18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ταύτης δ' ἀποπαύεο ἀοιδῆς λυγρῆς. ἥ τέ μοι ἐν στήθεσσι φίλον κῆρ τείρει. ὅπερ ὁ μὴ

πάσχων, ἀτεράμων ἐστίν. ἤγουν μὴ τειρόμενος τὸ κῆρ. Ὅρα δὲ ἐνταῦθα ὅτι τὲ ἐν

ἀρχῇ λόγου τὸ ˉγˉαˉρ ἔθετο συνήθως ἑαυτῷ ὁ ποιητὴς ἐν τῷ, πολλὰ γὰρ ἄλλα ἀντὶ

τοῦ ἐπειδὴ πολλὰ ἄλλα, καὶ ὅτι τὸ θέλγειν ἡδονῆς τι ἔχειν δοκεῖ. ὡς καὶ πρὸ ὀλίγου

τὸ, ἀεὶ δὲ μαλακοῖς καὶ αἱμυλίοις λόγοις θέλγει. ὡς ἐπὶ πλεῖστον δὲ, θέλγειν παρὰ τῷ

ποιητῇ ὡς πολλαχοῦ φανήσεται, τὸ οἷον ἐξεστηκέναι καὶ τῆς κατὰ φύσιν ἐνεργείας

ὑφίεσθαι. (ῃερς. 339.) Ὅτι τὸν ὁρισμὸν τῆς φιλοσοφίας τὸν λέγοντα ὡς φιλοσοφία

ἐστὶ γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων, Ὅμηρος πρῶτος ὑπενόησεν ἐν οἷς

περὶ τοῦ ἀοιδοῦ ἤτοι φιλοσόφου Φημίου, λέγει ὡς πολλὰ εἶδεν ἔργα ἀνδρῶν τε θεῶν

τε. ἐκ μὲν γὰρ τοῦ οἶδεν, ἡ γνῶσις δηλοῦται τοῦ φιλοσόφου. ἐκ δὲ τοῦ ἀνδρῶν τε

θεῶν τε, τὸ ἀνθρώπινον καὶ θεῖον παρωνόμασται. Ὅτι δὲ οἱ ἀοιδοὶ φιλοσόφων τάξιν

ἐπεῖχον ἐν τοῖς ἑξῆς φανήσεται. Ὅτι τὸ, ἃ κλείουσιν ἀοιδοὶ, ἀντὶ τοῦ θείως

φημίζουσι. καὶ ἔστιν ἕτερον παρὰ τὸ, τὴν γὰρ ἀοιδὴν ἐπικλείουσιν ἄνθρωποι. ἐκεῖνο

γὰρ, ἀντὶ τοῦ τιμῶσιν εἴληπται. (ῃερς. 341.) Ὅτι τὸ, οἱ δὲ σιωπῇ οἶνον πινόντων, ἀντὶ

τοῦ πινέτωσαν εἴρηκε. πολλὰ δὲ τοιαῦτα καὶ ἐν τῇ Ἰλιάδι σχήματα. καὶ εἴρηται περὶ

τούτων ἐκεῖ. Ὅρα δὲ ὅτι μνησθεὶς οἴνου μόνου, ἐσιώπησε τὸ ἐσθίειν. οὕτω δὲ καὶ τὸ

συμπόσιον ἐκ μέρους τῆς πόσεως παρονομασθὲν ἀφίησι καὶ τὴν βρῶσιν συνεπινοεῖν.

(ῃερς. 343.) Ὅτι Ὅμηρος μὲν ἐν τῷ, ἐπεί με μάλιστα καθίκετο πένθος ἄληστον, τὸ

καθίκετο, ἀντὶ τοῦ ἵκετο καὶ κατέλαβε λέγει. οἱ δὲ ὕστερον, ἐπὶ τοῦ καθάψασθαι τὴν

λέξιν τιθέασι, καὶ γενικῇ συντάσσουσιν. οὕτω γὰρ καὶ ῥᾴβδῳ τις καθικέσθαι τινὸς

λέγεται. (ῃερς. 344.) Ὅτι θαυμάζουσα ἡ Πηνελόπη τὸν ἄνδρα φησί. τοίην κεφαλὴν

1.65 ποθέω. μεμνημένη αἰεὶ ἀνδρὸς οὗ κλέος εὐρὺ καθ' Ἑλλάδα καὶ μέσον Ἄργος.

