18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

πνέουσι καὶ κατὰ καιρὸν ὡς τὰ πολλά, οἷον οἱ ἐτησίαι μὲν θέρους, φθινοπώρου δὲ οἱ

νῶτοι, καὶ ἔαρος, οἱ λευκόνοτοι. ὁ δὲ ὡς εἰκὸς ἱστορικὸς λόγος ἄνθρωπον συνετὸν

καὶ εὔπορον τὰ εἰς βουλὴν καὶ εἰς λοιποὺς λόγους τὸν Αἴολον παραδίδωσι διὰ

περιουσίαν φρονήσεως. διὸ καὶ ἡ παροιμία Αἰόλον τὸν ποικίλον καὶ πανοῦργον

φησίν. ἀφ' οὗ σύνθετον αἰολοχαίτης ὁ ποικίλας ἔχων τρίχας ἄνθρωπος δηλαδὴ ἢ

ἵππος ἢ ἄλλο τι ζῷον. ὅπερ εἰ καὶ πέκεται, λέγοιτ' ἂν καὶ ποικίλον κυρίως. δοκεῖ γὰρ

παρὰ τὸν πόκον εἰρεῖσθαι ὁ ποικίλος. δῆλον δὲ ὡς ἡ σύνθεσις τοῦ αἰολοχαίτης κατὰ

τὸ κυανοχαίτης. δρομιχαίτης. γλαυκοχαίτης. μελαγχαίτης. ἡ δὲ περὶ τούτων

Ὁμηρικὴ φράσις τοιαύτη. τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν, ἓξ μὲν

θυγατέρες, ἓξ δ' υἱέες ἡβώωντες. ἔνθ' ὅγε θυγατέρας (ῃερς. 7.) πόρεν υἱάσιν εἶναι

ἀκοίτις κατὰ ἔθος ἀρχαῖον. καθ' ὃ καὶ ὁ Ζεὺς συνῴκει τῇ Ἥρᾳ. ἐδόκει γὰρ τοῖς

παλαιοῖς μέγα τι καὶ τὴν ἐκ φύσεως φιλοστοργίαν εἰς ὁμοφροσύνην συμβάλλεσθαι.

Ἀλκιβιάδην μέντοι παρεξηυλημένον ἐν τῷ ἄλλως βιοῦν ἐξωλέστερον, ἔσκωψέ

φησιν Ἀντισθένης παράνομον εἶναι καὶ εἰς γυναῖκας καὶ εἰς τὴν ἄλλην δίαιταν,

συνεῖναι γὰρ καὶ μητρὶ καὶ θυγατρὶ καὶ ἀδελφῇ ὡς τοὺς Πέρσας. (ῃερς. 8.) εἶτα καὶ τὰ

ἑξῆς περὶ τῶν παίδων ἐπάγων φησίν. οἵδ' αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ

δαίνυνται. παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται. κνισσῆεν δέ τε δῶμα περιστεναχίζεται

αὐλῇ ἤματα. νύκτας δ' αὖτε παρ' αἰδοίῃς ἀλόχοισιν εὕδουσιν ἔν τε τάπῃσι. (ῃερς. 12.)

