18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Ἀττικοὶ τὸ δαψιλῶς. ὅθεν καὶ ἀδηφάγοι ἵπποι οἱ τέλειοι. καὶ ἀδηφάγον ἅρμα, διὰ

τοὺς κατ' αὐτὸ τελείους ἵππους, καὶ ἄδος, κόρος. πλησμονή. κάματος. ἀφ' οὗ

ἀδόλεσχος δι' ἑνὸς ˉδ ὁ καὶ ἀδολέσχης. καὶ ἀδαῖον παρὰ Σώφρονι, τὸ εἰς κόρον

ἔργον. ἔτι δὲ, καὶ ὅτι ἀδηφάγοι ἵπποι, οἱ τέλειοι. τοῖς γὰρ πώλοις φησὶν οὐκ ἐδίδοσαν

τροφῆς πλῆθος. Λυσίας δὲ, καὶ ναῦν ἀδηφάγον φησὶ, τὴν τὸν μισθὸν λαμβάνουσαν

ἐντελῆ. καὶ λύχνους ἀδηφάγους, τοὺς πότας. ὁποῖος ὁ ἐν Νεφέλαις παρὰ τῷ

Ἀριστοφάνει. Ὅτι ὥς περ ἑλιξόκερως βοῦς, ὁ στρεβλόκερως παρὰ τοῖς παλαιοῖς,

οὕτω καὶ βόες εἰλίποδες, οἱ τοὺς πόδας κατὰ τὴν πορείαν ἑλίσσοντες. Παυσανίας δὲ

λέγει, καὶ γυναῖκας εἰλίποδας διὰ τὴν ἔνδεσιν τῶν μηρῶν. Ἕλικες δὲ ὅτι οὐ μόνον

βοῶν ἐπίθετον δηλοῦν τοὺς μέλανας ἀλλὰ καὶ ψέλλια σημαίνει ἐστὶν ὅτε καὶ

ἐνώτια, δηλοῦται ἀλλαχοῦ. (ῃερς. 93.) Ὅτι ἐν τῷ, πέμψω δ' ἐς Σπάρτην τὲ καὶ ἐς

Πύλον ἠμαθόεντα, τινὲς γράφουσιν, πέμψω δ' ἐς Κρήτην τὲ καὶ ἐς Πύλον. οὐκ ἀγαθὴ

δὲ ἡ τοιαύτη γραφή. δίδωσι διὸ καὶ δίκας τοῖς παλαιοῖς. Πύλος δὲ, πόλις περὶ τὸ

ἑσπέριον τῆς Πελοποννήσου πλευρόν. Ὅτι δὲ τρεῖς ἦσαν Πύλοι. καὶ ὅτι οὐ μόνον

θηλυκῶς ἀλλὰ καὶ ἀρσενικῶς λέγεται ὁ Πύλος, ἐν ἄλλοις πλατύτερον γέγραπται.

ἐνταῦθα μέντοι ἐπιτροχάδην ἐκεῖνο ἰστέον ὅτι τρεῖς εἰσὶν ἐν Πελοποννήσῳ Πύλοι.

ὅθεν καὶ τὸ, ἐστὶ Πύλος πρὸ Πύλοιο, Πύλος γε μέν ἐστι καὶ ἄλλη. εἰσὶ δὲ, ὁ

Τριφυλιακός. καὶ ὁ Μεσσηνιακός. καὶ ἄδηλον ἐκ ποίου ὁ Νέστωρ. σπεύδουσι δὲ ὅμως

ἕκαστος εἰς πατρίδα ἐγγράφεσθαι τῷ Νέστορι. ∆εῖ δὲ εἰδέναι καὶ ὅτι εἰ καὶ ἄλλοι

κατὰ γένος ἀρσενικὸν χρῶνται τῷ Πύλῳ, ἀλλ' Ὅμηρος οὐ δοκεῖ οὕτω φράζειν. εἰ

γὰρ Πύλον ἠμαθόεντα φησὶν, ἀλλὰ τὸ ἠμαθόεις θηλυκοῦ γένους δοκεῖ. ὁμοίως τῷ,

ὑλήεντι 1.25 Ζακύνθῳ. τί δέ ἐστιν ἠμαθόεις καὶ ὡς ποταμοῦ ἐστὶν ὄνομα, ἐν τοῖς εἰς

τὴν Ἰλιάδα καὶ αὐτὸ γέγραπται. Σπάρτη δὲ, πόλις ἢ χωρίον Λακωνικόν. ἐκλήθη δὲ

οὕτω, ἀπὸ τῶν μυθευομένων μετὰ τοῦ Κάδμου σπαρτῶν ἀνδρῶν. οἳ κατὰ τὴν

παλαιὰν ἱστορίαν ἐκεῖ ἐκπεσόντες, Σπάρτην ἀφ' ἑαυτῶν τὴν πόλιν ὠνόμασαν.

