18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἠρήμωσε. Κάδμος δὲ ὕστερον ἀνέκτισε. καὶ οὕτω μὲν ἕτεροι. Ὅμηρος δὲ οὐκ οἶδε τὸν

ῥηθέντα διὰ λύρας τειχισμὸν, ἀλλὰ τὴν ἱστορίαν ἀποστενῶν φησὶν οὕτως· Ἀντιόπην

ἴδον Ἀσωποῖο θύγατρα, ἣ δὴ καὶ ∆ιὸς εὔχετ' ἐν ἀγκοίνῃσιν ἰαῦσαι. καί ῥ' ἔτεκε δύο

παῖδε Ἀμφίονά τε Ζῆθόν τε, οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο, πύργωσάν

τε. ἐπεὶ οὐ μὲν ἀπύργωτόν γ' ἐδύναντο ναιέμεν εὐρύχορον Θήβην κρατερώ περ

ἐόντε. (ῃερς. 264.) καὶ τὸ μὲν κρατερὸν συνεβάλετο αὐτοῖς εἰς τὸ ἀπερύκειν τοὺς εἴτε

παροξυτόνως Φλεγύας, εἴτε προπαροξυτόνως Φλέγυας. (ῃερς. 263.) οἱ δὲ ἀλλὰ καὶ

ἀγαθοὶ βασιλεῖς εἶναι φαίνονται καὶ μειλίχιοι. διὸ καὶ μετὰ λύρας πυργῶσαι τὰς

Θήβας ᾄδονται, ὡς ἐμμελῶς καὶ ἱλαρῶς καὶ ὡς εἰπεῖν ἐμμούσως καὶ δίχα τοῦ

ἄπῳδόν τι τοῖς ὑπηκόοις ἐνδείξασθαι, τειχίσαι τὴν πόλιν, ἣν ἑπτάπυλόν φασιν

ἤνοιξαν ἐκεῖνοι διὰ τὸ ἑπτάχορδον εἶναι τὴν λύραν αὐτοῖς, ὡς εἶναι τὰς ἐκεῖ πύλας

ἰσαρίθμους ταῖς ῥηθείσαις χορδαῖς. ὁ δὲ γεωγράφος καὶ τὴν Τερπάνδρου ἑπτάχορδον

ἱστορεῖ. (ῃερς. 260.) Τὸ δὲ ∆ιὸς ἐν ἀγκοίναις ἰαῦσαι, σεμνῶς εἴρηται ἐπὶ μίξεως.

λειότερον ἐκφωνηθὲν τοῦ ἀγκὰς ἔμαρψεν ἣν παράκοιτιν. τούτοις δὲ ὅμοιον μετ'