καὶ ἐν τρητοῖσι λεχέεσσι, καὶ οὕτω διασκευάσας τὰ κατὰ τούτους καὶ τρυφῶντας

παραστήσας καὶ ὑπὲρ τὸ δέον ἀναπεπτωκότας ὁποῖοι δή τινες καὶ οἱ Φαίακες οὓς καὶ

θεραπεύει τῇ τῶν ὁμοιοπαθῶν ἱστορίᾳ καὶ τὸ τέλος δὲ τῆς διασκευῆς καλλύνας

παρίσοις τῷ, ἀλόχοισι, τάπῃσι, τρητοῖσι λεχέεσσιν, οὐδέν τι περὶ τῶν τοῦ Αἰόλου

δωμάτων ἐνδιάσκευον εἰπεῖν ἠθέλησεν ἢ περὶ τῆς πόλεως, ἀλλ' ἠρκέσθη μόνον

εἰπὼν ὡς καὶ τούτων ἱκόμεθα πόλιν καὶ δώματα καλά. ὀκνεῖ γὰρ χρᾶσθαι

κατακόρως ἐκφράσεσι διὸ καὶ μυρία 1.364 ὀνείατα εἰπὼν οὐδέν τι πλέον οὐδὲ περὶ

αὐτῶν προσέθετο. (ῃερς. 10.) καὶ δῶμα δὲ κνισσῆεν φάμενος τὸ κηῶεν καὶ εὔοσμον ἢ

τὸ κνίσσης μετέχον ἠρκέσθη ἐς τοσοῦτον εἰπὼν, καὶ μηδέν τι μηδὲ περὶ τῆς ἐνταῦθα

κνίσσης παρασημῃνάμενος. Ἰστέον δὲ ὅτι ὁ παραφράσας τὴν Ὀδυσσείαν ῥήτωρ οὕτω

γοργῶς μετέβαλε τὰ κατὰ τοὺς παῖδας τοῦ Αἰόλου, πάντες κοινῇ παρ' αὐτῷ δίαιταν

εἶχον, πλήν γε δὴ ὅσα νύκτωρ ἀναγκαίως ἐγίνετο. Τὸ δὲ περιστεναχίζεται, ἀντὶ τοῦ

περιηχεῖται, ὡς καὶ τοῦ τοιούτου δώματος ἠχήεντος ὄντος. ἢ ἀντὶ τοῦ, στενοχορεῖ

τοῖς δαινυμένοις. (ῃερς. 12.) Περὶ δὲ ταπήτων ἀρκεῖ εἰπεῖν ἄρτι, ὅτι ἐοίκασι ταυτόν

ποτε εἶναι τάπητες καὶ δάπιδες, ὡς δηλοῖ Παυσανίας ἐν οἷς φησὶ ψιλοδάπιδας, ψιλὰς

καὶ μὴ μαλλωτάς, ὡς δηλαδὴ καὶ μαλλωτῶν οὐσῶν δαπίδων ὁποῖοι καὶ οἱ τάτηπες

ὡς ἐπιπολύ. (ῃερς. 5.) Τῶν δὲ παίδων Αἰόλου καὶ ὀνόματα ἐκτίθενται οἱ παλαιοί.

περὶ ὧν οὐκ ἀναγκαῖον ἐκθέσθαι ἢ μόνον ἐς τοσοῦτον. Αἴολος Τηλεπάτραν τὴν

Λαιστρυγόνος ἐγέννησε τοὺς δεῖνα καὶ τὰς δεῖνα. (ῃερς. 14.) Ὅρα δὲ καὶ ὡς οὐκ

ἠξίωσεν ὁ ποιητὴς ἱστορῆσαι καθὰ περὶ τῶν Φαιάκων πολλά τινα, οὕτω καὶ περὶ τῶν

ἐν τῇ τοῦ Αἰόλου νήσῳ, ἀλλ' ἠρκέσθη τὰ κατὰ τὸν βασιλέα διὰ τοῦ Ὀδυσσέως εἰπεῖν,

ἵνα μὴ τὰ τῆς ποιήσεως πάρεργα πλείω τοῦ ἔργου γένηται εἰ περὶ τῶν καθέκαστα

ἐμπλατύνεται. διὸ καὶ ἐνδεικνύμενος τὴν τοιαύτην μέθοδον ὁ Ὁμηρικὸς Ὀδυσσεὺς

ἐπάγει. μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα, Ἴλιον Ἀργείων τε νέας καὶ

νόστον Ἀχαιῶν. ἐξ οὗ φιλομαθῆ καὶ τὸν Αἴολονδηλοῖ. καὶ ἐμφαίνει δύνασθαι μὲν

κἀνταῦθα πολλὰ λέγειν μὴ ἐθέλειν δὲ πολυλογεῖν. (ῃερς. 16.) Ὅτι σαφοῦς

ἀπαγγελίας τὸ, καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα. (ῃερς. 17.) Ὅτι τὸ ἐν

ἄλλοις λόγῳ διδαχθὲν ὡς χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν,

πραγματικῶς ἐνταῦθα παραδίδοται ἐν τῷ, ἀλλ' ὅτε δὴ καὶ ἐγὼ ὁδὸν ᾔτεον καὶ

ἐκέλευον πέμπειν, οὐδέ τι κεῖνος ἀνήνατο. τεῦχε δὲ πομπήν. Ὀδυσσεὺς δὲ τοῦτο

λέγει ἐρεθίζων τὸν Ἀλκίνοον εἰς ἔργον ὅμοιον. (ῃερς. 19.) Ὅτι Αἴολος ἐκδείρας

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

414

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!