18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος. λεπτή δ' εἰσίθμη. νῆες δ' ὁδὸν ἀμφιέλισσαι

εἰρύαται. πᾶσι γὰρ, ἐπίστιόν ἐστιν ἑκάστῳ. ἔνθα δ' αὐτοῖς ἀγορὴ καλὸν ποσιδήϊον

ἀμφίς. ῥυτοῖσι λάεσσι κατωρυχέεσσ' ἀραρυῖα. ἔνθα δὲ νηῶν ὅπλα μελαινάων

ἀλέγουσι, σπείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά. οὐ γὰρ Φαιήκεσσι μέλει

βιὸς οὐδὲ φαρέτρη. ἀλλ' ἱστοὶ καὶ ἐρετμὰ νηῶν καὶ νῆες ἐΐσαι. (ῃερς. 272.) ᾗσιν

ἀγαλλόμενοι, πο 1.253 λιὴν περόωσι θάλασσαν. προαναφωνεῖ δὲ ταῦτα ὁ ποιητὴς,

ἵνα πιθανολογηθῇ ὁ διὰ Φαιακικῆς νηὸς εἰς Ἰθάκην σωτήριος τοῦ Ὀδυσσέως πλοῦς.

(ῃερς. 264.) Ἀρετὴ δὲ λιμένος καὶ ἡ λεπτὴ εἰσίθμη,τουτέστι ἡ στενὴ δίοδος εἰς αὐτὸν,

παρὰ τὸ εἰσιέναι γινομένη πλεονασμῷ τοῦ θῆτα. οὕτω καὶ τοῦ κατὰ Λαιστρυγόνας

λιμένος, ἀραιὴ λεχθήσεται εἴσοδος. Ἐν οἷς ὅρα ὡς τῆς μὲν ἐνταῦθα εἰσίθμης,

μετάληψις ἐκεῖ τὸ εἴσοδος. τῆς δὲ ἐκεῖ ἀραιᾶς, ἑρμηνεία ἐνταῦθα ἡ λεπτή. (ῃερς.

265.) Ἐπίστιον δὲ, τὸ ὡς ἄν τις εἴποι ἐποίκειον. Ἰώνων δὲ ἡ λέξις, διὸ καὶ ψιλοῦται.

καθὰ καὶ τὸ Ζεὺς καθάρσιος καὶ ἐπίστιος παρὰ Ἡροδότῳ, ἀντὶ τοῦ ἐφέστιος. καὶ

Ἀθηναίων ἐπίστια. γίνεται δὲ ἀπὸ τῆς ἱστίας. ἥτις ὁμοίως τῇ ἑστία δασύνεται. αὐτὴ

μὲν, ἀπὸ τοῦ ἵστασθαι. ἀπὸ τοῦ ἑστάναι δὲ, ἡ ἑστία. λέγεται δὲ τὸ ἐπίστιον, καὶ

νεώριον. καὶ νεὼν περιεκτικῶς. καὶ νεῶν οἶκοι. καλοῦνται δὲ καὶ οἱ αἰγιαλοὶ,

νεῶνες καὶ οἶκοι νεῶν. Αἴλιος δὲ ∆ιονύσιος, λέγει ὅτι Ἴωνες μὲν, νεῶνας φασίν.

Ἀττικοὶ δὲ, νεωσοίκους καὶ νεώρια. οἱ δ' αὐτοὶ, καὶ νεωρεῖν φασι τὸ ναυφυλακεῖν.

ὅτι δὲ ψιλωτικοὶ τῶν δασυνομένων οἱ Ἴωνες, δηλοῖ καὶ τὸ, λεύκιππος Περσεφόνη

παρὰ Πινδάρῳ. καὶ τὸ αὐτόδιον, ὅ ἐστι κατὰ τὴν ὁδόν. καὶ ὁ ἀντήλιος, ἤγουν

παρήλιος. καὶ ὁ ἀπηλιώτης. καὶ ἔπηλις ἡ ἐπὶ τοῦ προσώπου μελανία καὶ τὸ πῶμα τῆς

λάρνακος ὥς φασιν οἱ παλαιοὶ κατὰ τὸν Σοφοκλῆν. ἡ δ' αὐτὴ, καὶ ἔφηλις κοινῶς ὡς

ἀπὸ τοῦ ἥλου. λέγονται δὲ Ἰωνικῶς, καὶ ἀντήλια τὰ καὶ παρώπια ἤγουν τὰ περὶ τὰς

ὄψεις τῶν ἵππων ὡς φησιν Αἴλιος ∆ιονύσιος. Ἰστέον δὲ ὡς εἰ καὶ Ἰώνων ἐστὶν ἡ

ψίλωσις τοῦ ἐπίστιον, ἀλλ' αὐτὴ ἡ λέξις τοῦἱστίου καθὰ καὶ ἡ ἱστία, Σικελῶν εἶναι

