18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

κλεεννόν. οὕτω δὲ καὶ ἐπὶ τοῦ κτείνω κτέννω. οὗ χρῆσις καὶ ἐν τῷ, τὸ παλαιὸν

λύκους ἀπέκτεννον ἐν τῇ Ἀττικῇ καὶ, νόμος ἦν λυκοκτοννεῖν. καὶ τῷ κτείναντι μὲν

τέκνον λύκου τάλαντον δίδοσθαι. τῷ δὲ τέλειον, δύο. (ῃερς. 424.) Ἡ δὲ χηλὸς ὅτι καὶ

λάρναξ λέγεται κατὰ πολυωνυμίαν καὶ κιβωτὸς, δεδήλωται καὶ ἀλλαχοῦ. οἱ δὲ

παλαιοὶ φασὶ καὶ ὅτι ζύγαστρον, ἡ κιβωτός. καὶ ζυγῶσαι, τὸ συναρμόσαι. καὶ κεῖται ἡ

τοῦ ζυγάστρου λέξις καὶ παρὰ Λυκόφρονι. ἕτεροι δέ φασιν, ὅτι ξυλίνη σορὸς τὸ

ζύγαστρον, παρὰ τὸ ζυγῶσθαι, δόξοι δ' ἂν ἴσως ἐκ τῆς κατὰ Λατίνους χρήσεως ἧς

πολλοὶ πεπείρανται μὴ ἐξανάγκης ξύλινον εἶναι τὸ ζύγαστρον, ἀλλὰ καὶ τὸ κατὰ

παραφθορὰν λεγόμενον σίγιστρον, καλούμενον ἴσως οὕτω, διὰ τὸ κατὰ ζυγοῦ

ἰσότητα φορτίζεσθαι. δοχεῖον ὂν καὶ αὐτὸ, κρυπτικὸν τῶν ἔσω. πολλὰ δὲ καὶ ἄλλα

τῶν πάλαι χρηστῶν λεκτῶν παρέφθαρται. ὧν ἔστι καὶ τὸ ἰδιωτικῶς λεγόμενον

σπαρτζίον. σπαρτίον ὀφεῖλον λέγεσθαι κατὰ τὴν ἀνέκαθεν χρείαν. εὑρέθη γάρ ποτε

τοῖς λουομένοις, ἀντὶ σπόγγων πλέγμα τι ἀπὸ σπάρτων ὡς εἰκός. καὶ λέγεται

Ἀριστοφάνης παραδηλοῦν αὐτὸ, ἐν δράματι καλουμένῳ ἀναγύρῳ. (ῃερς. 440.) Τὸ δὲ

ἥτις ἀρίστη, ἐφερμηνευτικόν ἐστι τοῦ ἀριπρεπέα, ὥσπερ καὶ τὸ περικαλλέα. Ἐσθῆτα

δὲ, ἑνικῶς καὶ νῦν, τὰ πολλὰ περιβλήματα λέγει τὰ ἐκ τῶν βασιλέων δηλαδή. (ῃερς.

441.) Τὸ δὲ καλόν τε χιτῶνα. ὅμοιόν ἐστιν ὡς εἰ καὶ εὐπλυνῆ καὶ αὐτὸν εἶπε. (ῃερς.

443.) Τὸ δὲ ἐπὶ δεσμὸν ἴηλον, τέτραπται καὶ αὐτὸ κατὰ τὸ ἐπὶ χεῖρας ἴηλαν. (ῃερς.

444) Τὸ δὲ δηλήσεται, εὐφήμως εἶπεν ἐπὶ κλοπῆς. (ῃερς. 445.) Τὸ δὲ γλυκὺν ὕπνον,

παραμυθεῖται τὸν Ὀδυσσέα εἴπερ ἀπόνως οὕτω καὶ ἀνεπαισθήτως πλευσεῖται εἰς

Ἰθάκην. Ἰστέον δὲ ὡς ἐντεῦθεν οἱ παλαιοὶ ἐμυθεύσαντο, καὶ ὕπνου δοτεῖρας εἶναι

τὰς τῶν Φαιάκων νῆας. καὶ τὸν ὕπνον πλεούσαις αὐταῖς συμπαρομαρτεῖν. (ῃερς.

