18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐπιδιόρθωσίς ἐστι τοῦ, οὓς ἄμφω ζωοὺς κατέχει ἡ γῆ. ἐκεῖνο μὲν γὰρ ἁπλοϊκῶς

ἐῤῥέθη. πῶς γάρ ἐστιν ἄμφω ζῆν ἁπλῶς τοὺς καὶ θνήσκοντας; τοῦτο δὲ διαρθροῖ τὸν

μυθικὸν νοῦν, ὃς βούλεται καὶ ζῆν αὐτοὺς ἑτερημέρους, καὶ αὖ πάλιν θνήσκειν.

(ῃερς. 303.) Τὸ δὲ λελόγχασι, δηλοῖ μὲν τὸ ἔλαχον, μᾶλλον δὲ ἐξαιρέτως ἔσχον, ἀπὸ

τοῦ λέγω. ἐξ οὗ ὁ ἐπίλεκτος καὶ τὸ ἐπιλέγδην ἐπίῤῥημα. καὶ οἱ λογάδες οὐ μόνον

ἄνδρες, ἀλλὰ καὶ λίθοι. ἔστι δὲ χρόνου ἢ παρακειμένου καθ' ὁμοιότητα τοῦ κέκλοφα

καὶ κέκοφα, ἵνα ᾖ λέλοχα καὶ πλεονασμῷ τοῦ ˉν δι' εὐφωνίαν λέλογχα, ἢ μέσος

παρακείμενος λέλογα προσλαβὼν καὶ τὸ ˉχ, ἢ καὶ ἀμφοτέρων μίγμα τοῦ τε λέλογα

καὶ τοῦ λέλοχα. οὕτω δὲ μικτόν τι καὶ τὸ ἐνήνοχα καὶ τὰ ἐξ αὐτοῦ σύνθετα. τὸ μὲν

γὰρ μικρὸν ˉο μέσου παρακειμένου ἴδιον, ἐνεργητικοῦ δὲ τὸ σύμφωνον τῆς

παραληγούσης. καὶ οὕτω μὲν κοινότερον. Ἡρῳδιανὸς δὲ ἐκ τοῦ λήχω τὸ λαγχάνω

παράγων τὸ λέλοχα τροπῇ τοῦ ˉη εἰς ˉο μικρὸν ὁμοίως τῷ πήθω πέποθα λέγει καὶ

πλεονάζειν ἐν αὐτοῖς τὸ ˉν, ὡς καὶ ἐν τῷ κέχανδα, οἷον, οἶκον κεχανδότα πολλὰ καὶ

ἐσθλά. Σημείωσαι δὲ ὅτι τὸ λελόγχασι συστέλλει τὴν παραλήγουσαν, παρὰ τὴν

κοινὴν μὲν παρατήρησιν, ἣ μακροπαράληκτα οἶδε τὰ τῶν τοιούτων παρακειμένων

τρίτα πρόσωπα, πλὴν ἄλλως, ἀναλόγως τῇ πρὸ αὐτοῦ ὅλῃ κλίσει τοῦ λέλογχα. εἰ δ'

ἴσως εὑρεθείη που κατ' ἔκθλιψιν τῆς ληγούσης γραφόμενον, τιμὴν δὲ λελόγχασ' ἶσα

θεοῖσι, τότε δὴ καὶ αὐτὸ ἐκτεταμένον ἔσται κατὰ τὸ τετύφασι καὶ πεποιήκασι καὶ τὰ

ὅμοια. (ῃερς. 297.) Ἰστέον δὲ ὅτι τὸ Λήδη Λῆδα λέγεται κατὰ Ἡρῳδιανὸν ∆ωρικῶς.

∆ώρια δέ φησι καὶ ἡ Φιλομήλα καὶ ἡ Ἀνδρομέδα, τροπῇ τοῦ ˉη εἰς ˉα πεποιημένα.

καὶ λέγει ἐκεῖνος καί τινα αἰτίαν εἰς τοῦτο, προπερισπῶν τὸ Λῆδα κατὰ τὸ Μοῦσα.

ἴσως δὲ ∆ώριον καὶ ἡ τόλμα, ὃ ἀναλογώτερον τοῦ τόλμη φησὶν Ἡρῳδιανός. (ῃερς.

