόρισμα, παράγει καὶ τὸ ἰδιωτικῶς λεγόμενον φανάριον. Φιλυλλίου δὲ κατὰ

τὴν παράδοσιν τοῦ δειπνοσοφιστοῦ, τὰς λαμπάδας δᾷδας καλοῦντος ἀκολούθως

δηλαδὴ τῷ ποιητῇ, Ἀθηναίων δὲ κατὰ τὸν γλωσσογράφον Σιληνὸν, φανοὺς

ὀνομαζόντων τὰς λαμπάδας, ἔστι συναγαγεῖν, ταυτά τινα πολυωνομίας λόγῳ εἶναι,

δᾷδας φανοὺς καὶ λαμπάδας. Τιμαχίδας δέ φησι, δέλετρον καλεῖ τὸν φανὸν ὃν οἱ

νυκτερευόμενοι τῶν νέων ἔχουσι. Νεάνθης δέ 1.264 φασιν, ἑλάνας τὰς λαμπάδας

ἔφη παρὰ τὴν ἕλην ἥτις ἐστὶν εἵλη, ἀφ' ἧς πολλὰ γίνονται. ὧν καὶ τὸ εἱληθερεῖν. καὶ

θειλόπεδον ὡς μετ' ὀλίγα φανεῖται. παρὰ δὲ Νικάνδρῳ φησὶν ἑλάνη, ὁ ἐκ καλάμων

δεσμός. εὕρηται δὲ καὶ λυχνοῦχος καλούμενος ὁ φανός. Ἄλεξις γοῦν φησιν, ὁ

πρῶτος εὑρὼν μετὰ λυχνούχου περιπατεῖν τῆς νυκτὸς, ἦν τις κηδεμὼν τῶν

δακτύλων. ὁ δ' αὐτὸς ἐν ἄλλοις ἔφη. ποῖός ἐστι φανὸς τοιοῦτος, οἷος ὁ γλυκύτατος

ἥλιος; ἔστι δέ φασι φανὸς, ἡ ἐκ ξύλων τετμημένων δέσμη. καὶ δηλοῖ αὐτὸ

Φιλιππίδης ἐν τῷ, ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδέν. πρὸς ὃ λέγει ὁ ἀκούσας. ἔπειτα

φυσᾶν δυστυχὴς οὐκ ἠδύνω. Καὶ ὅρα τὸ, ὁ φανὸς οὐκ ἔφαινεν ἐτυμολογικῶς ῥηθέν.

Ὁμήρου κατάρξαντος τοιαύτης μεθόδου ὡς εἴρηται. δοκεῖ δὲ τῶν εἰς φανὸν

τεμνομένων ξύλων ἓν εἶναι καὶ τὸ καλούμενον γράβιον, πρίνινον αὐτό φασιν ἢ

δρύϊνον ξύλον. ὃ ἐθλασμένον ἢ κατεσχισμένον, ἐξάπτεται καὶ φαίνει τοῖς

ὁδοιποροῦσι. μή ποτε δὲ ἄρα δᾴδων εἶδός τι καὶ τὸ τοιοῦτον γράβιον εἴγε πίσσαν

καταστάζειν ἔχει ὡς δηλοῖ Θεοδωρίδας ὁ Συρακούσιος ἐν τῷ, πίσσα δ' ὑπὸ γραβίων

ἔσταζεν. ὅτι δὲ καὶ πυρσὸς ὁ φανὸς ἐκαλεῖτο, οὐκ ἔστιν ἀμφιβαλεῖν. τὴν δὲ ἐκ ξύλων

τετμημένων σύνθεσιν τοῦ, εἴτε φανοῦ εἴτε λύχνου, δηλοῖ φασι καὶ Ἀριστοφάνης ἐν

τῷ, τῶν ἀκοντίων συνδοῦντες ὀρθὰ τρία, λυχνίῳ χρώμεθα ἤγουν λυχνίᾳ. τὴν γὰρ

νῦν φασι λυχνίαν, λυχνίον ἐκάλουν ὡς Φερεκράτης. πανοῦ δέ φασι χρῆσις τοῦ

βραχέων εἰρημένου, καὶ παρὰ ∆ιφίλῳ. οἷον. ἀλλ' ὁ πανὸς ὕδατός ἐστι μεστός. ἤτοι ὁ

φανὸς ξύλα ἔχει χλωρότατα καὶ διατοῦτο ὑδατηρά. ὁ δὲ παρὰ Ἀλέξιδι

ξυλολυχνοῦχος, τάχα φασὶν ὅμοιός ἐστι, τῷ παρὰ Θεοπόμπῳ ὀβελισκολύχνῳ. οὐ

παλαιὸν δὲ εὕρημα ὁ λύχνος. λέγει δὲ ὁ ῥηθεὶς Ναυκρατίτης ῥήτωρ, καὶ ὅτι

λυχνοκαυτίαν ἔφη Κηφισόδωρος. ἣν οἱ πολλοὶ, λυχναψίαν. κεῖται δὲ παρ' αὐτῷ καὶ

κανδήλας χρῆσις. οἷον. ἀσσαρίου κανδήλας πρίω. ἤγουν ἐξώνησαι. λέγει δὲ καὶ τὰ

λύχνα οὐδετέρως κατὰ Ἡρόδοτον. (ῃερς. 101.) δῆλον δὲ καὶ ὅτι αἰθομένας δαΐδας ὁ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

300

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!