ὀλίγα ἐπὶ Ἀλκμήνης τὸ, ἐν ἀγκοίναις ∆ιὸς μεγάλοιο μιγεῖσα. (ῃερς. 262.) Τὸ δὲ

πρῶτοι ἔκτισαν, διαστέλλει αὐτοὺς τοῦ μεταταῦτα, ὡς ἐῤῥέθη, ἀνακτίσαντος

Κάδμου. Τὸ δὲ πύργωσαν τειχισμὸν πόλεως διασαφεῖ. τὸ γὰρ ἔκτισαν καὶ ἐπὶ ἑτέρων

οἰκοδομημάτων λέγεται. (ῃερς. 265.) Ὅτι τὸν πολὺν Ἡρακλέα πολλαχοῦ τῆς τε

Ἰλιάδος καὶ τῆς Ὀδυσσείας καταμερίσαἱστορικῶς ὁ ποιητὴς, ἐνταῦθα μικροῦ τινὸς

αὐτὸν ἀξιοῖ λόγου. διὸ καὶ περὶ τὴν αὐτοῦ μητέρα σμικρολογεῖται, εἰπών· Ἀλκμήνην

ἴδον Ἀμφιτρύωνος ἄκοιτιν, ἥπερ Ἡρακλέα γείνατο ∆ιῒ μιγεῖσα. καλεῖ δὲαὐτὸν

θρασυμέμνονα θυμολέοντα καὶ μένος αἰὲν ἀτηρῆ. Ἰστέον δὲ ὅτι φθάσας εἰπεῖν, ὡς

πρώτην Τυρὼ ἴδον, εἶτα ὅτι Ἀντιόπην ἴδον, ἐνταῦθα τρεῖς ἡρωΐδας εἰς ἓν συνάγει

ῥῆμα, εἰπών· Ἀλκμήνην ἴδονκαὶ Μεγάραν καὶ Ἐπικάστην. ἐπαναπαυσάμενος δὲ τῷ

τοιούτῳ ῥήματι ἐρεῖ ἐφεξῆς καὶ Χλῶριν ἴδον, καὶ Λήδην ἴδον, καὶ Ἰφιμέδειαν

εἰσίδον. εἶτα καθ' ὑπαλλαγήν τινα εἰπὼν Φαίδρην τε Πρόκριν τε ἴδον καὶ Ἀριάδνην

ἐπάγει πάλιν· Μαῖράν τε Κλυμένην τε ἴδον καὶ Ἐριφύλην. καὶ οὕτω διὰ πασῶν τῶν

ἡρωΐδων ἀρκεσθήσεται ἀγαγὼν ἓν ῥῆμα τὸ ἐκ τοῦ ἰδεῖν. (ῃερς. 280.) Ἰστέον δὲ ὡς ἐν

τούτοις Χλῶρις 1.413 ἡ τῆς Χλώριδος νοεῖται ψυχή, (ῃερς. 268.) καθὰ ὁ παραφραστὴς

∆ημοσθένης δηλοῖ ἐν τῷ, ἴδον ἐνταῦθα Χλῶριν, λέγω δὲ τὴν ψυχὴν τῆς Χλώριδος.

καὶ τοῦτό φησιν ἔστω μοι ἐπὶ πάσης. Ὅτι Μεγάρα Κρέοντος θυγάτηρ βασιλέως

Θηβῶν Ἡρακλεῖ γημαμένη ἔσχε παῖδας τρεῖς. Ἡρακλέος δὲ σταλέντος τὴνεἰς

Κέρβερον ἐκάκου τοὺς Ἡρακλείδας τούτους Λύκος βασιλεὺς τηνικαῦτα Θηβῶν.

Ἡρακλῆς δὲ ἄνω γενόμενος ἀνεῖλεν ἐκεῖνον αὐτῇ γυναικὶ καὶ τέκνοις. Ἥρας δὲ

χόλῳ εἰς μανίαν συνελαθεὶς διεχειρίσατο καὶ τοὺς παῖδας, ὧν χάριν ἀνεῖλε τὸν

Λύκον. διὸ καὶ τεκνοραίστης κεῖται παρὰ Λυκόφρονι. ὡς δέ τινές φασι, καὶ τὴν

Μεγάραν διεχειρίσατο. μέλλων δέ φασι καὶ τὸν ἀδελφὸν Ἰφικλέα διαθέσθαι τὰ

ὅμοια, ἐκωλύθη φθάσαντος ἐκείνου κατὰ φύσιν θανεῖν. ἑτέρωθεν δὲ τὰ τῆς ἱστορίας

ταύτης. Ὅμηρος γὰρ στίχῳ ἑνὶ περιέγραψε τὴν Μεγάραν οὐδέν τι προσεπειπὼν, ὃ καὶ

ἐφ' ἑτέρων τινῶν ποιήσει ἐν τοῖς ἑξῆς, ποικιλίαν καὶ οὕτω τεχνώμενος τῷ λόγῳ ἐκ

τοῦ, τῶν μὲν πλατύτερον μεμνῆσθαι, τῶν δὲ πρὸς μόνα ὀνόματα διὰ τὸ δῆλα εἶναι

τὰ περὶ τῶν τοιούτων ἱστορούμενα. Τὸν δὲ Κρέοντα Κρείοντα ἔφη ὁ ποιητὴς ὡς

ταυτὸν ὂν οὕτως ἢ οὕτως εἰπεῖν. (ῃερς. 270.) Ὅτι τὴν τοῦ Οἰδίποδος φύσει μὲν

μητέρα, δυσποτμίᾳ δὲ γυναῖκα Ἰοκάστην Ἐπικάστην ὁ ποιητὴς οἶδεν. ἣν καὶ καλὴν

ὀνομάζει. καὶ ἱστορῶν ἐν βραχεῖ τὰ κατ' αὐτὴν οἷα ὡς εἰκὸς φειδόμενος

ἐμπλατύνεσθαι τοῖς περὶ τούτων λόγοις φησίν· (ῃερς. 271.) ἣ μέγα ἔργον ἔρεξαν

ἀϊδρείῃσι νόοιο, ἤγουν κατὰ ἄγνοιαν, γημαμένη ᾧ υἱεῖ, ἤγουν τῷ ἑαυτῆς υἱῷ. ὁ δ' ὃν

πατέρ' ἐξεναρίξας γῆμεν. ἄφαρ δ' ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν. ἀλλ' ὁ μὲν ἐν

Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς. (ῃερς.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

470

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!