18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

κρᾶσιν κόνι. (ῃερς. 192.) Τίς δὲ ὁ γουνὸς τῆς οἰνοπέδου ἀλωῆς, προγέγραπται. Ἡ δὲ

κατὰ τὸ θέρος πάντῃ χαμαὶ βεβλημένη τῶν φύλλων χύσιν δαψίλειαν τε εἶναι

στιβάδων δηλοῖ τῷ τοῦ Ὀδυσσέως πατρὶ, καὶ αὐτὸν δὲ πάντῃ ἀσθενῆ τυγχάνειν

παρασημαίνει, εἴπερ οὕτω συχνὰ πίπτει κατὰ στιβάδων. Κεκλιμένα δὲ φύλλα λέγει,

οὐχ' ὅτι φυλλοχόος μὴν τηνικαῦτα, ἀλλὰ τὰ ἐπίτηδές φασι κεκλαδευμένα. Εὐναὶ δὲ

χθαμαλαὶ πρὸς διαστολὴν ἑτέρων ὑψηλοτέρων στιβάδων, ἵνα εἶεν αὗται πάνυ

εὐτελεῖς διὰ τὸ καὶ πεδιναὶ εἶναι καὶ διατοῦτο ταπειναί. ὁποῖαι ἴσως καὶ αἱ

χαμαιεῦναι. (ῃερς. 197.) Τὸ δὲ ἐΰσκοπος ἄλλως μὲν ἐπὶ Ἑρμοῦ κεῖται, δηλοῖ γὰρ τὸν

ἀγαθὸν σκοπευτὴν, ἑτέρως δὲ ἐπὶ τῆς τοξικῆς Ἀρτέμιδος, ἵνα ᾖ ἐΰσκοπος Ἄρτεμις ἡ

εὖ καταστοχαζομένη τοῦ σκοποῦ. (ῃερς. 181.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ, ὀϊζυραὶ δέ

