18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

καὶ ὅτι παρὰ τὸ θορεῖν ἄνω γίνεται. ἢ κατὰ Ἀθήναιον, ἀπὸ τοῦ θρῆσαι ὅ ἐστι καθίσαι,

καὶ ἀλλαχοῦ δηλοῦται. ἔοικε δὲ, παρὰ τὴν θρῆνυν γενέσθαι παρωνύμως καὶ τὸ

ναυτικὸν θράνος καὶ θρανίον ὅθεν ὁ θρανίτης ναύτης, καὶ κῶπαι θρανίτιδες, αἱ τῶν

θρανιτῶν. (ῃερς. 132.) Ὅτι κλισμὸς, εἶδός τι θρόνου, ὅπερ καὶ ἀνάκλιντρον παρὰ τοῖς

ὕστερον λέγεται. ἀντιδιαστέλλεται γὰρ ὁ κλισμὸς τῷ θρόνῳ, διὸ νῦν εἰπὼν, τῷ

Μέντῃ τεθῆναι θρόνον τῷ δὲ Τηλεμάχῳ κλισμὸν, σαφέστερον διακρινεῖ ἐν οἷς

πρωϊὼν ἐρεῖ, ἕζοντο κατὰ κλισμούς τε θρόνους τε. ὡς ἄλλό τι ὄντος ἴσως κλισμοῦ

καὶ ἄλλο θρόνου. ἐρεῖ δέ που καὶ κλισίαν εἶδος θρόνου. ἴσως μὲν, ταυτὸν τῷ κλισμῷ,

ἴσως δὲ ἕτερον. Ὅτι ὥσπερ ἐκ τοῦ ὄπισθεν ἀπελθόντος τοῦ ˉσ εὕρηται πολλάκις τὸ

ὄπιθεν, οὕτω καὶ ἐνταῦθα τὸ ἔκτοθεν ἐκ τοῦ ἔκτοσθεν, ἐκδραμόντος τοῦ ˉσ διὰ

ἀνάγκην μετρικὴν ἐν τῷ, κλισμὸν θέτο ποικίλον ἔκτοθεν ἄλλων. (ῃερς. 133.) Ὅτι ὡς

ἐν Ἰλιάδι, οὕτω καὶ ἐν τῇ Ὀδυσσείᾳ, ὀρυγμαδὸς οὐ μόνον συνήθως ὁ κατὰ τὸ ὄρος

κτύπος,ἀλλὰ καὶ ὁ ἁπλῶς θόρυβος, τὸν γοῦν ὑπὸ τῶν μνηστήρων γινόμενον

ὅμαδον, ὀρυμαγδὸν λέγει. μεταθεὶς τὸ ˉγ ἐκ τῆς προπαραληγούσης εἰς τὴν

παραλήγουσαν, οὐ μόνον διὰ τὸ μέτρον, ἀλλὰ καὶ μᾶλλον διὰ τὸ τραχυφωνότερον.

(ῃερς. 134.) Ὅτι τὸ, δείπνῳ ἀδήσειεν ἀντὶ τοῦ ἀηδισθῆ, ἀπὸ τοῦ ἀηδοῦς κέκραται. διὸ

καὶ ἐκτεταμένον ἔχει τὸ δίχρονον. καὶ ἴσως καὶ τὸ ἄδην ἐπίῤῥημα, ἐξ αὐτοῦ γίνεται.

οἷον, εἰωθότες ἔδμεναι ἄδην. ἀπ' αὐτοῦ δὲ καὶ ἆδος ὁ κόρος. ἔστιν οὖν ἀδῆσαι, τὸ

ἀηδῶς ἔχειν κατὰ τοὺς δαψιλῶς καὶ εἰς κόρον ἀπολαύσαντας, τὸ μέντοι ἁδεῖν ἀντὶ

τοῦ ἀρέσκειν, συστέλλει τὸ ˉα, ὡς μὴ κεκραμένον ἀλλ' ἐκ τοῦ ἥδω συσταλέν. οἷον

ὡς ὄφελεν θάνατός μοι ἁδεῖν. Ὅτι τὸ ὑπερφίαλος, μέση λέξις ἐστί. ποτὲ μὲν,

τραχεῖαν ὕβριν δηλοῦν ποτὲ δὲ, ἀνειμένην τινὰ καὶ οὐ πάνυ σφοδράν. ὅτε μὲν γάρ

που τοὺς Πριαμίδας ὑπερφιάλους καλεῖ ὁ ποιητὴς, τραχὺ ἐκεῖ τὸ τῆς ὕβρεως.

