18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀλλ' ἢ μίαν. ἡ δὲ κρείττων ἡ μί' ἐστι χιλίων ποτηρίων. (ῃερς. 348.) Τὸ δὲ ναῦς

ἐκεκεύθει, οὐκ ἀνομοίως ἔχει πρὸς τὸ, δῶμ' ἐκάλυψε. περιοχὴν γὰρ τῶν ἐντὸς καὶ

ἄμφω δηλοῦσιν. (ῃερς. 351.) Ὁ δὲ σχέτλιος, τὴν συνήθη τῷ ποιητῇ κἀνταῦθα

σημασίαν ἔχει. Σημείωσαι δ' ἐν τῇ τοιαύτῃ λέξει καὶ ὡς ἐκ τῶν αὐτῶν ῥημάτων

συγκείμενα ἡ ἐχέτλη τε καὶ ὁ σχέτλιος ὅμως διάφορά εἰσιν. ἐχέτλη μὲν γὰρ, ἧς

ἔχεταί τις τλημόνως. σχέτλιος δὲ, ὃν ἐχρῆν σχέσθαι καὶ τλῆναι. (ῃερς. 352.) Τὸ δὲ

πολέων, ἀστείως ἐῤῥέθη. κἂν γὰρ οὐκ ἐνθάδ' ὁ πλοῦς τοῖσι σώφροσι βροτῶν καὶ

μάλιστα τοῖς ἴδμοσιν, ἀλλ' ἐν τοῖς οὕτω πολλοῖς εἰκός ἐστι καὶ ἄλλον τινὰ τῷ μακρῷ

χρόνῳ εἰς τὴν τῶν Κυκλώπων 1.347 κατᾶραι. Ἐν δὲ τῷ, οὐ κατὰ μοῖραν ἔρεξας, δι'

ἑνὸς ˉρ κατὰ φύσιν τὸ ἔρεξας. (ῃερς. 353.) Ὅτι δελεασθεὶς ὁ ἀσύνετος Κύκλωψ οἷς

ἐκολακεύθη πρὸς Ὀδυσσέως, καὶ ὡς οἷα λοιβήν τινα δεξάμενος τὸ τοῦ οἴνου

κισσύβιον, ἔκπιεν ὡς προσεχῶς ἐῤῥέθη, ἡδὺ ποτὸν πίνων. καί με φησὶν ᾔτεε

δεύτερον αὖτις. δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ αὐτίκα νῦν, (ῃερς.

356.) ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίροις. εἰρωνικῶς μὲν τοῦτο λέγων. ἄλλως δὲ,

φήμην λαλῶν φίλην τῷ Ὀδυσσεῖ. ἀληθῶς γὰρ πιὼν καὶ μεθυσθεὶς δέδωκε τῷ

Ὀδυσσεῖ ἕτοιμον ἑαυτὸν εἰς τύφλωσιν. ὅπερ ἐχάρη ποιήσας ὁ Ὀδυσσεύς. (ῃερς. 357.)

εἶτα καὶ σύγκρισιν οἴνου ποιῶν οὗ τε ἐξέπιε καὶ τοῦ κατὰ Κύκλωπας, φησί. καὶ γὰρ

Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα οἶνον ἐριστάφυλον, καί σφιν ∆ιὸς ὄμβρος ἄξει,

ἀλλὰ τόδ' ἀμβροσίης καὶ νέκταρος ἐστὶν ἀποῤῥώξ. καὶ σκοπητέον εἰ πρέπει τοιοῦτον

νόημα δεξιὸν, τῷ θηριώδει καὶ βοσκηματώδει Κύκλωπι. (ῃερς. 359.) Σημείωσαι δὲ

καὶ ὅτι ἐν τῷ ἀποῤῥὼξ ἐμφαίνει ὁ ποιητὴς ὡς οὐκ ἀπᾷδον ἐστὶ νοῆσαι καὶ τὴν

ἀμβροσίαν ὑγρόν τι ὥσπερ καὶ τὸ νέκταρ. τὸ γὰρ ἀποῤῥὼξ, τοῖς ὑγροῖς προσαρμόζει.

