18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

παραδίδωσιν. ἔχει δὲ καὶ ὁ κωμικὸς χρῆσιν αὐτοῦ. καὶ ἔστι παροιμία ἐπὶ εὐδαιμονίας,

τὸ, ὀρνίθων γάλα. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου φέρεται καὶ ὅτι ὀπίας τυρὸς παρ'

Εὐριπίδῃ, ὁ δριμύς. ὁ πηγνύμενος ὀπῷ συκῆς τῷ εἰρημένῳ. οἷον. καὶ τυρὸς ὀπίας ἐστὶ

καὶ ∆ιὸς γάλα. (ῃερς. 89.) Ἐπηετανὸν δὲ τὸ πολὺ καὶ ἐφ' ὅλον ἔτος, διὰ τὸ τρὶς ἐκεῖ

τίκτειν τὰ μῆλα, τούτου δὲ ἐφερμηνευτικὸν καὶ τὸ αἰεί. ἔφη γάρ. ἀλλ' αἰεὶ

παρέχουσιν ἐπηετανόν. Τὸ δὲ γάλα θῆσθαι, τὸ ἐν τοῖς ἑξῆς γαλαθηνὸν συντίθησι.

θῆσθαι δὲ, οὐ μόνον τὸ θηλάζειν, ἀλλὰ καὶ τὸ ἀμέλγειν, ὡς νῦν. ἀμφότερα παρὰ τὴν

θηλήν. τοῦ δὲ θῶ θήσω τὸ θηλάζω, παράγωγα καὶ ἡ τήθη καὶ ἡ τηθὶς ὡς ἐν ἄλλοις

ἐῤῥέθη, καὶ τὰ τήθεα. περὶ ὧν κειμένων ἐν τῇ Ἰλιάδι καὶ ἀξιωθέντων λόγου, ἰστέον

καὶ ὅτι εὐθεῖα τούτων παρὰ Ἀριστοτέλει, τὸ τῆθος. οἷον. πίννη ὄστρεον. μῦς. κτείς.

κόγχη. λεπάς. τῆθος. βάλανος. καὶ πάλιν ὁ μὲν κτεὶς, τραχεόστρακος ῥαβδωτός. τὸ δὲ

τῆθος, ἀῤῥάβδωτον. λειόστρακον. ἔστι δὲ καὶ πληθυντικὸν τούτου συνῃρημένον

παρὰ Ἀθηναίῳ. οἷον. τὰ δὲ τήθη, παραπλήσια τοῖς προειρημένοις, καὶ

πολυτροφώτερα. ἐπεὶ δὲ καὶ γενικὴ τούτου ἐστὶν ἀναλόγως τηθέων τηθῶν κατὰ τὸ

στηθέων στηθῶν, παίζει παρὰ τοῦτο Ἀριστοφάνης ἐν Λυσιστράτῃ, εἰπών. ὦ τηθῶν

ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν. παραλαλῶν ἐκεῖνος τὸ παίγνιον, ὡς πρὸς

φιλουμένας τροφοὺς καὶ μητέρας. ὧν τροφοὶ μὲν καὶ ὡς οἷον τῆθαι, τὰ τήθεα.

μητρίδια δὲ, αἱ κατὰ θάλασσαν ἀκαλῆφαι. ὁμώνυμοι αὗται ταῖς περὶ γῆν βοτάναις,

ἃς καὶ κνίδας φαμέν. ὧν τοὔνομα, κατ' εὐφημισμὸν ἀντιφράσεως. οὐ γὰρ ἔχει τι

ἀκαλὸν αὐταῖς ἤγουν πραῢ καὶ ἁπαλὸν, ἡ ἁφὴ τραχεῖα οὖσα καὶ ἀηδής. καὶ ἡ μὲν

χερσαία οἷα δρᾷ κνίζουσα, οἴδαμεν. ἡ δὲ θαλασσία, τοὺς θηρεύοντας καὶ αὐτὴ ἀνιᾷ,

κνησμὸν ἐμποιοῦσα τοῖς συνάγουσιν, εἰ μὴ προαλείψονται. διὸ καὶ αὗται κνίδαι

λέγονται. ὡς δὲ τοιαύτην ἐτυμολογίαν ἔχει καὶ ἐν Ἰλιάδι Τρωϊκὸς ἐπίκουρος

Ἀσκάλαφος πλεονασμῷ τοῦ σίγμα διὰ τὸ ἀπρόσψαυστος καὶ ἀνέπαφος εἶναι κατ'

