18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Παυσανίας γοῦν φησὶν ὅτι κέσκος, λιμήν που. ᾧ παράκειται ποταμὸς νοῦς

καλούμενος. (ῃερς. 68.) Ὅτι Ποσειδῶν γαιήοχος, οὐ μόνον διὰ τὸ ἐπὶ γαίης ὀχεῖσθαι

ἢ διὰ τὸ συνέχειν τὴν γαῖαν τῇ ὑγρότητι ὡς ἀλλαχοῦ ἐδηλώθη, ἀλλὰ καὶ ἀπὸ τοῦ

ὄχοις γαίειν ὅ ἐστιν ἅρμασι χαίρειν, ἵππιος γὰρ ὁ Ποσειδῶν. Ἰστέον δὲ ὡς Ποσειδάων

μὲν, κύριον. Ποσειδεὼν δὲ μηνὸς ὄνομα. ἐκτείνει δὲ ἀεὶ τὴν παραλήγουσαν

Αἰολικῶς ὁ Ποσειδάων. ὡς καὶ αἱ γενικαὶ τὸ πυλάων μουσάων νυμφάων καὶ αἱ

λοιπαί. Σημείωσαι δὲ ὡς γαιήοχος μὲν, μοναχῶς διὰ διφθόγγου. γεοῦχος δὲ καὶ

γηοῦχος, καθ' Ἡρῳδιανὸν μὲν καὶ ∆ίδυμον, διὰ ˉε ψιλοῦ παρὰ τὴν

ψιλογραφουμένην γέαν ἧς συναίρεμα ἡ γῆ. ἄλλοι δὲ, διὰ τῆς ˉαˉι διφθόγγου παρὰ

τὴν λοιπὴν γαῖαν ἐξ ἧς καὶ ὁ γαιήοχος. Ὅτι τὸ, ἀσκελὲς αἰὲν κεχόλωται, ἢ ἀντὶ τοῦ

πάνυ σκληρὸν ἀπὸ τοῦ σκέλλω τὸ ξηραίνω ἐξ οὗ καὶ τὸ σκέλον καὶ ὁ κατεσκληκὼς,

καὶ ὁ σκελετός. ἢ καὶ ἄλλως ἀσκελὲς, τὸ ἀμετάβατον καὶ ἀμετακίνητον, ἀπὸ

στερήσεως τῶν σκελῶν. ἴσως δὲ, καὶ ἀντὶ τοῦ κατεσπευσμένον. καὶ πολυσπερχές. καὶ

οἷον πολυσκελές. κατὰ τὸ, ἥξει καὶ πολύπους καὶ πολύχειρ. τῇ δὲ παραγωγῇ τοῦ

σκέλλω σκέλος, ἀνάλογον καὶ τὸ ἔπω ἔπος. βλέπω βλέπος παρὰ τῷ κωμικῷ. ἔθω

ἔθος. τρέφω τρέφος, καὶ ἐναλλαγῇ τοῦ ˉτ, βρέφος. (ῃερς. 69.) Ὅτι ἐν τῷ, ὀφθαλμοῦ

ἀλάωσε, περιττεύει τὸ ὀφθαλμοῦ. κείμενον ἁπλῶς οὕτω διὰ σαφήνειαν. ἄλλως γὰρ,

καὶ χωρὶς τοῦ ὀφθαλμοῦ νοεῖται τὸ ἀλάωσεν ἐπὶ τυφλότητος, εἴπερ ἀλαὸς ὁ μὴ

λάων ἤγουν ὁ μὴ βλέπων. οὕτω καὶ ἀλλαχοῦ ποιεῖ πολλαχοῦ. ὡς καὶ ἐν τῷ νεκύων

κατατεθνειώτων. καὶ ἐκεῖ γὰρ τὸ κατατεθνειώτων, ἐκ περισσοῦ κεῖσθαι δοκεῖ.

Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἀλάωσεν ὀφθαλμοῦ, κεῖται ἐν ῥητορικῷ λεξικῷ ἀλαωπὸς

σύνθετος ὁ ἀφανής. ἢ ὁ τυφλός. ὡς νυκτάλωψ ὁ νύκτωρ ἀλαὸς τοὺς ὦπας. καὶ

νυκταλωπῶν ὁ νυστάζων. ἐκ δὲ τοῦ ἀλάωσε, γίνεται ἀλαωτὺς ἡ τύφλωσις.