δηλοῖ γὰρ ἀπόῤῥοιαν. οὕτω γοῦν καὶ ἐποίησαν τῶν τινες νεωτέρων, τὴν ἀμβροσίαν

λαβόντες εἰς ὑγρὰν θείαν τροφήν. ἴσως δὲ καὶ συνεκδοχικῶς πρὸς μόνον τὸ νέκταρ

κεῖται ἡ ἀποῤῥώξ, ὡς χρῆναι ἄλλο τι ὄνομα ἐπὶ τῆς ἀμβροσίας νοεῖν. παρὰ δέ τισι

τῶν παλαιῶν τὸ νέκταρ ξηρὰ ἦν θεία τροφή. προφέρεται γοῦν Ἀναξανδρίδης μὲν

γράφων οὕτω. τὸ νέκταρ πάνυ μάττων ἐσθίω. διαπίνω τ' ἀμβροσίαν καὶ τῷ ∆ιῒ

διακονῶ. Ἀλκμὰν δὲ λέγων τοὺς θεοὺς νέκταρ ἔδμεναι. Σαπφὼ δὲ εἰποῦσα ὡς

ἀμβροσίας κρατὴρ ἐκέκρατο, εἰς πόσιν δηλαδή. διὸ καὶ ταυτίζουσα τῷ οἴνῳ αὐτὴν

ἐπάγει. Ἑρμῆς δ' ἑλὼν ἕρπιν θεοῖς ᾠνοχόησεν. ἔστι δὲ ἕρπις Αἰγυπτιστὶ ὁ οἶνος. καθὰ

καὶ ὁ Λυκόφρων οἶδεν. ἱστοροῦνται δὲ καὶ σκευάζειν τὸ καλούμενον νέκταρ οἱ περὶ

τὴν Λύδιον Ὄλυμπον, οἶνον καὶ κηρία συγκιρνάντες, μέλιτος δηλαδή. ἔστι δὲ καὶ

ἄνθη εὐώδη. ὡς εἶναι τῷ λόγῳ τούτῳ γλυκὺ ἐκεῖνο, ὡς ἐκ μέλιτος. τινὲς δέ φασιν

ὡς ὁ μελοποιὸς Ἴβυκος τὴν ἀμβροσίαν κατ' ἐπίτασιν ἐνναπλασίονα γλυκύτητα ἔχειν

οἶδε πρὸς τὸ μέλι, λέγων αὐτὸ ἔνατον εἶναι μέρος τῆς ἀμβροσίας κατὰ τὴν ἡδονήν.

Σημείωσαι δ' ἐνταῦθα ἐκ τῶν τοῦ Ἀθηναίου καὶ τὸ, ἠδ' ἀμβροσία, ὕδωρ ἀκραιφνές.

ἔλαιον. παγκαρπία. ἅπερ ἔμβαλλε. τέως γε μὴν Ὀδυσσεὺς καὶ δεύτερον καὶ τρίτον

κισσύβιον τῷ Κύκλωπι δίδωσι. φησὶ γοῦν. τρὶς μὲν ἔδωκα φέρων. τρίς δ' ἔκπιεν

ἀφραδίῃσιν. αὐτὰρ ἐπεὶ (ῃερς. 362.) Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος, τηνικαῦτα

πάσχει τὰ δηλωθησόμενα. Ἔστι δὲ τὸ, Κύκλωπος φρένας περιῆλθεν οἶνος,

περίφρασις τοῦ ἐμεθύσθη. ἔπαθε δὲ ὁ Κύκλωψ τοῦτο, οἷα πιὼν οὕτω πολύ. ἑξήκοντα

δηλαδὴ κισσυβίων κράμα ὡς προδεδήλωται. τοσοῦτον γὰρ ἂν ἐποίησαν τὰ τρία

κισσύβια, ὧν ἕκαστον ἀνὰ εἴκοσι μέτρα ἐδέχετο ὕδατος. ἐν οἷς πάντως οὐ τὸ ὕδωρ

περιελθὸν τὸν Πολύφημον ἀλλ' ὁ τῶν τριῶν κισσυβίων οἶνος εἰς μέθην κατέφερε.

(ῃερς. 353.) λογιστέον δὲ καὶ τὸ κισσύβιον ἡλίκον ἦν εἴγε εἰς πόσιν ἐπεποίητο

Κύκλωπι τῷ τοσούτῳ. Ἐν τούτοις δὲ, τὸ μὲν ἥσατο δ' αἰνῶς ἡδὺ ποτὸν πίνων,

ἐτυμολογικῶς ἐφράσθη. παρὰ τὸ ἧσαι γὰρ, τὸ ἡδύ. (ῃερς. 355.) Τὸ δὲ καί μοι τεὸν

οὔνομα εἰπὲ, προεκθετικόν ἐστι καὶ προκλητικὸν τῶν εὐθὺς ἐφεξῆς. αὐτίκα γὰρ ἐπεὶ

μέθῃ κατασχεθεὶς ὁ Πολύφημος οὐκ εἶχεν ἐμβαθύνειν σοφίσμασιν, ὁ καὶ ἄλλως

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

395

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!