18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τὰ ἐφεξῆς. Ἔστι δὲ ὑπέρβιος ὕβρις, ἡ ἐκ μεγαλοδυνάμων ἀνδρῶν, καὶ ἡ ὕπερθεν

πάσης δυνάμεως. (ῃερς. 367.) Ἰστέον δὲ ὅτι σεμνῶς μὲν ἐλέχθη παρὰ τοῦ ποιητοῦ τὸ

πάντες δ' ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι. οὔτε γὰρ αἰσχρόν τι ἐνταῦθα κεῖται

ῥῆμα, καὶ τὸ ἠρήσαντο δὲ, πάνυ ἔνδοξον ὡς ἐπὶ θείου τινὸς πράγματος διὸ οὐκ εἶπεν

ἵμερον ἔσχον. ἢ ἠθέλησαν. ἤ τι τοιοῦτον, ἀλλὰ ἠρήσαντο. ἤγουν ηὔξαντο. ὅμως

μέντοι, ὁ φιλομήτωρ Τηλέμαχος οὐκ ἀρέσκεται τῇ ἐκείνων εὐχῇ, ἣν καὶ ὅμαδον ἔφη

ὁ ποιητής. (ῃερς. 370.) Ὅρα δὲ καὶ ὅτι μικρὸν ἀνῆκεν ὁ κιθαρῳδὸς καὶ οἱ μνηστῆρες

οὐ φέρουσιν ἀτρεμεῖν. διὸ καὶ ὁ Τηλέμαχος. δαίνυσθαι αὐτοὺς καθ' ἡσυχίαν ἐθέλει.

καὶ τέρπεσθαι τῇ ἀοιδῇ. καὶ μὴ εἶναι βοήν. ἄμεινον ἡγούμενος αὐτοὺς ταῦτα ποιεῖν,

ἢ οὕτω σχολάζειν ἐπὶ ὕβρει καὶ ὁμάδῳ. Σκιόεντα δὲ μέγαρα, ἢ τὰ μεγάλην σκιὰν

ἀποτελοῦντα διὰ τὸ πολὺ τοῦ ὕψους καθ' ὃ καὶ Αἰγύπτιαι πυραμίδες ἐσημειώθησαν,

ἢ τὰ χάριν σκιᾶς γεγονότα. οὐ γὰρ μόνον χειμῶνος ἀλεωρὴ τὸ μέγαρον, ἀλλὰ καὶ

καύσωνος. Ὅτι δ' ἐντεῦθεν λαβὼν Ἡσίοδος καὶ τὰ μέγαρα τὴν χώραν σκιόεντα ἔφη,

ὁ Πορφύριος δηλοῖ. (ῃερς. 371.) Ὅτι κατευναστικὸν ἐπὶ τραπεζίου βοῆς τὸ, νῦν μὲν

δαινύμενοι, τερπώμεθα, μὴ δὲ βοητὺς ἔστω. ἐπεὶ τό, γε καλόν. εἰς δὲ ἐγκώμιον

ἀοιδοῦ ἢ ἁπλῶς λογίου ἀνδρὸς, καλὸν εἰπεῖν τὸ, ἐπεὶ τό γε καλὸν ἀκουέμεν ἐστὶν

ἀοιδοῦ τοιοῦδε, οἷος ὅ δ' ἔστι θεοῖς ἐναλίγκιος αὐδήν. ἢ μάλιστα κατὰ παρῳδίαν,

μούσαις ἐναλίγκιος. Καὶ ὅρα ὅπως εἰς ταυτὸν ἤγαγε τὴν ἀοιδὴν καὶ τὴν αὐδήν. ἔστι

γὰρ καὶ ἡ ἀοιδὴ, τῷ γένει αὐδή. Τὸ δὲ βοητὺς, ὅμοιόν ἐστι τῷ ἐδητύς. ταυτὸν δὲ

ὅμαδος καὶ βοητύς. ὥσπερ αὖ πάλιν ὅμαδος καὶ ἀλαλητός. (ῃερς. 374.) Ὅτι καινός τις

εἶναι δοκεῖ σχηματισμὸς τὸ, ὄφρα ὑμῖν μῦθον ἀπηλεγέως ἀποείπω ἐξιέναι μεγάρων,

ἄλλας δ' ἀλεγύνε τε δαῖτας. ἐχρῆν μὲν γὰρ εἰπεῖν, ἄλλας δ' ἀλεγύνειν δαῖτας.