οἱ αἰεὶ φθίνουσι νύκτες τε καὶ ἤματα δακρυχεούσῃ. ὃ παρωδηθὲν ἁρμόττει καὶ ἐπὶ

ἀνδρὸς πάνυ παθαινομένου. (ῃερς. 1.) Πόθου δὲ ποιητικώτερον ἡ ἐν ἄλλοις ποθὴ, ἧς

ἡ κίνησις κατὰ τὸ χόλος χολὴ, βίοτος βιοτὴ, καὶ ὅσα ἄλλα πολλὰ τοιαῦτα. ἐκ τοῦ

πείθω δὲ καὶ ὁ πόθος καὶ ἡ ποθὴ, ἀπελεύσει δηλαδὴ τοῦ ˉι τῆς εˉι διφθόγγου, εἶτα

ἀντενθέσει κανονικῇ τοῦ ˉο μικροῦ. ἄλλως γὰρ ποῖθος καὶ ποιθὴ ὤφειλον εἶναι

κατὰ τὸ λείβω λοιβὴ καὶ τὰ ὅμοια. Ἰστέον δὲ, ὅτι καὶ ὄνομα ἄνθους ὁ πόθος, καθὰ

δηλοῖ καὶ Ἀθήναιος γράψας οὕτως· ἄνθη θερινὰ, λυχνίς, κρίνον, ἴφυον, ἀμάρακος ὁ

Φρύγιος. ἔστι δέ φασιν ὁ πόθος καλούμενος. διττὸς δὲ οὗτος, ὁ μὲν ἔχων ἄνθος

ὅμοιον ὑακίνθῳ, ὁ δ' ἕτερος ἄχρως, ἔκλευκος, ᾧ χρῶνται πρὸς τοὺς τάφους. καιρία

δὲ λέξις ἐν τοῖς Ὁμηρικῶς εἰρημένοις ὁ πόθος ὥσπερ καὶ τὸ ποθεῖν. ποθεῖν μὲν γὰρ

ἐπὶ τῶν ἀπόντων, ἐρᾶν δὲ ἐπὶ τῶν ἐν ὄψει, οἷον· ὡς σέο νῦν ἔραμαι, τῆς παρούσης

δηλαδὴ Ἥρας. (ῃερς. 2.) Ἀγανοφροσύνην δὲ τὴν πραότητα λέγει. Εἰς δὲ τὸ ἀνωτέρω

γνωμικῶς παρασημανθὲν ἤγουν εἰς τὸ, ὅτι καὶ ἡ ἄκρα λύπη ἐπιτέμνει τὴν ζωὴν

καθὰ καὶ τὴν τῆς Ἀντικλείας, σημείωσαι ὅτι καὶ τὸ, αἶψα γὰρ ἐν κακότητι βροτοὶ

καταγηράσκουσι, τοιοῦτόν τι δηλοῖ ὡς καὶ ἡ κατˉα πρόθεσις ἐμφαίνει, καὶ οὐ μόνον

τὴν ἁπλῶς ὑπολαλεῖ πολίωσιν, ὡς ὁ κωμικὸς ἀστεΐζεται ἐν τῷ πολιὰ γεγένησαι ταχύ

γε νὴ τὸν οὐρανὸν, ἀλλὰ καὶ τὴν εἰς Ἅιδου κατένεξιν διὰ γῆρας. ὁ δὲ εἰπὼν τοὺς

ποθοῦντας ἐν ἅματι γηράσκειν ἤγουν ἐν μιᾷ ἡμέρᾳ διὰ λύπην τὴν ἐπὶ τῇ ἐξ ἀλλήλων

ἀποδημίᾳ, ὑπερβολικῶς ἐπέτεινεν, ὡς ἀλλαχοῦ δηλοῦται, τὸ νόημα. οἷα τὸ

Ὁμηρικὸν αἶψα, καὶ τὸ ταχὺ τοῦ κωμικοῦ, ἀποστενώσας εἰς ἓν ἦμαρ. τί δὲ δεῖ

καταῤῥητορεύειν λύπης τε καὶ κακότητος κακῶς διατιθεμένων τὰ κατ' ἄνθρωπον,

εἴγε καὶ τὸ ταύταις ἀνάπαλιν ἡ ἄγαν τρυφὴ ταυτὸ δύναται; καὶ ἐρανιστέον ἐνταῦθα

ἐκ τῶν τοῦ δειπνοσοφιστοῦ ὡς λίαν χρήσιμον, ὅτι καὶ τὰ φιλητὰ τοῖς τρυφῶσι μύρα

τὴν ὀνομασίαν κατὰ Χρύσιππον ἀπὸ τοῦ μόρου ἔλαβον, ἐπειδὴ οὐ μόνον πολλῷ

μόρῳ καὶ πόνῳ ματαίῳ γίνονται, ἀλλὰ καὶ ὅτι εὐοδοῦσιν εἰς μόρον διὰ ξηρότητα. ὡς

γάρ φησιν Ἀριστοτέλης, καὶ μυριζόμενοι ἄνθρωποι πολιώτεροι γίνονται. τὸ γὰρ

μύρον ξηραντικόν. αὐχμηροὶ δέ φησιν οἱ μυριζόμενοι. ὁ δὲ αὐχμὸς πολιωτέρους

ποιεῖ. εἴτε γὰρ αὔανσις τριχὸς ἡ πολιὰ εἴτ' ἔνδεια θερμοῦ ἡ ξηρότης μαραίνει. διό

φησι καὶ τὰ πιλία θᾶττον ποιεῖ πολιούς. ἐκπίνεται γὰρ ἡ οἰκεία τῆς τριχὸς ὑγρότης.

οὐκ ἄχαρι δ' ἐνταῦθα προσεννοήσασθαι, ὡς διὰ τὴν ὡς εἴρηται τῆς ὑγρότητος

ἔνδειαν, δι' ἣν καὶ ἀλίβαντες οἱ 1.408 νεκροὶ λέγονται, ῥηθείη ἂν οὐκ ἀπροσφυῶς

ἀλίβας, καὶ ὁ τρυφερῶς μυρούμενος καὶ οὕτω ξηραινόμενος, οἰκεῖος ὢν αὐτὸς καὶ

ἄλλως τῇ τοῦ ἀλίβαντος κλήσει, καὶ διὰ τὰ πολιοῦσθαι γερόντων δίκην καὶ

ἀπονεύειν ὅπου καὶ ἐκεῖνοι νεκρικώτερον. καὶ οὕτω μὲν ταῦτα καὶ ὅσα τοιαῦτα οὐκ

ἂν εἰρημένα εἴη ἀχρήστως. ὅτι δὲ ἀλίβας καὶ ποταμὸς ἐν Ἅιδου πλάττεται, καὶ ὅτι

καὶ ὁ ὀξὺς οἶνος ἀλίβας καὶ αὐτὸς ἐκαλεῖτο λόγῳ δριμύτητος, οὐ παρὰ στέρησιν

λιβάδος τοσοῦτον οἷα νενεκρωμένος, ἀλλὰ παρὰ τὸ μὴ λείβεσθαι ἐν σπονδαῖς, οἱ

παλαιοὶ παραδιδόασι. τῆς δὲ Αἰολικῆς τροπῆς τοῦ ˉο εἰς ˉυ ἐν τῷ μόρον μύρον, ὡς

πρὸ βραχέων κεῖται, πολλὰ παραδείγματα, οἷον τὸ, μῆλα ταναΰποδα. ὀνυμαίνω τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

464

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!