πρὸ βραχέων ἐῤῥέθη καθ' Ἡρακλείδην. ὃς εἰπὼν ὡς Σικελοὶ τὸ ἀρκτικὸν ˉε ᾧ ἕπεται

τὸ σίγμα εἰς ˉι μετατιθέασιν, ἐπάγει ὅτι οὕτω τὴν τοιαύτην ἀκολουθίαν ἐκεῖνοι

σώζουσιν, ὥστε κἂν μὴ ἕπηται τὸ σίγμα φύσει ἀλλ' ἔξωθεν παρεισπέσῃ, ὁμοίως

ποιοῦσι. τὸ γοῦν ἔχω, ἴσχω φασί. καὶ τὸ ἕπω, ἵσπω καὶ ἐνίσπω. οὕτω δὲ καὶ τὸ ἕζω

ὅθεν τὸ καθέζομαι, ἵζω λέγουσι διὰ τὸ φύσει ἑπόμενον σίγμα τὸ ἀρκτικὸν τῆς

συνθέσεως. τὸ γὰρ ζῆτα, ἐκ τοῦ σίγμα καὶ δέλτα σύγκειται. ταύτῃ τοι τὸ ἔσθω

γραφόμενον φησὶ διὰ τοῦ ˉε, ἁμαρτάνεται. ὡς οἷα ὀφεῖλον, ἴσθω εἶναι. καὶ οὕτω μὲν

τοῦτο. Ἰστέον δὲ καὶ ὡς εἰ καὶ τὸ ἐπίστιον Ἰωνικόν ἐστι καὶ Σικελικὸν, ἀλλὰ τὸ

ἐφέστιον, ἀττικίζεται. Τὸ δὲ ἑκάστῳ, πρὸς λόγου ἀσφάλειαν πρόσκειται. οὐ γὰρ πᾶσι

κοινὸν ἦν ἓν μόνον ἐπίστιον, (ῃερς. 266.) ἀλλ' ἰδίᾳ ἑκάστῳ. ταυτὸν δὲ, ἑνὶ ἑκάστῳ

καὶ πᾶσιν εἰπεῖν. Ποσιδήϊον δὲ, τὸ τοῦ Ποσειδῶνος ἱερόν, οὗ ἡ προπαραλήγουσα, διὰ

τοῦ ἰῶτα γράφεται, ὡς ἀποδραμόντος ἐκ τῆς διφθόγγου τοῦ ˉε, καθὰ ἐν τοῖς τοῦ

περιηγητοῦ γέγραπται. ἁπλοῦν δὲ τοῦ ποσιδήϊον παραγώγου ὀνόματος, ἢ τὸ

ποσιδεῖον προπερισπωμένως ὡς τὸ Ἰσεῖον καὶ εἰδωλεῖον καὶ Ἡρακλεῖον ἃ δηλοῖ

ναὸν Ἴσιδος καὶ εἰδώλων καὶἩρακλέους, ἢ προπαροξυτόνως Ποσείδιον. ὥσπερ φασὶ

καὶ Ἀπολλώνιον βραχέως, ἱερὸν Ἀπόλλωνος.καὶ Ποσειδώνιον, τὸ τοῦ Ποσειδῶνος.

καὶ Ἀθήναιον, τὸ τῆς Ἀθηνᾶς. ἐχρῆν δὲ τοὺς ἐκ Ποσειδῶνος κατάγοντας ὡς ἡ ἐφεξῆς

ῥαψῳδίᾳ δηλώσει ἔτι δὲ καὶ ναυτικωτάτους καὶ νησιώτας, ἱερὸν Ποσειδῶνος τιμᾶν

κατ' ἐξαίρετον. Σημείωσαι δὲ ὅτι πολλὰ περιεκτικὰ διφοροῦνται παρὰ τοῖς παλαιοῖς.

ὧν καὶ τὸ ῥηθὲν Ἀπολλώνιον διὰ τοῦ ˉι. κατά τινας δὲ, διὰ διφθόγγου κατὰ τὸ

Ἡράκλειον. καθ' ἑτέρους δὲ, Ἀπολλωνεῖον ὡς Ἰσεῖον. οὕτως οὖν ἴσως ἀδιάκριτον

καὶ τὸ Ποσιδεῖον ἢ Ποσίδειον. ἐξ οὗ κατὰ διάλυσιν καὶ ἔκτασιν τὸ ποσιδήϊον. εἰς δὲ

τὰ καινὰ περιεκτικὰ, τακτέον καὶ τὸ ἐν τοῖς τοῦ Ἀθηναίου χορηγεῖον τοῦ ∆ιονύσου.

ἔτι δὲ καὶ τὸ παρ' ἄλλοις, ἅλειον. ὅπερ ἦν Ἡλίου ἱερὸν κατὰ ῥοδίους. ∆ωρικὴ δέ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

288

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!