307.) Ὅτι Ἰφιμεδείας καὶ Ἀλωέως υἱοὶ Ὦτοτ' ἀντίθεος, τηλεκλειτός τ' Ἐφιάλτης. οὓς

δὴ μηκίστους θρέψαι ζείδωρος ἄρουρα καὶ πολὺ καλλίστους μετά γε κλυτὸν

Ὠρίωνα. ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν εὖρος, ἀτὰρ μῆκός γε γενέσθην

ἐννεόργυιοι, οἳ καὶ ἀθανάτοισιν ἀπειλείτην ἐν Ὀλύμπῳ φυλόπιδα στήσειν

πολυάϊκος πολέμοιο. 1.419 (ῃερς. 314.) ἐπεὶ δὲ οὐκ ἦν πιθανῶς βουλευθῆναι τοῦτο

ἐκ γῆς γενέσθαι, διενοήσαντο ἵνα ἐξ ἴσου φασὶ μεγέθους πολεμῶσιν, ἀλλοκότους

ἀναβάσεις ὡς οἷά τινας κρόσσας πολεμικάς. φησὶ γὰρ ὅτι Ὄσσαν ἐπ' Οὐλύμπῳ

μέμασαν θέμεν, αὐτὰρ ἐπ' Ὄσσῃ Πήλιον εἰνοσίφυλλον, ἵν' οὐρανὸς ἀμβατὸς εἴη. Καὶ

ὅρα ὡς ἐν τούτοις Ὄλυμπον καὶ τὸ ὄρος ἔφη ἐφ' ᾧ ἤθελον οἱ ῥηθέντες θεῖναι τὴν

Ὄσσαν, καὶ τὸν οὐρανὸν δὲ, ἐν τῷ, ἀθανάτοις ἠπείλουν ἐν Ὀλύμπῳ φυλόπιδα

στήσειν. ἐνταῦθα γὰρ Ὄλυμπος ὁ οὐρανὸς κατὰ ἀλληγορίαν. διὸ καὶ ἐπήγαγεν· ἵν'

οὐρανὸς ἀμβατὸς εἴη. ἄλλως γὰρ εἰ τοῖς ἐν Ὀλύμπῳ τῷ ὄρει θεοῖς πολεμεῖν ἔμελλον

ἐκεῖνοι, ἀδιανόητόν ἐστιν Ὄσσαν ἐπὶ Ὀλύμπῳ θεῖναι, αὐτὰρ ἔπ' Ὄσσῃ Πήλιον, καὶ

μὴἐν αὐτῷ τῷ Ὀλύμπῳ τῷ ὄρει συμμίξαι πρὸς μάχην, ἀλλὰ καταμηχανᾶσθαι τῶν

ὀρέων εἰκῇ. καὶ ἦν μὲν ἀδύνατον τὸ τῶν παίδων βούλευμα, καὶ αὐτὸ τοῦτο

παιδικόν. διὸ καὶ ἀθετοῦνται πρός τινων τὰ τοιαῦτα ἔπη τοῦ Ὁμήρου, εἰ καὶ οἱ

λυτικοὶ φασὶν ὅτι μέμασαν οἱ παῖδες ποιῆσαι τὸ ἀδύνατον, οὐ μὴν ἔπραξαν. (ῃερς.

316.) ἡ δὲ ποίησις τερατευομένη ἐπὶ πλέον λέγει καὶ ὅτι καὶ νύ κεν ἐξετέλεσσαν εἰ

ἥβης μέτρον ἵκοντο. ἀλλ' ὄλεσε ∆ιὸς υἱὸς Ἀπόλλων ἀμφοτέρους πρὶν σφῶϊν ὑπὸ

κροτάφοισιν ἰούλους ἀνθῆσαι, πυκάσαι τε γένυν εὐανθέϊ λάχνῃ. ἔστι δὲ ὁ ἐνταῦθα

ποιητικὸς νοῦς κατὰ τὸν Πορφύριον λόγος ὑποθετικὸς, ὃς ἀδύνατον ἀδυνάτῳ

συμπλέκων τῇ τοῦ ἑνὸς ἀναιρέσει συναναιρεῖ καὶ τὸ ἕτερον. τοιοῦτος δὲ λόγος τὸ, εἰ

ἐπετάσθη ὁ δεῖνα, πτέρυγας ἔσχεν. ἀλλὰ μὴν οὐκ ἔσχε πτέρυγας, οὐδ' ἄρα ἐπετάσθη.

ὅμοιον γοῦν κἀνταῦθα τὸ, ἐξετέλεσαν ἂν, εἴπερ ἥβης μέτρον ἵκοντο, ἀλλὰ μὴν οὐ

δυνατὸν τοὺς θεομαχοῦντας ἡβῆσαι, οὐδ' ἄρα δυνατὸν ἐκτελέσαι αὐτοὺς ὃ ἤθελον.

δοκοῦσι δὲ θανάτῳ αἰφνηδὸν ἁρπαγῆναι οἱ τοιοῦτοι, ὁποίοις ὁ Ἀπόλλων ἐπιστατῶν

ῥίπτειν τοὺς οὕτω πίπτοντας λέγεται. οἱ μέντοι νεώτεροι φασὶ τὴν Ἄρτεμιν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

477

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!