18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

φασιν ἡ τοιαύτη φράσις. Ἰστέον δὲ ὅτι τὸ εἰρημένον ῥοδιακῶς ἅλειον, κοινῶς

ἡλιεῖον λέγεται ὡς δηλοῖ ὁ γράψας ὅτι Ἡφαιστεῖον καὶ Ἡλιεῖον, ἱερὸν Ἡφαίστου

καὶ Ἡλίου. ἐκεῖνος δὲ καὶ τὸ προῤῥηθὲν Ἀθναιον ὕποπτον ποιεῖ ἐν τῷ εἰπεῖν Ἥραιος

μὲν, κύριον. ἡραῖος δὲ, ναὸς Ἥρας. δόξοι γὰρ ἂν ἴσως οὕτω, καὶ τὸ Ἀθήναιον

προπερισπᾶσθαι. οὐ καλὸν μέντοι τοῦτο. ἀλλ' ὁ μὲν ἡραῖος ναὸς, ἑτέρῳ λόγῳ

προπερισπασθήσεται. τὸ δὲ ἀθήναιον, τονώσει ὁμοίως ἑαυτῷ, τὰ ἥραια. καὶ οὕτω μὲν

ταῦτα. Ὁμοιότης δὲ ἀπελεύσεως τοῦ ˉε ψιλοῦ ἐκ τῆς εˉι διφθόγγου ὁποίαν ἔπαθεν ἡ

μετὰ τὴν ἄρχουσαν δευτέρα συλλαβὴ τοῦ ποσιδήϊον, ὡς ἐκ πολλῶν ὀλίγα

παραθέσθαι, καὶ ἐν τῷ ἰκόνιον ὡς ἐκ τῆς εἰκόνος. καὶ τῷ χιράδες ἐκ τοῦ χεὶρ χειρός.

χιράδες γὰρ, αἱ ἐκ τῶν χειρῶν ῥαγάδες. καὶ τῷ λιμὸς ἀπὸ τοῦ λέλειμμαι, καὶ τῷ

χίδρα, ὡς χειρὶ δρεπόμενα καὶ ψωχόμενα. ὁποῖα τὰ ἐκ ληΐων καὶ λοιπῶν σπορίμων.

Ἀλκμὰν δέ φασι χίδρα οἶδε, τοὺς ἑφθοὺς πυρούς. (ῃερς. 267.) Τὸ δὲ ἀμφὶς, ἀντὶ τοῦ

κύκλῳ. ἵνα ἡ ἀγορὰ 1.254 εἴη πάντοθεν καλὴ διὰ τὸ ἐσκευάσθαι εἰς ποσιδήϊον. Ῥυτοὶ

δὲ λίθοι, οἱ ἑλκυστοὶ διὰ τὸ μέγεθος. Κατωρυχέες δὲ, οἱ κατορωρυγμένοι, ὅ ἐστιν εὖ

τεθεμελιωμένοι. ἢ ὧν τὸ μὲν, κατορώρυκται. τὸ δὲ, ὑπερφαίνεται. (ῃερς. 269.) Τὰ δὲ

τῶν νηῶν ὅπλα ἑρμηνεύων, ἔφη πείσματα περὶ ὧν καὶ προεῤῥέθη. καὶ σπεῖρα, ἤγουν

ὑφάσματα ἐξ ὧν τὰ ἱστία. ἣ σπεῖρας δι' ὧν αἱ σπεῖρας δι' ὧν αἱ νῆες ἕλκονται. ἢ δι'

ὧν οἱ τροχίλοι δεσμοῦνται. Τὸ δὲ καὶ ἀποξύνουσιν ἐρετμὰ, δύναται μὲν ταυτὸν τῷ

λεπτύνουσιν ἢ καὶ ἀποξύουσι. σχήματος δὲ ἔχει ἐναλλαγήν. εἶχε γὰρ εἰπεῖν,

πείσματα καὶ σπεῖρα καὶ ἐρετμά. ὁ δὲ, ἀνελπίστως ἔφρασε μετὰ καὶ ῥήματος,

περιαιρῶν τῆς φράσεως τὸ ὁμοειδές. (ῃερς. 271.) Ἐν δὲ τῷ, ἀλλ' ἱστοὶ, ὅρα ὡς ἦν μὲν

τῷ ποιητῇ, φράσαι καλῶς ὅτι οὐ μέλλουσι τοῖς Φαίαξιν ὀϊστοὶ ἀλλ' ἱστοί. ὁ δὲ, τὸ

σεμνότερον ἐπιλεξάμενος, εἶπεν ὡς οὐ μέλει αὐτοῖς βιός. ἵνα μὴ κάλλος

ἐπιτηδεύσητο ἄκαιρον. (ῃερς. 256.) Σημείωσαι δὲ καὶ ὡς εἴπερ οὕτως οἱ Φαίακες

ἀπόλεμοι, οὐδ' ἂν ἡ βασιλικὴ παῖς δαΐφρονα τὸν πατέρα καλοίη, ὡς δαΐα φρονοῦντα.

