18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τοιαῦτα ἐροῦντος. ἄλλως γὰρ, ἀνέκφορος ἦν ἤδη δὲ καὶ ἑαυτὴν πάνυ συνιστᾷ εἰ

οὕτως ἐστὶν ἀξιέραστος ὡς μὴ μόνον πολλοὺς αὐτὴν μνηστῆρας Φαίακας ἔχειν ἀλλ'

ἔχειν τι καὶ θεοῦ ἐφολκόν. (ῃερς. 279.) Τὸ δὲ οὔ τινες ἐγγύθεν εἰσὶ, πρὸς θάμβος καὶ

τερατείαν ἐῤῥέθη. ἄλλως γὰρ, ἀντικρὺ τῆς Ἠπείρου κείμενοι, ἐγγυτάτω εἶχον τοὺς

Ἠπειρώτας οἱ Φαίακες. Σημείωσαι δὲ καὶ ὡς ἀφόρητον κακὸν τοὺς τοῦ δήμου καὶ ἡ

βασιλικὴ αὕτη παῖς οἶδε, μὴ δὲ τῶν μειζόνων φειδομένους ἐν καιρῷ. (ῃερς. 286.) Ὅτι

γνώμη παιδευτικὴ τὸ, καί δ' ἄλλῃ νεμεσῶ ἥτις τοιαῦτά γε ῥέζοι, τουτέστιν. ἥτ'

ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων, ἀνδράσι μίσγεται ὅ ἐστι σύνεστι, (ῃερς.

288.) πρίν γ' ἀμφάδιον γάμον ἐλθεῖν. ἤγουν πρὶν φανερῶς ἄνδρα λαβεῖν. ἐπεί τοι

μετὰ γάμον, οὐ κεκώλυται καὶ ἑτέροις ἀνδράσι μίσγεσθαι ἐμφανιζομένας, ὃ καὶ ἡ

Ἑλένη πρὸ βραχέων ἐποίησε. καὶ ἡ Πηνελόπη δέ. καὶ ἄλλως δὲ, μιχθήσονται ὅ ἐστι

παρέσονται καὶ παρθένοι ἀνδράσιν ἐνώπιον γονέων. ὡς ἡ Ναυσικάα ἐν τοῖς ἑξῆς

παρέσται καὶ ἐν ἐπηκόῳ προσφωνήσει τὸν Ὀδυσσέα, ἕτερον μέντοι τοῦτο μίσγεσθαι.

ὁ δὲ ποιητὴς ἐνταῦθα φησὶν ἀνδράσι μίσγεσθαι οὐκ ἂν τολμήσῃ παρθένος, ὄντων ὅ

ἐστι ζώντων τῶν τεκόντων. οὓς φίλους κατ' ἐξοχὴν καλέσας, ἐπήγαγε πρὸς

ἑρμηνείαν τὸ, πατρὸς καὶ μητρός. (ῃερς. 286.) Τὸ δὲ νεμεσῶ, νῦν μὲν, ἐνεργητικῶς

ἐξεφωνήθη. τὰ πλείω δὲ, παθητικῶς λέγεται. (ῃερς. 289.) Ὅτι ὁ συμβουλευόμενός

τινι περὶ τῆς οἴκαδε πομπῆς, ἐρεῖ. ξεῖνε, σύ δ' ὧδ' ἐμέθεν ξυνίει ἔπος ὄφρα τάχιστα

πομπῆς καὶ νόστοιο τύχῃς. Καὶ ὅρα τὸ, ξυνίει ἔπος, αἰτιατικῇ συνταχθέν. 1.255 δῆλον

δ' ὅτι καὶ γενικῇ συντάσσεταί ποτε Ἀττικῶς. (ῃερς. 291.) Ὅτι ἀγλαὸν ἄλσος Ἀθηνᾶς

ὑπογράφων, οὕτω φησί. δήομεν ἀγλαὸν ἄλσος Ἀθήνης, αἰγείρων. ἐν δὲ κρήνη νάει,

ἀμφὶ δὲ λειμών. ἔνθα τεθαλυῖαν ἀλωὴν καὶ τέμενος εἶναι τοῦ Ἀλκινόου ἡ κόρη

φησὶν, ἐγγὺς τῆς πόλεως. (ῃερς. 293.) Ἔστι δὲ τέμενος, ἰδιαίτατος τόπος

περιωρισμένος καὶ οὕτως ἀποτετμημένος τῶν ἐγγύς. τέμενος γὰρ ἐπὶ ναοῦ, οἱ μεθ'

