18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

σεμνύνει δὲ τὸν Ὀδυσσέα, ὡς ἐν τοῖς ἑξῆς φανεῖται. (ῃερς. 4.) Ἰστέον δὲ ὅτι τὸ, ὅτινα

ποιητικὸν ὂν, κεῖται μὲν ἀντὶ τοῦ ὅν τινα, γίνεται δὲ ἀπὸ τοῦ τινὰ πλεονασμῷ τοῦ ˉο

καθ' ὁμοιότητα τοῦ ὅτου. καὶ ὅτῳ. καὶ ὅτοισιν ἀντὶ τοῦ οἷστισι. καὶ ὁτέοισι. καὶ

ὅτινας ἀντὶ τοῦ οὕς τινας. καὶ ὅτις ἀντὶ τοῦ ὅς τις. οἷον. ὅτις σφέας εἰσαφίκηται. καὶ,

ἠδ' ὅτις οὐκ ἀλέγει. (ῃερς. 5.) Τὸ δὲ ἐπεί μ' ἐχολώσατε λίην ὅθεν μετ' ὀλίγα καὶ ὁ

βασιλεὺς ὁρμηθεὶς χώεσθαι τὸν Ὀδυσσέα ἐρεῖ ἐφ' οἷς ἐκ τοῦ Λαοδάμαντος ἤκουσε,

λεαίνει τὸ τραχὺ τοῦ κατὰ τὸν Ὀδυσσέα λόγου καθὰ καὶ πρὸ τούτων τὸ, ὤρινάς μοι

θυμὸν εἰπὼν οὐ κατὰ κόσμον. δοκεῖ γὰρ ἄλλως θρασὺς ὁ Ὀδυσσεὺς εἶναι ἐφ' οἷς

ἑαυτὸν ἄγαν σεμνύνει. (ῃερς. 6.) Σημείωσαι δὲ καὶ ὅτι καταφήσας τρεῖς ἄθλους

ἐνταῦθα Ὀδυσσεὺς ἐν τῷ ἢ πὺξ ἢ πάλῃ ἢ καὶ ποσὶ, μετ' ὀλίγα καὶ τοξότης εἰδήμων

εἶναι φησὶ καὶ ἀκοντιστής. τὸ μέντοι ποδῶκες, ἀποφάσκει ἑαυτοῦ. παιδεύων χρεὼν

εἶναι τὸν συνετὸν εἴπου καὶ παραῤῥίψοι οὐκ ἀκριβῶς λόγον 1.292 τινὰ,

ἐπιδιορθροῦσθαι αὐτόν. (ῃερς. 8.) Τὸ δὲ τίς ἂν φιλέοντι μάχοιτο, ἑρμηνεύων, ἔφη.

ξεινοδόκῳ ἔριδα προφέρηται. (ῃερς. 211.) Τὸ δὲ δήμῳ ἐν ἀλλοδαπῷ, πρὸς λόγου

ἀσφάλειαν κεῖται. οἴκαδε μὲν γάρ τις περιφρονήσοι ἂν ξεινοδόκον. οὐκ ἂν δὲ καὶ ἐν

αὐτῷ τῷ τοῦ ξεινοδόκου δήμῳ. Τὸ δὲ ἴδμεν ἐπὶ ἀπαρεμφάτου σπανίως εὕρηται.

(ῃερς. 214.) Ὅτι συνιστῶν ἑαυτὸν Ὀδυσσεὺς παρὰ τοῖς Φαίαξιν οὐ μὴν δὲ ἀλλὰ καὶ

τὴν ἐν τοῖς μετὰ ταῦτα μνηστηροφονίαν πιθανὴν ποιῶν καθ' ἣν πρῶτος τῶν ἄλλων

αὐτὸς ὀϊστεύσας ἀριστεύσει, φησί. πάντα γὰρ οὐ κακός εἰμι μετ' ἀνδράσιν ὅσσοι

ἄεθλοι. εὖ μὲν τόξον οἶδα ἐΰξοον ἀμφαφάασθαι. πρῶτος ἂν ἄνδρα βάλοιμι

ὀϊστεύσας ἐν ὁμίλῳ ἀνδρῶν δυσμενέων εἰ καὶ μάλα πολλοὶ ἑταῖροι (ῃερς. 218.) ἄγχι

παρασταῖεν καὶ τοξαζοίατο φωτῶν ἤτοι κατὰ ἀνδρῶν. εἶτα εἰπὼν ὅτι οἶος δή με

Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ ἐν Τροίᾳ ὅτε τοξαζοίμεθα Ἀχαιοί. τῶν δ' ἄλλων, ἐμέ

φημι προφερέστατον εἶναι, ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες. καὶ ὅτι,

ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω, (ῃερς. 224.) οὔθ' Ἡρακλῆϊ οὔτ'

Εὐρύτῳ Οἰχαλιῆϊ. καὶ τὴν αἰτίαν εἰπὼν ὡς ῥηθήσεται μετ' ὀλίγα, ἥτις ἦν, τὸ καὶ

θεοῖς αὐτοὺς ἐρίζειν διὰ τὸ κατ' ἀρετὴν ἀνυπέρβλητον, ἐπάγει. (ῃερς. 229.) δουρὶ δ'

ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀϊστῷ. πάνυ ἐνταῦθα περιαυτολογήσας. διὸ

παραμυθούμενος τὴν ἀλαζονείαν ἐπάγει εὐθὺς ταπεινότερον ὡς πρὸς ἔνδειξιν τοῦ

ἀληθεύειν τὸ, μόνοις δέδοικα (ῃερς. 230.) ποσὶ μή τίς με παρέλθῃ Φαιάκων. καὶ τὴν

αἰτίαν προτιθεὶς, φησί. λίην γὰρ ἀεικελίως ἐδαμάσθην κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ

κομιδὴ κατὰ νῆα ἔην ἐπηετανός. τῷ μοι φίλα γυῖα λέλυνται. (ῃερς. 246.) ἐφ' οἷς ὁ

βασιλεὺς Ἀλκίνοος τῷ τοῦ Ὀδυσσέως κόμπῳ πίστιν σχὼν, οὐκέτι καθὰ καὶ πρὸ

τούτων ἀριστεύειν φησὶ τοὺς Φαίακας πὺξ καὶ παλαισμοσύνῃ καὶ ἅλμασι καὶ ποσίν.

ἀλλὰ μεταβαλὼν, λέγει. οὐ γὰρ πυγμάχοι ἐσμὲν ἀμύμονες, οὐδὲ παλαισταί. ἀλλὰ

ποσὶ κραιπνῶς θέομεν (ῃερς. 247.) καὶ νηυσὶν ἄριστοι, ἐσμὲν δηλαδή. εἰ καὶ λείπει τὸ

ῥῆμα. Ἔνθα ὅρα ὡς Ὀδυσσέως εἰπόντος δεδοικέναι μή τις αὐτὸν ποσὶ παρέλθοι, ὁ

βασιλεὺς ἀριστεύειν ἐνταῦθα φησὶ τοὺς Φαίακας. εὐδοκιμεῖν αὐτοὺς εἰπὼν, περὶ

ὅπερ ὁ ξένος ἀπείπατο. καὶ ἀρετὴν αὐτοῖς ἐπιμαρτυράμενος ἀνεξέλεγκτον. ἐλεγχθεὶς

γάρ, φασιν, ἀρνεῖται ἵνα μὴ παροξύνῃ τὸν ξένον. τάχα γοῦν ὁ Ἀλκίνοος ἀπόδρομον

τὸν Ὀδυσσέα ἐνόμισεν, ὡς ἤδη πεπαυμένον ἀπὸ τῶν δρόμων. ὃ δή τισι τῶν παλαιῶν

ἐῤῥέθη πρὸς ὁμοιότητα τοῦ ἀπόμαχος καὶ τῶν ὁμοίων. καὶ μὴν ἕτεροι ἄλλως

χρῶνται τῷ ἀπόδρομος, φάμενοι, ὡς ἐν Κυρήνῃ μὲν, τοὺς ἐφήβους, τριακάπους

καλοῦσιν. ἐν δὲ Κρήτῃ, ἀποδρόμους, διὰ τὸ μηδέπω τῶν κοινῶν δρόμων μετέχειν.

οὕτω δὲ καὶ Καλλίμαχος ἀπότριχα τὸν ἄνηβον ἔφη. (ῃερς. 214.) Σημείωσαι δὲ ὅτι τὸ

μὲν οὐ κακός εἰμι, μετρίως εἶπε καὶ ἐπιεικῶς Ὀδυσσεύς. δυνάμενος εἰπεῖν ὡς πάνυ

δεξιῶς ἔχω. ἵνα εἴη τὸ οὐ πάνυ κακὸς, οὐ μόνον κακίας ἀπόφασις ἀλλὰ καὶ ἀντὶ τοῦ

λίαν δεξιὸς ἢ ἀνδρεῖος. (ῃερς. 221.) τὸ μέντοι τῶν ἄλλων ἐμέ φημι προφερέστερον

εἶναι, οὐκέτι ἐπιεικοῦς ἤθους, ἀλλὰ σεμνοῦ. καθ' ὑπερβολὴν γὰρ ἐπικριτικῶς ἡ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

332

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!