18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

συγκρίνει πρὸς ζῶντας, λέγων ὡς οἱ ἄλλοι ζῶντες σκιαὶ ὥσπερ ἀΐσσουσι. Σκιὰς δὲ

τὰς τῶν τεθνεώτων λέγει ψυχὰς, οἷα τοιάσδε τινὰς ἐπιφαινομένας ἐν ταῖς

ψυχαγωγίαις. ὡς γὰρ ἡ σκιαγραφία ζωγραφίας ἀτελεστέρα, οὕτω καὶ ἡ τῶν

τοιούτων ἐπιφάνεια τῆς ἐμφανείας τῶν ζώντων. Ἰστέον δὲ ὅτι ὁ παρῳδὸς Μάτρων

κέντρωνος λόγῳ συμφορήσας ἐν μεταποιήσει καὶ ἐκ τῶν κατὰ Τειρεσίαν εἴς τινα

Κλεόνικον σοφὸν ἄνδρα ἔγραψεν οὕτως· οἱ μὲν δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι

Εὔβοιός τε καὶ Ἑρμογένης δῖοί τε Φίλιπποι, οἱ μὲν δὴ τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν.

ἔστι δέ τις Κλεόνικος ὃν ἀθάνατον λάχε γῆρας, οὔτε ποιητάων ἀδαήμων οὔτε

θεάτρων, ᾧ καὶ τεθνειῶτι λαλεῖν πόρε Περσεφόνεια, διὰ τῶν αὐτοῦ δηλαδὴ βιβλίων

καὶ τῶν ἐν αὐτοῖς λόγων. τοῦτο δὲ καὶ σκῶμμα ἔσται ποτὲ λάλου ἀνδρός. Ἰστέον δὲ

ὅτι ἐν τῷ, οὔτε ποιητάων, ὃ ἀνωτέρω ἐγράφη, ὡς βραχεῖα ἐλήφθη ἡ ἄρχουσα, λόγῳ

κοινῆς συλλαβῆς. οὕτω δὲ καὶ ἐν τῷ, Ἴστρος τοιαύτας παρθένους μνηστεύεται, ἡ

δευτέρα χώρα βραχεῖαν ἔχει τὴν κατάρχουσαν λέξιν. (ῃερς. 492.) Χρησομένους δὲ

λέγει τοὺς μαντευσομένους, ὅθεν καὶ ὁ χρησμὸς, καὶ τὸ χρηματίζεσθαι. χρήσασθαι

γὰρ τὸ χειρὶ δέξασθαι ὑστερογενής ἐστι λέξις. Ὅτι δὲ Θηβαῖος ὁ Τειρεσίας, καὶ ὡς

παρὰ τὸ εἴρειν ἐτυμολογεῖται, ἢ παρὰ τὰ τείρεα ὅ ἐστιν ἄστρα, καὶ ὡς τυφλὸς ἦν,

λέγουσιν οἱ παλαιοί. φέρεται δὲ περὶ αὐτοῦ μυθικὸς λόγος, ὅτι δράκοντας ἐν

Κιθαιρῶνι μιγνυμένους ἰδὼν καὶ τὴν θήλειαν 1.390 ἀνελὼν μετέπεσεν εἰς γυναῖκα.

