18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι. Καὶ ὅρα οἷα τὰ τυχηρά. πρινή τε γὰρ εἰσελθεῖν εἰς

τὸ ἄντρον, ὀϊσσάμενος Ὀδυσσεὺς τὸ κακὸν ὅμως οὐκ ἀπέστη. καὶ νῦν δὲ οὐ μόνον οὐ

νοεῖ αὐτὸς τὸ δέον, ἀλλὰ καὶ συμβουλευόντων τῶν φίλων δυστυχεῖ μὴ πεισθείς. καὶ

οὕτως ἀνταποδοὺς τοῖς φίλοις τὸ μηδ' αὐτὸς πεισθῆνα αὐτοῖς. οἳ οὐδ' αὐτοὶ τῷ

Ὀδυσσεῖ ἐν τῇ τῶν Κικόνων γῇ ἐπείσθησαν φεύγειν κελεύοντι. ὧν ἔχει τις ἐνταῦθα

εἰπεῖν τῷ Ὀδυσσεῖ καὶ αὐτὸς, ὡς ἐγὼ μὲν διερῷ ποδὶ φεύγειν ἤνωγον. ὁ δὲ νήπιος

οὐκ ἐπείθετο. καὶ τοῦτο μὲν τοιοῦτον. Ὁ δὲ περὶ τῶν ξενίων λόγος παραλαλεῖ

ἐθέλειν καὶ παρὰ τῶν Φαιάκων πλείω τῶν δοθέντων δῶρα λαβεῖν. ὃ καὶ ἐν τοῖς

ἐφεξῆς ἐκφαίνων σαφέστερον βούλεσθαι λέγει πλειοτέρῃ σὺν χειρὶ ἐς πατρίδα

ἱκέσθαι. ὅπου καὶ ὁ βασιλεὺς καθικνεῖταί πως αὐτοῦ ὡς ἐκεῖ φανεῖται. (ῃερς. 225.) Τὸ

δὲ τυρῶν αἰνυμένους, Ἀττικῶς ἐῤῥέθη ἀντὶ τοῦ ἐκ τῶν τυρῶν ἄραντας, οὐ γὰρ

πάντας ἤθελον ἄρασθαι τοὺς τυρούς. οὕτω καὶ λέων βοὸς βεβρωκέναι που λέγεται.

καὶ μάντις ἀποφοιβάζει φύλλων δάφνης φαγών. Ἴσως δὲ παρὰ τὸ τέρσειν ἤγουν

ξηραίνειν γίνεται καὶ ὁ τυρός. ὡς ἀπὸ ῥυτοῦ γάλατος αὐτὸς μὴ τοιοῦτος ὢν, ἀλλὰ

πρῶτα μὲν χλωρὸς κατὰ τὸν ποιητὴν, εἶτα καὶ ξηρὸς γεγονώς. ἀπὸ δέ γε τοῦ τυροῦ

τυρεύειν τε τὸ ἀνακυκᾶν πράγματα, καὶ τυρβάζειν δὲ τὸ ὑπὲρ τοιούτων μεριμνᾶν. εἰ

δέ γε ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ, ἡ κοινῶς λεγομένη σύρβη τύρβη λέγεται

Ἀττικῶς, ζητητέον ἑτέραν τινὰ ἐτυμολογίαν ταύτης τε καὶ τοῦ τυρβάζειν, ὥσπερ καὶ

τοῦ τυροῦ. ὃν καὶ παρὰ τὸ τηρεῖν φασί τινες γίνεσθαι. ὡς γὰρ ἅλμη ἁλμηρὸς, οὕτω

τυρῶ τυρὸς, ὃ εἰς τήρησιν συμπηγνύμενος. Ἰστέον δὲ καὶ ὅτι τοὺς λεπτοὺς τῶν

τυρῶν καὶ πλατεῖς Κρῆτες θηλίας καλοῦσιν, οὓς καὶ ἐν θυσίαις τισὶν ἦσαν

ἐναγίζοντες ὥς φησιν Ἀθήναιος. ἔνθα τῶν ἀντιγράφων διὰ μόνου τοῦ ἰῶτα ἐχόντων

τὴν παραλήγουσαν τῆς θηλίας δοκεῖ ἑνικὴ αὐτῶν εὐθεῖα εἶναι ὁ θηλίας. ὡς δὲ τηροῦ

σύνθετον ὁ κατάτυρος, δηλοῖ ὁ γράψας τὸ, γλοιῶν καταχύσματα κατάτυρα παρὰ τῷ

αὐτῷ ῥήτορι. Τοῦ δὲ αἰνύμενοι ἡ σκευωρία, τοιαύτη τις εἶναι δοκεῖ. ἔστι ῥῆμα

μονοσύλλαβον δασυνόμενον, ὧ τὸ πληρῶ. ἐξ οὗ, ἕω καὶ ἕημι. ἀφ' ὧν καὶ ὁ ὅλος. καὶ

τὸ, ἐξ ἔρον ἕντο ὡς ἐν Ἰλιάδι ἐῤῥέθη. τούτου τοῦ ὧ παράγωγον, αἴω. ὡς κλῶ κλαίω.

