18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Θρῃκῶν ὄρεα. ἐξ Ἀθόω δ' ἐπὶ πόντον ἐδύσατο. Ἰστέον δὲ ὅτι καὶ οἱ νοοῦντες ἐνταῦθα

Σιδονίους τοὺς κατὰ Φοινίκην τὴν ἡμῖν γνώριμον, ἐξ Ὁμήρου ὁρμῶνται. εἰπόντος

κατευθὺ, Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους. ἧς Φοινίκης μέρος καὶ ἡ Σιδών. ὁ δὲ

γεωγράφος φησὶ καὶ ὅτι Σιδόνιοι καὶ Ἐρεμβοὶ, οἱ Ἄραβες νῦν λέγονται. ὅθεν τινὲς

ἀντὶ τοῦ, Ἐρεμβοὺς Ἄραβάς τε γράφουσιν, οἳ οὕτως ὀνομάζονται, ἀπὸ Ἀράβου τινὸς

ὡς Ἡσίοδος ἐτῷ ἑαυτοῦ καταλόγῳ φησί. καὶ ἄλλως δέ πως, ὡς ἐν τοῖς τοῦ

περιηγητοῦ διείληπται. τινὲς δὲ Ἐρεμβοὺς, τοὺς Ἰνδοὺς νοοῦσι παρὰ τὸ ἔρεβος. διὸ

Ἐρεμνοὺς γράφει ὁ Κράτης, ὅ ἐστι μέλανας. ὁ δὲ γεωγράφος ἀπάγων ἐντεῦθεν τὴν

τοιαύτην γραφὴν, λέγει ὅτι Ἐρεμβοὶ δὲ, ζητοῦνται εἴτε τρωγλοδύται εἴτε Ἄραβες. τὸ

δὲ Ἐρεμνοὺς γράφειν, οὐ πιθανόν. Αἰθιόπων γάρ φησι τοῦτο μᾶλλον ἴδιον. οἱ δέ γε

πρὸς τὸ σαφέστερον μεταλαμβάνοντες τοὺς Ἐρεμβοὺς, τρωγλοδύτας αὐτοὺς

καλοῦσι. καὶ ἔστι τοῦτο μὲν, παρὰ τὸ εἰς τρώγλας δύεσθαι. ἐκεῖνο δὲ ὡς καὶ ἀλλαχοῦ

εἴρηται, παρὰ τὸ εἰς ἔραν ἐμβαίνειν διὰ τὸν ἐν τῷ περιέχοντι καύσωνα. Ἀρίσταρχος

δέ φασι καὶ αὐτὸς Ἐρεμνοὺς τοὺς Ἄραβας νοεῖ.(ῃερς. 85.) Ὅτι δὲ τὴν Σιδόνα Ὅμηρος

μὲν συστέλλει ἐν τῇ παραληγούσῃ ἐκτείνων τὴν ἄρχουσαν, οἱ δὲ μεθ' Ὅμηρον

ἀνάπαλιν χρῶνται, σεσημείωται ἀλλαχοῦ καὶ αὐτό. καθὰ καὶ περὶ Λιβύης, ὅτι ἢ ἀπὸ

γυναικὸς ὁμωνύμου ἐκλήθη, ἢ ἀπὸ τοῦ λιπέσθαι ὑετοῦ. ἢ παρὰ τὸν Λίβα. καὶ εἴ τι δὲ

καὶ ἄλλο καίριον. Τὸ δὲ ἄφαρ κεραοὶ τελέθουσιν, ἀντὶ τοῦ, εὐθὺς ἅμα τῷ γεννηθῆναι

κεράτων φυὴν προβάλλονται. καὶ συντελεῖ πρὸς τοῦτο καὶ ὁ τοῦ Ἡροδότου λόγος,

εἰπόντος ἐξεναντίου κατὰ ἰδιότητα ψυχροῦ τόπου, ὡς οὐ φύει κέρατα ἐν Σκυθίᾳ τὸ

γένος τῶν βοῶν. ὀρθῶς οὖν φησιν εἶπεν Ὅμηρος τὸ, Λιβύην ὅθι τ' ἄρνες ἄφαρ

κεραοὶ τελέθουσιν. ἐν τοῖς θερμοῖς γὰρ, ταχὺ παραγίνονται τὰ κέρατα. ἐν δὲ τοῖς

ἰσχυροῖς ψύχεσιν, ἢ οὐ φύει κέρατα τὰ κτήνεα τὴν ἀρχὴν, ἢ φύει μόγις. Καὶ ὅρα τὸ,

ταχὺ παραγίνονται τὰ κέρατα. τὸ γὰρ Ὁμηρικὸν ἄφαρ, ὑπερβολήν τινα ἔχει. καὶ πρὸς

τερατῶδες εἴρηται. Σημείωσαι δ' ἐνταῦθα μάλιστα τὸ τοῦ Ἀριστοτέλους, εἰπόντος,

ὡς ἐν Λιβύῃ τὰ κερατώδη, εὐθὺς γίνονται κέρατα ἔχοντα. ἕτεροι δὲ τὸ, ἄρνες ἄφαρ

κεραοὶ τελέθουσιν, οὕτω νοοῦσιν. ἔνθα οἱ μετ' ὀλίγον ἐσόμενοι κεραοὶ, ἄφαρ

γίνονται. ἤγουν εὐθὺς καὶ ταχὺ καὶ ἄλλοι ἐπ' ἄλλοις, διὰ θερμότητα τόπου. (ῃερς.

