18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τῷ, ἐν ἐσχατιᾷ τινι τῆς νήσου. (ῃερς. 187.) Ὅτι Ὁμήρου εἰπόντος ἵστασθαι νῆα ἐν

λιμένι Ῥείθρῳ ὑπὸ Νηΐῳ ὑλήεντι, φασὶν οἱ παλαιοὶ ῥεῖθρον κατὰ κύριόν τι ὄνομα,

καλεῖσθαι τὸν ἐν Ἰθάκῃ λιμένα, διὰ τὸν εἰς αὐτὸν ἐκ τοῦ νηΐου καταῤῥέοντα

χείμαῤῥον. Τὸ δὲ νήϊον, ὄρος Ἰθάκης νηῶν δεκτικόν. ὅθεν καὶ τὴν Ἰθάκην ὑπονήιον

ἐρεῖ ἐν τοῖς ἑξῆς. τῷ δὲ Νηΐῳ τούτῳ, ὑποκεῖσθαι τὸν λιμένα λέγουσιν. ἔχει γὰρ ἡ

ἱστορία οὕτως, Νήϊον, ὄρος Ἰθάκης κάθυγρον. ὅπερ εἰς τὸν ὑποκείμενον ἀποῤῥέον

λιμένα, ἐκ τοῦ συμβαίνοντος τῷ λιμένι, ῥεῖθρον προσαγορεύεται. Καὶ σημείωσαι ὅτι

κατὰ ταύτην τὴν ἱστορίαν, καὶ τὸ ὑπερκείμενον τοῦ λιμένος, ῥεῖθρον λέγεται καὶ οὐ

μόνος αὐτὸς λιμήν. ἄλλοι δὲ, οὕτω φασί. Νήριτον, ὄρος Ἰθάκης ὡς ἐν τοῖς ἑξῆς

φανήσεται. ᾧ τινι παράκειται Νήϊον ὄρος, οὗ τὰ τῶν νηῶν ἐξέδεον πείσματα. ὡς

εἶναι κατὰ τοῦτον τὸν λόγον, μέρος τοῦ Νηρίτου τὸ Νήϊον. Ἰστέον δὲ ὅτι εἰς τὸ,

λιμένι Ῥείθρῳ, εἴπερ οὐδετέρου γένους ἐστι τὸ, Ῥείθρῳ, συμβάλλεταί τι οὐ μικρὸν

καὶ Σοφοκλέους τὸ, ὁρᾷς παρὰ ῥείθροισι χειμάῤῥοις, καὶ τὰ ἑξῆς. Τὸ δὲ ὑπὸ νηΐω, οἱ

μὲν, ὑφ' ἓν ἀναγινώσκουσι, λέγοντες ὑπονήϊον τὸν λιμένα. οἱ δὲ, ἐν δυσὶ μέρεσιν.

ὑπὸ τῷ Νηΐῳ ὄρει τῷ ὑλήεντι, ἤγουν τῷ δασεῖ. ὅπερ καὶ κρεῖττον. εἰ μὲν γὰρ ἓν

μέρος λόγου τὸ ὑπονήϊον ὡς ἐπίθετον τοῦ λιμένος, εἴη ἂν καὶ τὸ ὑλήεντι, ἐπίθετον

τοῦ λιμένος. ὅπερ ἐστι φορτικὸν, οὐδεὶς γὰρ ἂν ὑλήεντα εἴπῃ λιμένα. ἐὰν δὲ δύο

μέρη λόγου εἶεν τὸ, ὑπὸ νηΐῳ, πολλῷ ἀκριβεστέρα ἡ γραφή. ἵνα λέγῃ τὸν λιμένα

κεῖσθαι ὑπὸ τῷ Νηΐῳ, ὄρει ὑλήεντι. τινὲς μέντοι, ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηρίτῳ

ἔγραφον. διὰ τὸ καὶ τὸ Νήϊον, τοῦ Νηρίτου μέρος εἶναι ὡς γέγραπται. ὁ δὲ

γεωγράφος λέγει καὶ ὅτι Νήϊον, ἄδηλον εἴτε τὸ αὐτό ἐστι τῷ Νηρίτῳ, εἴτε καὶ ἕτερον

ὄρος ἢ χωρίον. (ῃερς. 188.) Ὅτι φιλίαν ἀρχαίαν φράζει τὸ ξεῖνοι δ' ἀλλήλων

πατρώϊοι εὐχόμεθ' εἶναι ἐξ ἀρχῆς εἴπερ τὸν δεῖναι εἴρηαι τουτέστιν ἐρωτήσεις

ἐπελθών. Ἰστέον δὲ ὅτι τὸ πατρῷος, κτητικὸν μέν ἐστι. γίνεται δὲ ἐκ τῆς πατρὸς

γενικῆς, πατροῖος ὁ τοῦ πατρός. ὡς παντὸς παντοῖος. καὶ ἐκτάσει τοῦ ˉο εἰς ˉω,

πατρῷος, μένοντος τοῦ ἰῶτα ἐν προσγραφῇ. οὕτω δὲ καὶ τὸ μητρῷος γίνεται. καὶ τὸ

παππῷος. στιχθέντος δὲ τοῦ προσγεγραμμένου ἰῶτα καὶ εὐθὺς ἐκφωνηθέντος.