κῶ καίω. καὶ προσλήψει τοῦ ˉν, αἴνω. ὅθεν αἰνύω αἴνυμι. εἰ δὲ τοῦ πρωτοτύπου

θέματος δασυνομένου ψιλοῦται τὸ αἴνυσθαι, ὁ κοινὸς κανὼν τῆς αˉι διφθόγγου

αἴτιος. ἥτις ὑπὲρ μίαν συλλαβὴν οὖσα καὶ προκαθημένη λέξεως ψιλοῦται. Ἰστέον δὲ

ὅτι τὸ τυρῶν αἰνυμένους γράφεται καὶ ἀχθομένους, ἵνα δηλοῖ τοὺς φόρτιον τυρῶν

αἴροντας. εἰ δὲ καὶ ἀπὸ τοῦ αἴρω γίνεται αἰρύω αἴρυμι ὅθεν κατὰ τροπὴν

ἀμεταβόλου εἰς ἀμετάβολον τὸ αἴνυσθαι, οὐκ ἂν εἴη ἔχον ἀντιλογίαν. ποιητικὴ δὲ

πάντως λέξις καὶ τὸ αἴνυσθαι καὶ εἰς μέτρον χρησίμη μόνον ἢ καὶ εἰς μετρικήν τινα

παραπλοκήν. διόπερ Ὅμηρος διὰ τὸ ἐν ποιήσει καίριον δὶς φράζει εἰπών. (ῃερς. 232.)

τυρῶν αἰνυμένους. καὶ, τυρῶν αἰνύμενοι φάγομεν. λέγει δὲ καὶ προϊών. ὄφρα οἱ εἴη

πίνειν αἰνυμένῳ. (ῃερς. 231.) Ὅτι δαπανήσας Ὀδυσσεὺς οὐ πολλὰ τῶν τοῦ

Κύκλωπος οὐ τὴν ἴσην ἔτισεν. ἔθυσαν μὲν γὰρ οἱ αὐτοῦ πῦρ κείαντες καὶ τῶν τυρῶν

ἔφαγον. ἐζημιώθησαν δὲ φίλοις ἓξ ὡς ἐν τοῖς ἐφεξῆς φανεῖται. Τὸ δὲ κείαντες, διὰ

διφθόγγου γράφουσι τὰ πολλὰ καὶ κρείττω τῶν ἀντιγράφων, ὡς ἀπὸ τοῦ κέω κείω.

Ἰστέον δὲ ὅτι ὥσπερ θέω θῶ, οὕτω καὶ κέω κῶ. ἐξ αὐτοῦ δὲ παράγωγον καίω ὡς λῶ

λαίω. ῥῶ ῥαίω τὸ φθείρω. καὶ ἀπὸ μὲν τοῦ ψιλοῦ κέω δοκεῖ καὶ ὁ θυοσκόος γίνεσθαι.

καὶ τὸ, πῦρ κείαντες ἐθύσαμεν. ἐκ δὲ τοῦ γραφομένου διὰ διφθόγγου τὸ καῦσαί τε

γίνεται καὶ τὸ κάειν καὶ τὸ ἔκηε καὶ ὅσα τοιαῦτα. (ῃερς. 233.) Ὅτι ὅτε νέμων ἐπῆλθεν

ὁ Κύκλωψ ἔφερεν ὄβριμον ἄχθος ὕλης ἀζαλέης ἵνα οἱ ποτιδόρ 1.339 πιον εἴη. (ῃερς.

235.) ἔντοσθε δ' ἄντροιο βαλὼν τουτέστι ῥίψας ὀρυμαγδὸν ἔθηκεν, ὃς καὶ ἐξεφόβησε

τοὺς περὶ τὸν Ὀδυσσέα. φησὶ γοῦν. (ῃερς. 236.) ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθ' ἐς

μυχὸν ἄντρου. οὐ γὰρ δοῦπος ἢ ψόφος ἢ κτύπος, ἀλλ' ὀρυμαγδὸς ἦν. (ῃερς. 234.)

Ἀζαλέα δὲ ὕλη, ἐπεί περ ἡ τοιαύτη πρὸς λυχνοκαΐαν ἐπιδόρπιον χρήσιμος.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

385

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!