εἶτα συγκατενεγκὼν μετὰ καιρὸν καὶ τὸν ἄῤῥενα τὴν οἰκείαν φύσιν ἀπέλαβε. τοῦτον

Ζεὺς καὶ Ἥρα διαφερόμενοι κριτὴν εἵλοντο οἷα πεπειραμένον ἑκατέρας φύσεως, εἰ

ἄρα μᾶλλον τὸ ἄῤῥεν ἢ τὸ θῆλυ ἐνεργοῦντα γέγηθεν. ὃ δ' ἐγνωμάτευσέ πως

ἐμμέτρως ὡς εἴπερ ἐν δέκα μοιράων εἴη τὰ τῆς τερπωλῆς, τὰς ἐννέα ἐμπίπλησι γυνὴ

τέρπουσα νόημα. ἐφ' ᾧ Ἥρα μὲν ὀργισθεῖσα ἐκτυφλοῖ αὐτὸν, Ζεὺς δὲ δωρεῖται τὴν

μαντικὴν, ὡς ἔχειν οὕτω καὶ αὐτὸν ἀγαθόν τε κακόν τε, τὸ μὲν τὴν μαντοσύνην, τὸ

δὲ καὶ ἀλαωτήν. Καλλίμαχος δὲ λέγει τὸν Τειρεσίαν ἰδόντα γυμνὴν λουομένην τὴν

Ἄρτεμιν περί που τὴν Βοιωτίαν πηρωθῆναι. Σώστρατος δὲ ἐν Τειρεσίᾳ, ποίημα δέ

ἐστιν ἐλεγειακὸν, φησὶ τὸν Τειρεσίαν θήλειαν τὴν ἀρχὴν γεννηθῆναι καὶ

ἐκτραφῆναι ὑπὸ Χαρικλοῦς. καὶ ἑπτὰ ἐτῶν γενομένην ὀρειφοιτεῖν. ἐρασθῆναι δὲ

αὐτῆς τὸν Ἀπόλλωνα. καὶ ἐπὶ μισθῷ συνουσίας διδάξαι τὴν μουσικήν. τὴν δὲ μετὰ τὸ

μαθεῖν μηκέτι ἑαυτὴν ἐπιδιδόναι τῷ Ἀπόλλωνι κἀκεῖνον ἀνδρῶσαι αὐτὴν, ἵνα

πειρῷτο Ἔρωτος. καὶ αὐτὴν ἀνδρωθεῖσαν κρῖναι ∆ία καὶ Ἥραν ὡς ἀνωτέρω ἐῤῥέθη.

καὶ οὕτω πάλιν γυναικωθεῖσαν ἐρασθῆναι Κάλλωνος Ἀργείου ἀφ' οὗ σχεῖν παῖδα

κατὰ χόλον Ἥρας τὰς ὄψεις διεστραμμένον. διὸ καὶ κληθῆναι Στράβωνα. μετὰ δὲ

ταῦτα τοῦ ἐν Ἄργει ἀγάλματος τῆς Ἥρας καταγελῶσαν εἰς ἄνδρα μεταβληθῆναι

ἀειδῆ, ὡς καὶ πίθωνα λέγεσθαι. ἐλεηθεῖσαν δὲ ὑπὸ ∆ιὸς εἰς γυναῖκα μορφωθῆναι

αὖθις ὡραίαν καὶ ἀπελθεῖν εἰς Τροιζῆνα, ὅπου ἐρασθῆναι αὐτῆς Γλύφιον ἐγχώριον

ἄνδρα καὶ ἐπιθέσθαι αὐτῇ λουομένῃ. τὴν δὲ ἰσχύϊ περιγενομένην τοῦ μείρακος

πνίξαι αὐτόν. Ποσειδῶνα δὲ οὗ παιδικὰ ἦν ὁ Γλύφιος ἐπιτρέψαι ταῖς μοίραις δικάσαι

περὶ τούτου. καὶ αὐτὰς εἰς Τειρεσίαν αὐτὴν μεταβαλεῖν καὶ ἀφελέσθαι τὴν μαντικήν.

ἣν αὖθις μαθεῖν ὑπὸ Χείρωνος καὶ δειπνῆσαι ἐν τοῖς Θέτιδος καὶ Πηλέως γάμοις.

ἔνθα ἐρίσαι περὶ κάλλους τήν τε Ἀφροδίτην καὶ τὰς Χάριτας αἷς ὀνόματα, Πασιθέη,

Καλὴ, καὶ Εὐφροσύνη. τὸν δὲ δικάσαντα κρῖναι καλὴν τὴν Καλὴν, ἣν καὶ γῆμαι τὸν

Ἥφαιστον, ὅθεν τὴν μὲν Ἀφροδίτην χωλωθεῖσαν μεταβαλεῖν αὐτὸν εἰς γυναῖκα

χερνῆτιν γραῖαν, τὴν δὲ Καλὴν χαῖτας αὐτῇ ἀγαθὰς νεῖμαι καὶ εἰς Κρήτην

ἀπαγαγεῖν, ἔνθα ἐρασθῆναι αὐτῆς Ἄραχνον, καὶ μιγέντα αὐχεῖν τῇ Ἀφροδίτῃ

μιγῆναι. ἐφ' ᾧ τὴν δαίμονα ὀργισθεῖσαν τὸν μὲν Ἄραχνον μεταβαλεῖν εἰς γαλῆν,

Τειρεσίαν δὲ εἰς μῦν, ὅθεν καὶ ὀλίγα φησὶν ἐσθίει ὡς ἐκ γραὸς, καὶ μαντικός ἐστι διὰ

τὸν Τειρεσίαν. ὅτι δὲ μαντικόν τι καὶ ὁ μῦς, δηλοῦσιν ὅ τε χειμὼν οὗ σημεῖον ἐν

καιρῷ οἱ τῶν μυῶν τρισμοὶ, καὶ αἱ ἐκ τῶν οἰκιῶν φυγαὶ, ἃς διαδράσκουσιν, ὅτε

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

444

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!