Ὅμηρον οἴδασιν. ὁ δὲ ποιητὴς οὐδὲ ἱερὸν ἁπλῶς τόπον λέγει τὸ τέμενος, ἀλλὰ τὸν

κατὰ ἀποτομὴν ὄντά τινος. (ῃερς. 291.) Τὸ δὲ ἄλσος, Αἰολικὴ λέξις ἀπὸ τοῦ ἄλλω

ἄλσω. διὸ καὶ ψιλοῦται. ψιλωτικοὶ γὰρ ὥσπερ Ἴωνες, οὕτω καὶ Αἰολεῖς. Ἐν δὲ τῷ,

Ἀθήνης, λείπει τὸ ἱερόν. προϊὼν οὖνφησὶν ἐντελῶς, κλειτὸν ἄλσος ἵκοντο ἱρὸν

Ἀθηναίης. Αἰγείρων δὲ τὸ ἄλσος, ἐπεὶ κατὰ τοὺς σοφοὺς μεγαλοπρεπέστερον τὸ τῶν

ἀειθαλῶν καὶ ἀκάρπων φυτῶν κτῆμα. (ῃερς. 292.) Τὸ δὲ νάει, πρωτότυπόν ἐστι τῶν

Νηΐδων καὶ τοῦ νάματος καὶ τοῦ Νηρέως καὶ τῶν τοιούτων. Ἐν δὲ τῷ, ἀμφὶ δὲ

λειμὼν, λείπει τὸ ἐστίν. οὐ γὰρ δήπου τὸ νάειν προσαρμόττει καὶ τῷ λειμῶνι. (ῃερς.

295.) Ὅτι κεῖται καὶ ἐνταῦθα χρόνος ἐπὶ ὀλιγίστου ἐν τῷ, ἔνθα καθεζόμενος, μεῖναι

χρόνον εἰσόκεν ἡμεῖς ἄστυδε ἔλθωμεν, ὃ πάνυ ἦν ἐγγυτάτω. (ῃερς. 297.) Ὅτι ἐν τῷ,

ἐπὰν ἡμᾶς ἔλπῃ ποτὶ δώματ' ἀφῖχθαι, ἀντὶ τοῦ στοχάζεσθαι κεῖται τὸ ἔλπεσθαι.

(ῃερς. 300.) Ὅτι ἐνδόξου ἀνθρώπου δώματα ὑπογράφει τὸ, ῥεῖα δ' ἀρίγνωτ' ἐστί. καὶ

ἂν πάϊς ἡγήσαιτο νήπιος. οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται τὰ τῶν ἄλλων. τοῦτο

δὲ ὡς οἷον προαναφωνητικῶς εἶπε. νεάνιδι γὰρ εἰκασθεῖσα ἡ Ἀθηνᾶ, δείξει τῷ

Ὀδυσσεῖ τὰ τοῦ βασιλέως δώματα. οὕτω γὰρ ἐχρῆν, ἵνα μὴ τελείῳ προσώπῳ

περιτυχὼν ὁ ξένος καὶ ἀλήτης, λόγους δώσει τῷ ποιητῇ ἔξω καιροῦ. διὸ οὐδὲ ἡμέρας

οὔσης εἰσέρχεται τὴν πόλιν Ὀδυσσεὺς, ἀλλὰ μετὰ δύσιν ἡλίου. ὡς ἂν μή τινι

περιτυχὼν ἢ θεαθεὶς, πράγματα ἕξει ἐν μὴ δέοντι. κερτομούμενος κατὰ τὸν ποιητὴν

ἢ ἐρωτώμενος. Τὸ δὲ καὶ ἂν πάϊς ἡγήσαιτο, Ἀττικὸς ἀνὴρ συναλείψας, κἂν πάϊς ἐρεῖ.

καθὰ καὶ Σοφοκλῆς τὸ, καὶ ἂν ἐξέπραξεν εἰ κατημέλησ' ἐγὼ, κἂν ἐξέπραξεν ἔφη.

(ῃερς. 303.) Ὅτι τὸ ὅτε εἰσέλθῃς περιφράζων, φησίν. ἀλλ' ὁπότ' ἄν σε δόμοι

κεκύθωσι καὶ αὐλή. ἔστι δὲ τὸ κεκύθωσιν ἤτοι κρύψωσιν, ἢ δεύτερος ἀόριστος ἐκ

τοῦ κεύθω ἔκυθον καὶ Ἰωνικῶς κέκυθον, ἢ μέσος παρακείμενος τοῦ αὐτοῦ ῥήματος

καθ' ὁμοιότητα τοῦ ἐληλύθωσιν. (ῃερς. 305.) Ὅτι ὡς καὶ προεγράφη ἀφελῶς κατὰ

ἀρχαϊσμὸν ἡ Ἀρήτη κάθηται ἐπ' ἐσχάρῃ ἐν πυρὸς αὐγῇ, ἠλακάτα στρωφῶσα, ὡς καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

290

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!