ἀνδρίαν, ἐκεὶ ἐδηλώθη. ὅτι δὲ τῶν ἀνωτέρω εἰρημένων πίννης μὲν τὸ ἐντὸς, μήκων

καλεῖται κατὰ Ἐπαίνετον. ὁ δὲ μῦς παραφθείρεται τοῖς πολλοῖς εἰς ὁμύδιον. ὁ δὲ

κτεὶς, καὶ ἐπὶ κρυφίου σωματικοῦ λέγεται, τὴν κλῆσιν ἔχων διὰ τὰ περὶ αὐτὸν

ῥαβδώματα. καὶ ὅτι βάλανος οὐ μόνον καρπὸς δρυὸς ἀλλὰ καὶ καυλοῦ τοῦ κατ'

ἄνδρας ἄκρον, ἰδοῦ δὲ καὶ ὀστράκου εἶδος, οὐ λανθάνει τοὺς εἰδότας. οὕτω δὲ οὐδ'

ὅτι σωλὴν ἄλλως μὲν, τὸ κατὰ βίον σκεῦος. ἐκεῖθεν δὲ, καὶ ὁ θαλάσσιος. οὗ καὶ ἄλλα

ὀνόματα ἐξ ὁμοιότητος, κατὰ τὸν εἰπόντα. σωλῆνες, οἱ καὶ αὐλοὶ καὶ δόνακες καὶ

ὄνυχες, ὧν τὸ μὲν αὐλοὶ καὶ δόνακες, πρὸς τὸ στενὸν ἴσως καὶ ἐπίμηκες. τὸ δὲ

ὄνυχες, πρὸς τὸ στεγανόν. ἔτι δὲ καὶ τὴν χρόαν τοῦ περιέχοντος. Ἔτι ἰστέον καὶ ὅτι

ἐκ τοῦ εἰρημένου θῶ, γίνεται καὶ ὁ τιτθὸς καὶ τὸ τιτθίον. ἴσως δὲ, καὶ ἀπὸ τοῦ τιθῶ

τὸ τίθημι, διὰ τὸ ἐντίθεσθαι τοῖς βρεφικοῖς στόμασι. καὶ ὅτι περὶ γαλαθηνῶν ζῴων

φέρεται λόγος, ἐν Βαβυλῶνι ἐπὶ τοῦ χρυσοῦ βωμοῦ μὴ ἐξεῖναι θύειν εἰ μὴ γαλαθηνὰ

μόνα κατὰ Ἡρόδοτον. Φάλαρις δέ φασιν ἐς τοῦτο ἤλασεν ὠμότητος, ὡς γαλαθηνὰ

θοινᾶσθαι βρέφη. ὁ δὲ ῥηθεὶς Βαβυλώνιος νόμος, ἀπεναντίας τῷ Ἑλληνικῷ ἔκειτο.

ὃς κηδόμενος τῆς τῶν θρεμμάτων ἐπιγονῆς, ἐκώλυσεν οὐ μόνον τὴν τῶν

γαλαθηνῶν σφαγὴν, ἀλλὰ καὶ τὸ ἄπεκτόν φασιν ἢ ἄτοκον πρόβατον θύεσθαι. καὶ

τὴν ἱέρειαν δὲ τῆς Ἀθηνᾶς ἔθος ἦν, φασι, μὴ θύειν ἀμνήν. Σημειωτέον δὲ καὶ τὴν

γραφὴν τοῦ θῆσθαι διὰ τοῦ ἦτα φερομένην ὁμοίως τῷ χρῆσθαι. χρῆσις δὲ σύστοιχος

αὐτῷ, καὶ τὸ θήσατο μαζὸν ἐν Ἰλιάδι. ὅθεν καὶ θηλὴ καὶ θηλάζειν. θηλὴ δέ ἐστι, τὸ

ἀκρότατον τοῦ μαστοῦ. ἡ παρὰ τοῖς ἰδιώταις ῥὰξ θηλυκῶς ἀπὸ τῆς κατὰ τὴν

σταφυλὴν ῥαγὸς οὐ μὴν ῥωγός. ῥὼξ γὰρ εἰπεῖν, βαρβαρισμὸς καὶ σολοικισμός ἐστιν

ὥς φησιν Αἴλιος ∆ιονύσιος. Ἰστέον δὲ καὶ ὁ τῶν εἰρημένων μετάλλων

περιουσιασμὸς ἐκ τῶν ποῤῥωτέρω βαρβαρικῶν τόπων, οὐκ ἀπιθάνως ἐπὶ τῷ

Μενελάῳ πλάττεται. εἴπερ ἀληθὴς, ἀληθὴς δὲ πάντως, ὁ ἱστορήσας ὅτι ἐν ἐσχατιαῖς

οἰκουμένης, καὶ ποτάμια τὰ τυχόντα, ψήματα χρυσοῦ καταφέρει. καὶ τὰ μὲν Ἰνδικὰ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

172

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!