447.) Ἐπαρτύειν δὲ πῶμα, τὸ συναρμόττειν. καὶ ἔστιν ἀρετὴ πώματος τὸ

συναρηρέναι. καὶ οὕτως ἂν εἴη καὶ ὁ τῆς χηλοῦ δεσμὸς ἀσφαλής. Ἰστέον 1.308 δὲ ὅτι

τε τὸ πῶμα, καὶ ἐπίθημα λέγεται. καὶ ὅτι ἐπίθημα ταυτόν δ' εἰπεῖν πῶμα οὐ μόνον

τραπέζης καὶ κιβωτοῦ, ἀλλὰ καὶ χύτρας. ὡς δηλοῖ μάγειρος εἰπών. ὅταν ἐν

περιδείπνῳ τυγχάνω διακονῶν, τοὐπίθημα τῆς χύτρας ἀφελὼν, ἐποίησα τοὺς

δακρύοντας γελᾶν. (ῃερς. 448.) Τὸ δὲ δέδαε φρεσὶ, δαΐφρονα συνθέτως βούλεται καὶ

τὴν Κίρκην εἶναι. ὅθεν καὶ διδάσκαλος ποικίλου δεσμοῦ τῷ ποικιλόφρονι γίνεται

Ὀδυσσεῖ. (ῃερς. 430.) Ἐν τούτοις δὲ, ὁ Ἀλκίνοος ἐμφαίνει καὶ τὸ ποσὸν τοῦ ταλάντου

μὴ εἶναι πολύ. ἑκάστου γὰρ τῶν ἄλλων βασιλέων τάλαντον δωρησαμένου, αὐτὸς

χρύσεον δίδωσιν ἄλεισον. φησὶ γάρ. καί οἱ ἐγὼ τόδ' ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσω

χρύσεον. ὄφρ' ἐμέθεν μεμνημένος ἤματα πάντα, (ῃερς. 432.) σπένδῃ ἐν μεγάρῳ.

τοῦτο δὲ σεμνῶς εἶπε. σπένδειν γὰρ δίδωσιν, ἵνα μὴ δόξῃ προσονειδίζειν τῷ ξένῳ τὸ

οἰνοποτεῖν. καὶ νῦν μὲν, ποτήριον σεμνολογεῖται ὡς χρηστὸν μὴ πίνειν ἐξ αὐτοῦ

ἀλλὰ σπένδειν. ἡ δὲ γραῦς Ἑκάβη ἐν Ἰλιάδι οἶνον δίδωσι τῷ υἱῷ, οὐχ' ἵνα πίῃ ἀλλὰ

σπείσῃ τῷ ∆ιΐ. (ῃερς. 430.) Περικαλλὲς δὲ τὸ ἄλεισον λέγει, καθὰ καὶ τὰ τῶν

βασιλέων δῶρα περικαλλέα φησὶν, ὧν φύλαξ ἡ Ἀρήτη. φησὶ γάρ. μητρὶ παρ' αἰδοίῃ

ἔθεσαν περικαλλέα δῶρα τὰ καὶ κάλλιμα, οἱ τοῦ βασιλέως παῖδες. (ῃερς. 4.) Καὶ ὅρα

τὸ, παρ' αἰδοίῃ ἔθησαν ὅ ἐστι παρέθεντο. ἀφ' οὗ καὶ ἡ παραθήκη συνετέθη μεθ'

Ὅμηρον. (ῃερς. 431.) Τὸ δὲ μεμνημένος ἤματα πάντα, τὸ τέλος ἐμφαίνει τοῦ

εὐεργετεῖν, ὅ πέρ ἐστιν ἡ διηνεκὴς ἐσύστερον μνήμη. διὰ μακροῦ γὰρ καὶ οὕτως ἡ

χάρις κατὰ τὸν τραγικόν. (ῃερς. 399.) Κήρυκα δὲ πέμπει ἕκαστος οἴσειν τὰ δῶρα, ἐπεὶ

καὶ ἕκαστος τῶν δεκατριῶν, ἀριπρεπὴς ἐλέχθη βασιλεύς. πάντως δὲ, βασιλικοὶ οἱ

κήρυκες. (ῃερς. 396.) Ὅτι τοῦ Φαίακος Εὐρυάλου λυπήσαντος ἤδη τὸν Ὀδυσσέα ὡς

προδεδήλωται, μέσος πεσὼν ὁ βασιλεὺς, εἰς φιλίαν συνάγει αὐτούς. εἰπών. Εὐρύαλος

δὲ αὐτὸν ἀρεσάσθω ἐπέεσσι καὶ δώρῳ. ἔπεσι μὲν, ὡς λόγοις ὀνειδιστικοῖς λυπήσας.

(ῃερς. 397.) δώροις δὲ, ὡς οἷον κατά τινα ποινήν. ἐπεὶ οὔτι ἔπος κατὰ μοῖραν ἔειπε.

καὶ ὁ Εὐρύαλος πεισθεὶς, ποιεῖ ἀμφότερα. καὶ ἀρέσεσθαι εἰπὼν τὸν ξένον καὶ δώσειν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

350

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!