ὡς φρόνιμον δὲ ἀπὸ μαθήσεως καὶ συνεθισμοῦ. (ῃερς. 272.) Τὸ δὲ αἷς ἀγαλλόμενοι,

ἀγάλματα καὶ τοῖς Φαίαξι τὰς νῆας ὑποβάλλει κατὰ τὸ Ὁμηρικὸν ἔθος εἰπεῖν. (ῃερς.

276.) Ὅτι μιμούμενος ὁ ποιητὴς τὸ τοῦ δήμου ἀτάσθαλον βωμολόχον καὶ ὡς αὐτός

φησιν ὑπερφίαλον, κωμικεύεται κατὰ τῆς Ναυσικάας. πλάττων αὐτὴν κατὰ

ἠθοποιΐαν, λέγουσαν ὡς εἴποι ἄν τις (ῃερς. 275.) κακώτερος ἤγουν κακὸς δυσγενὴς

ἀντιβολήσας. τίς δ' ὅ δὲ Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε ξεῖνος. ποῦ δέ μιν εὗρε.

πόσις νύ οἱ ἔσσεται αὐτῇ. ἢ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς ἀνδρῶν

τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν. ἢ τίς οἱ εὐξαμένη πολυάρητος θεὸς ἦλθεν

οὐρανόθεν καταβάς. ἕξει δέ μιν ἤματα πάντα. βέλτερον εἴ κ' αὐτή περ ἐποιχομένη

πόσιν εὗρεν ἄλλοθεν. ἦ γὰρ τούς δέ γ' ἀτιμάζει κατὰ δῆμον Φαίηκας, τοί μιν

μνῶνται πολέες τε καὶ ἐσθλοί. (ῃερς. 285.) Καὶ ταῦτα εἰποῦσα ἡ κόρη, ἐπάγει. ὣς

ἐρέουσιν. ἐμοὶ δ' ἂν ὀνείδεα ταῦτα γένοιτο. τὰ δὲ τοιαῦτα ὀνείδη, καὶ φῆμιν ἀδευκέα

πρὸ τούτων εἶπε καὶ μῶμον. ἔφη γάρ. τῶν ἀλεείνω (ῃερς. 273.) φῆμιν ἀδευκέα μή τις

ὀπίσσω μωμεύῃ. μάλα δ' εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον. Καὶ ὅρα ἐν τούτοις τὸ φῆμιν.

οὗ καθὰ καὶ ἐν ἄλλοις ἐγράφη, διὰ τοῦ ἰῶτα τὸ τέλος ὡς ἀπὸ εὐθείας τῆς, ἡ φῆμις ὡς

ἡ μῆνις. Ἀδευκὴς δὲ καὶ νῦν, ἢ ἡ ἀδόκητος παρὰ δέκω, ἢ ἡ δακνηρὰ τὸ καὶ πικρά. ἵνα

λέγηται φῆμις ἀδευκὴς ὡς καὶ καπνὸς ἀδευκής. (ῃερς. 277.) Τὸ δὲ εὗρεν, ἀστείως

ἔχει ῥηθὲν ὡς ἐπὶ ἑρμαίου τινός. εὕρημα γὰρ, τὸ κατὰ τύχην ἀγαθόν. δὶς δὲ τοῦτο

ἔφη ἐνταῦθα, διὰ τὸ καίριον. Καὶ ὅρα ὡς ἐντεῦθεν ἡ κόρη ἀρξαμένη, ἀντισεμνύνει

τὸν Ὀδυσσέα ἐφ' οἷς πρὸς ἐκείνου προεπηνέθη. καὶ εἰποῦσα εὐτυχῶς αὐτὸν εὑρεῖν

εἰς ἄνδρα. εἶτα καὶ θεῷ αὐτὸν εἰκάζει, ὡς ἐκεῖνος αὐτὴν θεᾷ τῇ Ἀρτέμιδι. (ῃερς. 276.)

καὶ καλὸν καὶ μέγαν τὸν Ὀδυσσέα λέγει, ὡς ἐκεῖνος αὐτὴν τοῦ εἴδους καὶ τοῦ

μεγέθους. καὶ τῆς φυῆς ἐθαύμασε. μετ' ὀλίγα δὲ, καὶ ἥρωα προσφωνεῖ. καὶ οὕτως ὃν

ἔρωτα εἶχεν εἰς νοῦν, ἀνεκάλυψε κατὰ θαυμασίαν μέθοδον ὡς ἄλλου τινὸς δῆθεν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

289

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!