βούλεται γὰρ, παρασπονδητὰς εἰπεῖν καὶ ὑπερβαίνοντας τὰς ἱερὰς τῶν ὅρκων

φιάλας. ἐνταῦθα δὲ τοὺς μνηστῆρας ὑπερφιάλους λέγων ἐν τῷ, ὑπερφιάλοισι

μετελθὼν, οὐκ ἐπὶ τοιαύτης σημασίας τὴν λέξιν τίθησιν, οὐ γὰρ ὑπόκεινται

παρασπονδήσαντες οἱ μνηστῆρες. ἀλλὰ λέγοιντ' ἂν ὑπερφίαλοι, ὡς εἴ τις εἴποι,

περιττοί. ἢ πάροινοι. ἐκ μεταφορᾶς τῶν μεγάλων φιαλῶν. ἢ τῶν ὑπὲρ τὸ δέον

χρωμένων τῇ συμποτικῇ φιάλῃ. ἐν μέντοι τῇ ˉι ῥαψῳδίᾳ, τοὺς Κύκλωπας φανερῶς

ὑπερφιάλους καλεῖ, οὐχ' ὡς ἀσεβεῖς. πῶς γὰρ ἀσεβεῖς οἵγε θεοῖς πεποιθότες ὡς ὁ

ποιητὴς λέγει γῆν ᾤκουν ἀρίστην; ἀλλ' ὑπερφιάλους ἐκεῖ λέγει, τοὺς μεγάλους, ὡς

ἀρέσκει τοῖς παλαιοῖς. καὶ ὅτε δὲ αὐτοὶ ἑαυτοὺς οἱ μνηστῆρες ὑπερφιάλους

καλέσουσιν ἐν τῷ, ὑπερφιάλοις ἡμῖν μετελθὼν, ἔπαινον πάντως ἡ λέξις δηλοῖ. οὐ

γὰρ δή που καθ' ἑαυτῶν ἐκεῖνοι λέγουσι. καὶ σημαίνοι ἂν ἡ λέξις τηνικαῦτα, τὸ μέγα

καὶ εὐμέγεθες. εἰ μή τις καὶ ἐκεῖ, ἐπὶ παροίνων καὶ ὑβριστῶν τὴν λέξιν θέλει

τάττεσθαι ὡς εἰρωνικῶς λεχθεῖσαν ὑπὸ τῶν μνηστήρων, οἷα δῆθεν τοιούτων

νομιζομένων τοῖς πολλοῖς. ὅθεν καὶ μετ' ὀλίγα φησὶν ὁ Μέντης, ὅτι ὑβρίζοντες

ὑπερφιάλως δοκοῦσι δαίνυσθαι οἱ μνηστῆρες. Τὸ δὲ μετελθὼν, ἀντὶ τοῦ συνελθών.

ὥσπερ καὶ πρὸ ὀλίγου, μνηστῆρσι μεθήμενος ἔφη ἀντὶ τοῦ συγκαθήμενος. οὕτω καὶ

Ἡσίοδος, μετεῖναι, τὸ συνεῖναι φησίν. (ῃερς. 136.) Ὅτι τραπέζης βασιλικῆς ἀρχαίας

ἐκφράζων διάθεσιν ὁ ποιητὴς, 1.34 οὕτω φράζει. χέρνιβα δ' ἀμφίπολος προχόῳ

ἐπέχευε φέρουσα καλῇ χρυσείῃ. ἤγουν κατὰ τὸν παραφραστὴν, πρῶτον μὲν κατὰ

χειρὸς θεράπαινα ἔφερε χρυσῇ πρόχῳ ὑπὲρ ἀργυρέοιο λέβητος, νίψασθαι. παρὰ δὲ

ξεστὴν ἐτάνυσε τράπεζαν, σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα, εἴδατα πόλλ'

ἐπιθεῖσα, χαριζομένη παρεόντων. δαιτρὸς δὲ, κρειῶν πίνακας παρέθηκεν ἀείρας,

παντοίων. παρετίθει δὲ χρύσεα κύπελλα, ὡς αὐτοῦ ἔργον καὶ τοῦτο ὄν. κῆρυξ δ'

αὐτοῖς θάμ' ἐπῴχετο οἰνοχεύων. οἵ δ' ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε.

Καὶ ὅρα ὅπως ἄλλο τι ἔχει τὸν κλισμὸν καὶ ἄλλο τὸν θρόνον ὡς καὶ πρὸ μικροῦ

γέγραπται καὶ ἐν τοῖς ἑξῆς δὲ φανεῖται. Λέγει δὲ ἀμφίπολον, τὴν δούλην ὡς ἐν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

38

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!