Σημείωσαι δὲ ὅτι Ὅμηρος μὲν ὀφθαλμοῦ Κύκλωπος μνησθεὶς, οὐκ ἐπισημαίνεται

εἴτε δυοῖν ποτε ὄντοιν αὐτῷ καὶ θατέρου σβεσθέντος, εἶτα Ὀδυσσεὺς καὶ τὸν λοιπὸν

ἠφάνισεν. εἴτε καὶ ἐκ γενετῆς ἕνα εἶχε. Θεόκριτος δὲ ἀκολουθῶν οἷς φησιν Ἡσίοδος

περὶ τῶν μυθικῶν Κυκλώπων ὧν ἑκάστῳ κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο

μετώπῳ, φησὶν ὅτι τῷ Κύκλωπι ἕνα ἔχοντι γλυκὺν ὀφθαλμὸν ᾧ ἑώρα, ὀφρὺς μία ἐξ

ἑτέρου ὠτὸς εἰς ἕτερον τέτατο. ὅτι δὲ τὸ Κύκλωψ δριμέως ἤτοι γλυκέως ἐῤῥέθη καὶ

θηλυκῶς ἐπὶ ὄψεως, δηλοῖ ὁ εἰπὼν κύκλωπα κόρην. δῆλον δ' ὅτι ὥσπερ τὸ τίπτε

ἀντὶ τοῦ, τί ποτε τὰ δύο ψιλὰ κανονικῶς εἰς δύο ἀντίστοιχα δασέα ἔτρεψεν ἐν τῷ,

τίφθ' οὔ τ' ἔστητε, ὁμοίῳ λόγῳ καὶ τὸ μόριον ὅθεν τὸ ὀπτικὸν ἅλλεται, ἀντὶ

ὀπταλμοῦ, ὀφθαλμὸς ἐῤῥέθη. ὁμοιότης δὲ πρὸς ταῦτα καὶ ἐν τῷ, τέτυπται ἐτύφθη,

πέπληκται ἐπλήχθη. καὶ τοῖς ὁμοίοις. τούτοις ἐξηκολούθησε, καὶ τὸ παρὰ Θεοκρίτῳ

ἐπιφθύζειν ἀντὶ τοῦ ἐπιπτύειν γοητευτικῶς. ἔτι δὲ, καὶ τὸ φθῶ φθάσω, ἐκ τοῦ πετῶ

πτῶ πτάσω. τὸ γὰρ φθάσαν ἤτοι προλαβὸν, ἐκπεπέτασται οἷον δοκεῖ. ὡς δὲ καὶ

ἄλλως ψιλὸν εἰς δασὺ ἓν ἀντιστοιχοῦν μεταχωρεῖ ἔτι δὲ καὶ τὸ ἀνάπαλιν, καὶ ἡ

Ἰλιὰς ἔδειξεν. Ὅτι τὸ μὲν Κύκλωψ, ἐθνικόν ἐστι τῷ τοῦ Ποσειδῶνος υἱῷ, κύριον δὲ

τὸ Πολύφημος. εἰ μὴ ἄρα, ὥσπερ τὸ Αἰγύπτιος ἐν τοῖς ἑξῆς κύριον εὕρηται ὄνομα,

οὕτω καὶ τὸ Κύκλωψ ἐξ ἐθνικοῦ εἰς κύριον μετέπεσεν, ἐξιδιωσαμένου τοῦ

Πολυφήμου, τὸ κοινόν. ἐπεὶ καθ' Ὅμηρον κράτος ἐστὶν αὐτοῦ μέγιστον πᾶσι

Κυκλώπεσσι. καὶ διατοῦτο ἐστὶ διώνυμος ὁ ἀνήρ. ὅπερ οὐκ ἂν ἀφῆκεν ὁ ποιητὴς

ἀνερμήνευτον, οἷα εἰωθὼς τὰς διωνυμίας ἐπισημαίνεσθαι, ὡς ἐν Ἰλιάδι ἔγνωμεν ἐπί

τε τοῦ Αἰγαίωνος καὶ τοῦ Σκαμάνδρου καὶ ἄλλων. Σημείωσαι δὲ ὅτι εἰς θυμὸν ὁ

τοιοῦτος Κύκλωψ ἀλληγορεῖται ὡς ἐν τοῖς μετὰ ταῦτα κατὰ τόπον οἰκεῖον

ῥηθήσεται. διὸ καὶ Ποσειδῶνος αὐτὸν τοῦ θαλαττίου ὁ μῦθος γενεαλογεῖ, ὡς ὑγρὸν

καὶ εὐκύμαντον εἰς θυμόν. καθά που καὶ τῷ Ἀχιλλεῖ τις ὡς 1.22 ὀργίλῳ

προσονειδίζει ὅτι γλαυκὴ δέ σ' ἔτικτε θάλασσα. ἔτι δὲ Ποσειδῶνος υἱὸν αὐτὸν ἡ

ἀλληγορικὴ μετάληψις νοεῖ, ἐπεὶ καὶ ὁ Ποσειδῶν οὐσία τίς ἐστιν ὑγρά. καὶ ὁ θυμὸς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

24

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!