85.) ὃ καὶ ἑρμηνεύων σαφέστερον, ἐπάγει. τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς

ἐνιαυτόν. τοῦτο δὲ πάλιν, διχῶς. ἢ γὰρ ὅτι μῆλα εἰσὶν ἐκεῖ τινα ὧν γόνος ἑκάστου

ἔτους ἀνὰ τρὶς γίνεται. τουτέστι διόλου ἀνὰ τρὶς αἱ αὐταὶ ὄϊς τίκτουσιν. ἢ καὶ ὅτι

περὶ τρεῖς ὥρας τοῦ ἐνιαυτοῦ γεννῶσι τὰ μῆλα, καὶ οὐχ' ὡς παρ' ἡμῖν μόνῳ τῷ ἦρι.

Ἰστέον δὲ ὅτι δίχα τόπων ἄλλων οἳ καὶ ἐκεῖνοι ἐπὶ πολλοῖς ἀγαθοῖς θαυμάζονται,

λέγεται παρ' Ἀθηναίῳ, καὶ ἐν Λυσιτανίᾳ χώρᾳ τῆς Ἰβηρίας ἣν Ῥωμαῖοι Σπανίαν

ὀνομάζουσι, καὶ τὰ ζῷαπολύγονα εἶναι διὰ τὴν αὐτόθι τοῦ ἀέρος εὐκρασίαν, καὶ οἱ

καρποὶ οὐδέ ποτε φθείρεσθαι. καὶ ῥόδα ἐκεῖ καὶ λευκόϊα καὶ ἀσπάραγοι καὶ τὰ

παραπλήσια τούτοις, οὐ πλείω διαλείπειν μηνῶν τριῶν. λέγει δὲ ἐκεῖνος ἐν τούτοις,

καὶ περὶ θαλασσίου ὄψου καὶ λοιπῶν. ἐν οἷς σημειωτέον κείμενον καὶ τὸ, βοῦς

ζύγιμος. ∆ημοσθένης δὲ ὁ τὴν Ὀδύσσειαν μεταβαλὼν, λέγει ὅτι Λυβίη, χωρίον εἰς

προβατείαν ὧν οἶδα ἐγὼ, εὐφυέστατον. κυΐσκεταί τε γὰρ τρὶς ἐπ' ἔτει ἑκάστῳ τὰ

πρόβατα, καὶ αὔξεται ῥᾳδίως. Τελεσφόρος δὲ ἐνιαυτὸς, πρὸς διαστολὴν τῶν ὡρῶν.

τελειωτικὸς γὰρ αὐτὸς μάλιστα τῶν κατὰ φύσιν ὡς περιεκτικὸς ἑκάστης ὥρας.

λέγεται δὲ τελεσφορεῖν ὡς καὶ πληροφορεῖν, καὶ τὸ ἁπλῶς εἰς τέλος ἄγειν. ὅθεν καὶ

δίκη τελεσφόρος ἔτι δὲ καὶ ἐλπίς. (ῃερς. 87.) Ἄναξ δὲ καὶ ἐνταῦθα, οὐκ ἐπὶ βασιλέως,

ἀλλὰ τοῦ ἁπλῶς δεσπόζοντος. (ῃερς. 88.) Τὸ δὲ γάλα ὅτι γλυκερὸν, καὶ ὁ τῶν μυιῶν

ἑσμὸς δηλοῖ αἳ τὴν Ὁμηρικὴν ἐν Ἰλιάδι ποιοῦσι παραβολήν. ὡς δὲ γάλα οἱ πολλοὶ

καὶ τὸν τῆς συκῆς λέγουσιν ὀπὸν διὰ 1.151 τὸ τῆς χρόας λευκὸν, ἔτι δὲ καὶ τὸν τοῦ

τιθυμάλλου, ἐξ οὗ γάλατος παρωνομάζουσιν ἐκεῖνοι αὐτὸ, ἡ ταπεινὴ διάλεκτος

δηλοῖ. ὡς δὲ καὶ ὀρνίθων γάλα κατὰ Ἀναξαγόραν τὸ ἐν τοῖς ὠοῖς, ὁ Ἀθήναιος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

171

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!