γίνεται πατρῴϊος. μητρῴϊος. παππώϊος. οὕτω καὶ ὁ μινῷος, μινώϊος ἐκφονεῖται. καὶ

τὸ λῷον, λώϊον. καὶ τὸ ὑπερῷον ὑπερώϊον. ὅθεν τὸ ὑπερωΐοθεν παρὰ τῷ ποιητῇ.

(ῃερς. 190.) Ὅτι ἐρημάζοντος δηλωτικὸν τὸ, ὃν οὐκέτι φασὶ πόλινδε ἔρχεσθαι ὅπέρ

ἐστιν ἀστυπολεῖν, ἀλλ' ἀπάνευθεν ἐπ' ἀγροῦ πήματα πάσχειν. οἱ δὲ τοιοῦτοι ὁποῖος

καὶ ὁ γέρων Λαέρτης καὶ οἱ ἄλλως δὲ κατὰ τοὺς ἀμφὶ τὸν Εὔμαιον ἐν ἐσχατιαῖς

οἰκοῦντες, ἄγροικοι προπαροξυτόνως λέγονται, καὶ ἡ αὐτῶν οἴκησις, ἀγροικία κατὰ

ἰδέαν δριμύτητος ἤγουν γλυκύτητος ὡς δηλοῖ Ἀθήναιος ἐν τῷ, εἰς τὸ ὄρος

ὁρμώμενοι, τὰς ἀγροικίας κακοποιοῦσι πολλοὶ συναθροισθέντες. ἄλλως δέ γε,

ἀγροῖκος μὲν προπερισπωμένως, ὁ ἀπαίδευτος. ἀγροικία δὲ κοινότερον σκωπτικῶς,

ἡ τοῦ τοιούτου ἀγροίκου φαύλη ἕξις. ἴσως δὲ, ὁ ἐν παροξυνήσει ἀγρότης, ὁ αὐτός

ἐστι τῷ ἀγρεῖος. ὃ διὰ διφθόγγου γράφεται κατὰ τὸ ἀργεῖος. (ῃερς. 194.) Ὅτι ὁ γέρων

Λαέρτης εἰς τὴν πόλιν οὐκέτι ἤρχετο, ἀλλ' ἀπάνευθεν ἐπ' ἀγροῦ πήματα ἔπασχε γρηῒ

σὺν ἀμφιπόλῳ. ἥτις αὐτῷ βρῶσιν τε πόσιν τε παρετίθει ὅτε ἂν αὐτὸν κάματος κατὰ

γυῖα λάβῃ, ἑρπύζοντα ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο. οὗ ἡ σύνθεσις, κατὰ τὸ

στρατόπεδον. πλὴν, οὐχ' ὥσπερ στρατὸς στρατόπεδον, οὕτω καὶ οἶνος οἰνόπεδον,

ἀλλὰ ὥσπερ τιμὴ Τιμόθεος, οὕτως ἂν εἴη καὶ οἴνη οἰνόπεδος. (ῃερς. 193.) Σημείωσαι

δὲ ὅπως οὐκ ἄλλως οὐδὲ τῷ γέροντι τροφὴ δίδοται εἰ μὴ κάματος αὐτὸν λάβῃ. (ῃερς.

190.) Ὅρα δὲ καὶ οἷον ἡ λύπη. τὸν γὰρ βασιλέα Λαέρτην, τὸ ἐπὶ τῷ παιδὶ πένθος εἰς

τοὺς ἀγροὺς μετώκιε. καὶ ζῆν οἰκτρῶς καὶ οἷον δουλικῶς ἀνέπεισε. καὶ βίον τρίβειν

μονίαν καὶ κατηφῆ ὡς ὁ τὴν Ὀδύσσειαν παραφράσας ῥήτωρ γράφει. ἴσως δὲ, καὶ μὴ

φέρων τὴν ὕβριν τῶν μνηστήρων ὁ σώφρων γέρων, ἐκτοπίζεται. καὶ ἀντὶ ἀστοῦ,

ἀγρεῖος γίνεται. ταυτόν δ' εἰπεῖν ἄγροικος. χρῆσις δὲ ἀγρείου τοιούτου, παρὰ τῷ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

54

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!