θυμούμενος δὲ ὁ ταῦτα λέγων Τηλέμαχος, οὐκ ἔχει κρατεῖν τῆς συντάξεως. ἴσως δὲ

καὶ τὸ ἐξιέναι, οὕτω νοητέον, ἀντὶ τοῦ ἐξέλθετε. ἵνα λέγῃ. ἐξέλθετε καὶ ἀλεγύνατε. ὃ

καὶ κρεῖττον. ἐν γοῦν τῇ ˉβ ῥαψῳδίᾳ, ἐρεῖ. ἔξιτέ μοι μεγάρων. καὶ ἑξῆς. σύνηθες δὲ

πολλαχοῦ τοῖς ποιηταῖς ὥσπερ καὶ τοῖς πεζολεκτοῦσιν Ἀττικοῖς, χρῆσθαι τοῖς

ἀπαρεμφάτοις ἀντὶ προστακτικῶν. (ῃερς. 375.) Τὸ δὲ ἀλεγύνω, παράγωγόν ἐστιν ἐκ

τοῦ ἀλέγω. ὡς πλήθω, πληθύνω. καὶ δηλοῖ τὸ ἀρτύσαι. σκευάσαι. ἐκ δὲ τούτου κατὰ

συγκοπὴν, τὸ ἀλγύνω. ἤγουν αἴτιος τινὶ γίνομαι τοῦ ἀλεγύνειν. δῆλον δέ, ὅτι ἔχει τι

παρηχήσεως τὸ ἀπηλεγέως καὶ τὸ ἀλεγύνατε. καὶ ὅτι ὥσπερ τὸ ἐπήβουλος καὶ τὰ

κατ' αὐτὸ, οὕτω καὶ τὸ ἀπηλεγέως πλεονασμὸν ἔχει τοῦ ˉη. οἱονεὶ τὸ ἀπὸ τοῦ λέγειν.

ἢ μάλιστα, τέτραπται ἀπὸ τοῦ ἀλέγειν. ἵνα ᾖ ἀπηλεγέως, τὸ ἀφροντίστως καὶ ἄπο

τοῦ ἀλέγειν. (ῃερς. 376.) Ὅτι παρὰ τοῖς παλαιοῖς ἦσαν κατὰ οἴκους συμπόσιά τινα ἐκ

τῶν παρ' ἑκάστοις κειμηλίων ὡς δηλοῖ ὁ ποιητὴς ἐν τῷ, ἄλλας ἀλεγύνετε δαῖτας

ὑμὰ κτήματ' ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους. καὶ ἦν καὶ τοῦτο ἔρανος, εἰς ὃν ὁ

Τηλέμαχος προτρέπεται τοὺς μνηστῆρας. οἱονεὶ λέγων, ὡς ἐὰν διὰ φιλίαν

ὁμονοητικὴν καὶ φιλαλληλίαν ποιῆσθε τὰς συνελεύσεις, ἔστιν ὑμῖν ἄλλως τοῦτο

ποιεῖν ἐκ τῶν ὑμετέρων. αἱ δὲ τοιαῦται δαῖτες, κοινωνίαν ἐποίουν τὴν τῶν

καλουμένων δαιταλέων. οἵ πέρ εἰσι, δαιτυμόνες. θιασῶται. συμπόται. (ῃερς. 377.) Τὸ

δὲ ὑμὰ, ἔστι μὲν ἀντωνυμία κτητικὴ ἀντὶ τοῦ ὑμέτερα. ἔχει δὲ καὶ θηλυκὸν

παρασχηματιμὸν ἐν τῷ, εὖ ναιομένην πόλιν ὑμήν. Ὅτι ὁ ἀδικούμενος καὶ ἱκετεύων

καὶ μὴ πείθων τοὺς βλάπτοντας ἡσυχάσαι, καταιδέσῃ ἂν ἐκείνους, εἰπὼν τὸ, εἰ δ'

ὑμῖν ἢ ὔμμιν δοκέει τόδε λωΐτερον καὶ ἄμεινον εἶναι ἀνδρὸς ἑνὸς βίοτον νήποινον

ὀλέσθαι, κείρετε. ἐγὼ δὲ θεὸν ἐπιβώσομαι αἰὲν ἐόντα. αἴκε δώσει παλίντιτα ἔργα

γενέσθαι. νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε. Τὸ δὲ λωΐτερον,

ἐξεφώνησεν ἐκ τοῦ λῷον τὸ προσγεγραμμένον ἰῶτα. ὡς τὸ ῥηΐτερον καὶ τὰ τοιαῦτα.

ποιητικὸς δὲ ὁ τοιοῦτος σχηματισμός. ὡς καὶ τὸ χειρότερον. τὸ γὰρ κοινὸν, λῷον.

καὶ ῥᾷον. καὶ χεῖρον. Τὸ δὲ κείρετε, τὸν κόρον ποιεῖ καὶ τὸ κὴρ, ὃ δηλοῖ

θανατηφόρον μοῖραν. (ῃερς. 379.) Τὸ δὲ ἐπιβώσομαι, κατὰ κράσιν γέγονεν ἐκ τοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

78

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!