18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τοῦ ἀγαθοῦ φασιν ὡς τὰ παλαιὰ σχόλια λέγει. (ῃερς. 8.) Τὸ δὲ γαμέοντί τε γεινομένῳ

τε, τὸ πεπρωμένον παραλαλεῖ. διά τε τὰ γενεθλιακὰ, καὶ τὴν μετὰ τὸν γάμον ζωήν.

καὶ ἔστι πρωθύστερον. πρῶτον γάρ τις γεννηθεὶς, εἶτα εἰς γάμον ἥκει. κρεῖττον δὲ

κατὰ τοὺς παλαιοὺς, νοεῖν τὸ, γεινομένῳ, ἀντὶ τοῦ γεννῶντι. τεκνοποιοῦντι. περὶ

τούτου γὰρ καὶ ὁ λόγος. τέως γε μὴν, οὐ δὲ τῷ γαμέοντι, ἐστέρηται τῆς τοιαύτης

ἐννοίας. Τὸ δὲ ἀρίγνωτος γόνος, γράφεται καὶ ἀρίγνωτον γένος. (ῃερς. 9.) Τοῦ δὲ

διαμπερὲς, ἑρμηνεία τὸ ἤματα πάντα. ἵνα χρονικῶς δηλοῖ, τὸ μέχρι πέρατος καὶ δι'

ὅλου βίου. ἄλλως δὲ, καὶ σωματικῶς λέγεται τὸ διαμπερές. οὕτω γάρ τις διαμπερές

που βέβληται. Τὸ δὲ ἤματα ψιλοῦται, οὐ μόνον ὡς ἀπὸ τροχαϊκοῦ τοῦ ἦμαρ, ἀλλὰ

καὶ πρὸς διαστολὴν τοῦ ἤματα τὰ ἀκοντίσματα. (ῃερς. 210.) Εἰς δὲ τὸ λιπαρῶς

γηράσκειν ἐξ οὗ καὶ γῆρας λιπαρὸν, συμβάλλεταί τι καὶ τὸ, λιπαροὺς πόδας. καὶ τὸ,

λιπαρὸν κρήδεμνον. ἔστι δὲ λιπαρῶς γηράσκειν, τὸ εὐδαιμόνως καὶ ὡς ἄν τις εἴπῃ,

τρυφερῶς. ἀνενδεῶς. ὡς ἐκ μεταφορᾶς τῶν λιπώντων ζῴων. καὶ ἄλλως δὲ λιπαρῶς

γηράσκει, ὁ ἐκ γενετῆς ὄλβιος. ὃ ἐδηλώθη πρὸ βραχέων ἐν τῷ, ὄλβον ἐπικλώ 1.160

σει γεινομένῳ. καθά περ τὸ υἱοὺς ἔχειν πινυτοὺς καὶ ἔγχεσιν ἀρίστους, ὄλβος ἐστὶ τῷ

γάμῳ ἐπικλωσθείς. ὃ καὶ αὐτὸ δεδήλωται ὁμοίως ἐν τῷ, ὄλβον ἐπικλώσει γαμέοντι.

(ῃερς. 8.) Ὅρα δὲ ὅτι τὲ τὸν κατ' ἀνθρώπους βίον εἰς δύο διεῖλεν ἐν τῷ, γαμέοντί τε

γεινομένῳ τε. ἤγουν εἰς ἀγαμίαν τὴν μετὰ γέννησιν καὶ εἰς τὸν μετὰ ταῦτα γάμον.

καὶ ὡς ἄλλην τινὰ βίου ἀρχὴν τὰ μετὰ τὸν γάμον νοεῖ. καὶ ὅτι καλῶς εἶπεν ὁ

Μενέλαος ὡς Νέστορι δῶκε θεὸς ἃ λέγει δοθῆναι μετὰ γάμον. αὐτῷ γὰρ τῷ

Μενελάῳ γενομένῳ μὲν, ἐπεκλώσθη ὄλβος, οὐ μὴν καὶ γαμέοντι εἴγε μετὰ γάμον

ἕως ἄρτι κακῶς πάσχει. (ῃερς. 212.) Ὅτι ἐπὶ κωλύσεως κλαυθμοῦ ἐπιδορπίου,

καίριον εἰπεῖν τὸ, ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν ὃς πρὶν ἐτύχθη. δόρπου δ' ἐξαῦτις

μνησώμεθα. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται. (ῃερς. 213.) Ὅτι δοκοῦσιν οἱ παλαιοὶ,