κεφαλὴν δὲ, ἢ τὸν ἄνδρα φησὶν ἤτοι τὸν ἄνθρωπον ἀπὸ τοῦ τιμιωτάτου μέρους ὡς

καὶ ἐν Ἰλιάδι, Τεῦκρε φίλη κεφαλὴ, διὸ καὶ ἐπάγει, μεμνημένη ἀνδρός. ἢ κεφαλὴν,

τὴν ψυχὴν λέγει, ὡς καὶ ἐν τῇ Ἰλιάδι εἰπὼν· ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν,

ἀλλαχοῦ φησὶν ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν, ὡς ἀδιάφορον ὂν οὕτως ἢ οὕτως

εἰπεῖν. Ὅρα δὲ ὅτι ἀφελῶς ἡ Πηνελόπη λαλεῖ, καὶ στενοχωρεῖ τὸ τοῦ Ὀδυσσέως

ἐγκώμιον καὶ σμικρύνει τὸν ἔπαινον. τί γὰρ μέγα εἰ μόνον καθ' Ἑλλάδα, καὶ μέσον

Ἄργος ὁ τοσοῦτος Ὀδυσσεὺςκλεΐζεται; Ἄργος μὲν γὰρ συνήθως, ἡ ὅλη

Πελοπόννησος. Ἑλλὰς δὲ, πόλις ὑπὸ τῷ Πηλεῖ καὶ τῷ Ἀχιλλεῖ. ὡς εἶναι περὶ τὸ

τοιοῦτον Ἄργος καὶ τὴν τοιαύτην Ἑλλάδα, τὸ τοῦ Ὀδυσσέως κλέος. μερκὸς οὖν ὁ

ἔπαινος εἴληπται καὶ οὐ πρὸς ἀξίαν τοῦ Ὀδυσσέως. οὐ μόνον διότι τὸ τοῦ ἀνδρὸς

ἠγνόει πολυγνώριστον ἡ γυνὴ, ἀλλὰ καὶ ὅτι ἔπρεπε γυναικὶ τὸ εὐτελὲς καὶ ἡ τοιαύτη

τοῦ ἐγκωμίου ἀφέλεια. καὶ ταῦτα ἐξ αὐτοσχεδίου καὶ παρὰ μέσῳ τῷ τῶν μνηστήρων

συμποσίῳ. ἄλλως γὰρ, πολυγνώριστος ὁ Ὀδυσσεὺς, ὁ πᾶσιν ἀνθρώποις μελλόμενος

ὡς ἀλλαχοῦ λέγεται. ὃς ἐπίστροφος ἦν ἀνθρώπων ὡς προείρηται. ὁ πολυπλάνητος.

καὶ οὕτω μὲν ἡ γυνὴ περὶ Ὀδυσσέως. αὐτὸς μέντοι τὴν Πηνελόπην που ἐπαινῶν,

λέγει ὅτι σοῦ τὸ κλέος οὐρανὸν εὐρὺν ἱκάνει. καὶ τὰ ἑξῆς. εἰ δέ τις ὡς ἀπὸ μέρους

τοῦ Ἄργους ἐξ οὗ παρὰ τῷ ποιητῇ Ἀργεῖοι πάντες οἱ Ἀχαιοὶ, ἔτι δὲ καὶ ἀπὸ τῆς

Ἑλλάδος ἀφ' ἧς τὸ τῶν Ἑλλήνωὥρμηται ὄνομα, κατὰ πάντας εἴπῃ διήκειν τοὺς

Ἕλληνας τὸ τοῦ Ὀδυσσέως κλέος, καὶ οὐχ ἁπλῶς κλέος, ἀλλὰ καὶ εὐρὺ, λέγει μέν τι

κάλλιον, οὔπω δὲ μέγα. Ὀδυσσέως γὰρ, ἕως καὶ εἰς Ἰβηρίαν, ἴχνη τοῦ κλέους. οἶδε

αὐτὸν καὶ ἡ Σικηλικὴ χώρα. καὶ οὐκ ἠγνόει δὲ οὐδ' ἡ τῶν Αὐσόνων. ἡ δὲ Τρωϊκὴ,

οὐδὲν ἔλαττον. ὁμοίως καὶ ἄλλοι τόποι πολλοί. οὔκουν οὐδὲ οὕτω πάνυ μέγα τὸ

ἐγκώμιον τὸ ἀπὸ τῆς γυναικός. ὡς νῦν γε εἴ τινα τῶν λόγου ἀξίων ἐξᾶραί τις τῷ

λόγῳ θέλων, εἴπῃ εὐρὺ τὸ κλέος αὐτοῦ καθ' Ἑλλάδα καὶ μέσον Ἄργος, οὐδὲν ἂν εἴπῃ

σεμνόν. ἀλλὰ καὶ μᾶλλον ἀποφήσας, ἐρεῖ ὡς οὐ καθ' Ἑλλάδα μόνον καὶ μέσον

Ἄργος κλεΐζεται, ἀλλὰ καὶ περὶ πᾶσαν ὅσην ἥλιος περιδέδρομεν. οὕτω καὶ Λιβάνιος

ἐν τοῖς εἰς τὸν Ἰουλιανὸν σχηματίζει τὸ, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

74

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!