ἱκανῶς δὲ περὶ αὐτῆς ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. Ἰστέον δὲ ὅτι καὶ εἶδός τι

σχοινίου ὀνομάζεται σπάρτη ὡς ὁ κωμικὸς ἐμφαίνει ἐν τοῖς Ὄρνισι. τοῦτο δὲ, ὁ

ποιητὴς οὐδετέρως λέγει. καὶ δὴ σπάρτα λέλυνται. (ῃερς. 95.) Ὅτι σχῆμα ἀμφιβολίας

τὸ, ἠδ' ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσι. δηλοῖ γὰρ, ἢ ὅπου φήμη ἔχει

εἶναι τὸν Ὀδυσσέα, ἢ ὅπως εὔκλεια ἔχοι τὸν Τηλέμαχον ὡς κοπιάσαντα ὑπὲρ τοῦ

πατρός. καὶ ἔστι κρείττων αὕτη ἡ ἔννοια. Κλέος δὲ ἐσθλὸν, ἡ εὔκλεια. ὡς εἴ τις εἴπῃ,

φήμη ἐσθλή, τὸ μέντοι μὴ ἐσθλὸν, δύσκλειά ἐστιν. οὕτω καὶ ἀοίδιμος, μέσως ἔχει

καθὰ καὶ τὸ κλέος, ἕως ἐρεῖ τις ἀείδιμόν τινα ἐπὶ καλοῖς, ἢ ἀοίδιμον ἐπὶ κακοῖς.

ἐνταῦθα δὲ ἐμφαίνει καὶ τὸ τῶν πρακτέων ἀμφιῤῥεπὲς ὁ ποιητὴς ἐν τῷ ἤν που

ἀκούσῃ νόστον πατρὸς ὁ Τηλέμαχος. οὐ γὰρ οἶδεν ἡ τῆς ἀλληγορίας Ἀθηνᾶ ἡ παρὰ

τῷ Τηλεμάχῳ, εἰ ἀποδημήσας, μαθήσεται περὶ τοῦ πατρὸς τί σαφές. (ῃερς. 96.) Ὅτι

διασκευάζων ὥς που ἐν Ἰλιάδι οὕτω καὶ ἐνταῦθα ὁ ποιητὴς τὴν σκευὴν τῆς Ἀθηνᾶς,

φησίν. ὣς εἰποῦσα, ὑπὸ ποσὶν ἐδήσατο καὶ τὰ ἑξῆς ὡς εὐθὺς φανήσεται. Ἰστέον δὲ

ὅτι ἐν τῷ ὑπὸ ποσὶν ἐδήσατο πέδιλα, τὸ ῥῆμα κεῖται, ἀφ' οὗ τὸ ὑπόδημα γίνεται. ἐκ

γὰρ τοῦ ὑποδεῖσθαι τὸ ὑπόδημα. ὥσπερ ἐκ τοῦ ἀναδεῖσθαι καὶ διαδεῖσθαι, τὸ

ἀνάδημα καὶ τὸ διάδημα. δῆλον δὲ ὡς ἐπὶ ποδῶν μὲν τὸ ὑποδεῖσθαι. ἀναδεῖσθαι δὲ

καὶ ἀναδέσμη, ἐπὶ κεφαλῆς. τὸ μέντοι διὰ τοῦ σώματος, διάδημα. Τὰ δὲ ῥηθέντα

πέδιλα, καλά φησιν. ἀμβρόσια. χρύσεια. λέγων, καὶ ὅτι αὐτὰ ἔφερον αὐτὴν ἐπί τε

ὑγρὴν ἐπί τε ἀπείρονα γαῖαν ἅμα πνοιαῖς ἀνέμου, (ῃερς. 98.) ἤτοι ὁμοίως ἀνέμοις.

δηλοῖ δὲ διὰ τούτων ὁ ποιητὴς, τὸ θεῖον καὶ λαμπρὸν καὶ ὀξυκίνητον τῆς

φρονήσεως. τὸ θεῖον μὲν, διὰ τοῦ ἀμβρόσια. θεῖον γάρ τι ἀμβροσία ὡς πολλαχοῦ

ἐφάνη. διὰ δὲ τοῦ χρύσεια, τὸ λαμπρόν. τὸ δὲ ὀξυκίνητον, διὰ τῆς κατ' ἄνεμον

φορᾶς. προϊὼν δὲ καὶ ὡς ὄρνιν αὐτὴν ἐρεῖ διΐπτασθαι. Τὸ δέ γε ὑποδεδέσθαι τὴν

Ἀθηνᾶν, τὸ τῆς φρονήσεως εὔοδον καὶ ἀπρόσκοπον ἐν τοῖς πρακτέοις ὑποδηλοῖ.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

28

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!