καὶ μετὰ κλαυθμὸν ἀπονίπτεσθαι εἰς ἀποτροπιασμόν τινα. οἱ γοῦν βασιλικοὶ ξένοι

ἐνταῦθα καίτοι νιψάμενοι πρὸ ὀλίγων, πάλιν ἐπὶ τῷ κλαυθμῷ ποιοῦσι τοῦτο. φησὶ

γοῦν ὁ Νεστορίδης. Χερσί δ' ἐφ' ὕδωρ χευάντων, ἤτοι χεάτωσαν Ἀττικῶς. οὐ μὲν δὲ

ἀλλὰ καὶ ἐλλειπτικῶς. οὐ γὰρ ἐκφωνεῖ καὶ τίνες χεύωσιν ὕδωρ. (ῃερς. 215.) Ὅτι

διαειπεῖν κεῖται ἐνταῦθα, τὸ διεξοδικῶς εἰπεῖν. καὶ εὕρηται καὶ παρ' ἄλλοις οὕτως ἡ

λέξις. ὁποῖον καὶ τὸ, δίειπέ μοι ὄφρα δαείω. (ῃερς. 216.) Ὅτι Ἀσφαλίων ἐνταῦθα

πλάττεται ὁτρηρὸς θεράπων Μενελάου, προσφυὲς ὄνομα. ὃν οὐ χρὴ σφάλλεσθαι τοῦ

δέοντος πρὸς τὸν δεσπότην. ὥσπερ καὶ Ἐτεωνεὺς πρὸ αὐτοῦ, ὃν ἀληθεύειν χρεών.

(ῃερς. 219.) Ὅτι ὥσπερ πρὸ τούτων ἦν τὸ, ἔνθ' αὖτ' ἀλλ' ἐνόησεν Ἀθηνᾶ, οὕτω

κἀνταῦθα, ἔνθ' ἄλλ' ἐνόησ' Ἑλένη. τί δὲ ἐνόησεν; αὐτίκ' ἄρ' εἰς οἶνον βάλε

φάρμακον ἔνθεν ἔπινον οἱ συμπόται. νηπενθές τ' ἄχολόν τε. κακῶν ἐπίληθον

ἁπάντων. οὗ καὶ παραδιδοὺς τὴν δύναμιν, σαφέστερόν φησιν. ὃς τὸ, καταβρόξειεν

ἐπὴν κρατῆρι μιγείη, οὐκ ἂν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν. οὐδ' εἴ οἱ

κατατεθναίη μήτηρ τε πατήρ τε. οὐδ' εἴ οἱ προπάροιθεν ἀδελφεὸν, ἢ φίλον υἱὸν

χαλκῷ δηϊόῳεν ὅ δ' ὀφθαλμοῖσιν ὁρῷτο. (ῃερς. 222.) ὑπερβολικὰ δὲ ταῦτα.

μεγεθύνοντα εἰς ὑπερβάλλουσαν αὔξησιν, τὴν τοῦ φαρμάκου δύναμιν. (ῃερς. 227.)

εἶτα καὶ διὰ πληθυσμοῦ μεγαλεῖον ἐπάγων τῷ τοιούτῳ τῆς Ἑλένης φαρμάκῳ, φησί.

τοῖα ∆ιὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα. ἐσθλά. τά οἱ Πολύδαμνα πόρε Θῶνος

παράκοιτις, Αἰγυπτίη. τῇ, πλεῖστα φέρει ζείδωρος ἄρουρα φάρμακα. πολλὰ μὲν

ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά. (ῃερς. 231.) οἷς ἱστορίαν ἐπιπλέκων αἰγυπτιακὴν,

φησίν. ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων ἀνθρώπων. ἦ γὰρ, Παιήονός εἰσι

γενέθλης. (ῃερς. 233.) ἐπεὶ δὲ τοιοῦτον ἐνέηκε φάρμακον ἡ Ἑλένη τῷ κρατῆρι

ἐκέλευσέ τε οἰνοχοῆσαι, τότε δὴ ἀνυποστόλως μνήμη τοῦ Ὀδυσσέως ἐγένετο. καὶ ὁ

Τηλέμαχος οὐκέτι ἔκλαιε διὰ τὸ φάρμακον. ὅπερ ἴσως μὲν καὶ καθ' ἱστορίαν

ἐκδεκτέον. ὡς καὶ τοιούτων ὄντων παρ' Αἰγυπτίοις ναρκωτικῶν τινων ἢ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

182

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!