18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τὸ, ὦ Νέστορ Νηλαιάδη μέγα κῦδος Ἀχαιῶν. εἶτα μακαρίζει τὸν Ἀγαμεμνονίδην

Ὀρέστην, εἰπών. καὶ λίην κεῖνος μὲν ἐτίσατο, καὶ οἱ Ἀχαιοὶ οἴσουσι κλέος εὐρύ. 1.122

καὶ ἑρμηνεύων τί τὸ εὐρὺ, ἐπάγει. (ῃερς. 4.) καὶ ἐσσομένοισι πυθέσθαι. ἢ κατὰ

ἑτεροίαν γραφὴν, καὶ ἐσσομένοισιν ἀοιδήν. ὡς εἶναι κλέος εὐρὺ, τὸ πλατυνόμενον

καὶ εἰς τὰς ἔπειτα γενεάς. (ῃερς. 3.) Τὸ δὲ κεῖνος, ἔοικε κατ' ἐξοχὴν εἰρῆσθαι. οὐ γὰρ

ἔφθη μνησθῆναι πρὸς ὄνομα τοῦ Ὀρέστου. ὥσπερ οὐδὲ πρὸ ὀλίγων ἐν τῷ, ἐπεὶ καὶ

κεῖνος ἐτίσατο πατροφονῆα. τοιοῦτον καὶ παρὰ τῷ κωμικῷ τὸ αὐτὸ ἐπὶ Σωκράτους

ῥηθέν. καὶ τὸ, αὐτὸς ἔφα τὸ ὑπὸ τῶν Πυθαγορικῶν ἐπὶ τῷ διδασκάλῳ λεγόμενον.

(ῃερς. 5.) Ὅτι εὐχὴ ἐπὶ ἀμύνῃ τὸ, αἲ γὰρ ἐμοὶ τοσσήν δε θεὸς δύναμιν παραθείη

τίσασθαι τοὺς δεῖνα ὑπερβασίης ἀλεγεινῆς. οἳ τέ μοι ὑβρίζοντες ἀτάσθαλα

μηχανόωνται. (ῃερς. 8.) ∆υστυχίαν δὲ μετὰ καὶ παραμυθίας φράζει τὸ, ἀλλ' οὔ μοι

τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον πατρί τ' ἐμῷ καὶ ἐμοί. νῦν δὲ, χρὴ τετλάμεν ἔμπης.

(ῃερς. 6.) Ἡ δὲ ὑπερβασία, καὶ παραιβασία καλεῖται. εἴληπται δὲ τὸ μὲν, ἀπὸ τῶν

ὑπερβαινόντων ὁροθέσια τυχὸν ἢ τοιαῦτά τινα. τὸ δὲ, ἀπὸ τῶν παρὰ τὴν εὐθεῖαν

βαινόντων. Τὸ δὲ ὑπερβασίας ἀλεγεινῆς, ἀντίπτωσίς ἐστι. τὸ γὰρ ὀρθὸν ἦν, τίσασθαι

μνηστήρων ὑπερβασίαν. ἔχει οὖν τὸ ἕνεκεν προσυπακουόμενον, καὶ ἔστιν ὅμοιον

τῷ, ὁ τὸ ῥόδον θαυμάζων τοῦ κάλλους. καὶ τοῖς τοιούτοις. (ῃερς. 211.) Ὅτι τοῦ

ἀνέμνησας, αἰτιατικῇ ἐνταῦθα συντάσσει, εἰπών. ὦ φίλ' ἐπειδὴ ταῦτα μ' ἀνέμνησας.

πρὸ μέντοι βραχέων, ἄλλως ἔφη ἐν τῷ, τῶν μνῆσαι καί μοι νημερτὲς ἔνισπε, γενικῇ

συντάξας κοινότερον τὸ μνῆσαι. ἐν δὲ τῇ Ἰλιάδι, καὶ αὐτὸ μετὰ αἰτιατικῆς ἔταξεν.

εἰπών. μέμνημαι τόδε ἔργον, καὶ ἑξῆς. ἔνθα δοκεῖ μνημονικὸς εἶναι ὁ Νέστωρ, εἰ καὶ

μὴ κατὰ Σιμωνίδην ἴσως τὸν ἱστορούμενον ἐν τοῖς ὕστερον, ἢ κατὰ τὸν δαιμόνιον

Τυανέα. ὃς οὕτω φασὶ διαμνημονικὸς ἦν, ὡς ἑκατοντούτης γενόμενος, ἐῤῥῶσθαι τὸ

μνημονικὸν ὑπὲρ τὸν Σιμωνίδην. (ῃερς. 214.) Ὅτι θαυμαστὸν ἡγησάμενος ὁ Νέστωρ

εἴπερ οἱ τῆς Πηνελόπης μνηστῆρες ἄκοντος Τηλεμάχου κακὰ μηχανῶνται, ἐρωτᾷ

οὕτως. εἰπέ μοι ἢ ἑκὼν ὑποδάμνασαι, ἢ σέ γε λαοὶ ἐχθαίρουσ' ἀνὰ δῆμον ἐπισόμενοι

θεοῦ ὀμφῇ, τουτέστι χρησμῷ. πολλάκις γάρ φασι μεθίστασαν τοὺς βασιλεῖς,

μαντείας ἐπιγινομένης. διὸ καὶ ἐν τοῖς ἑξῆς που εἰπών τις δεινὸν εἶναι γένος

βασιλήϊον κτείνειν, ἐθέλει, πρῶτον θεῶν εἴρεσθαι βουλάς. (ῃερς. 216.) Ὅτι

θαῤῥύνων τὸν Τηλέμαχον ὁ Νέστωρ ἐπὶ τῷ πατρὶ, καὶ συνιστῶν αὐτῷ ἐκεῖνον ὡς

ἀνδρεῖόν τε ἅμα καὶ ἀνθρώπων ἐπίστροφον εἴτουν πολύφιλον, φησί. τίς δ' οἶδεν εἰ

καί ποτε τοῖς μνηστῆρσι βίας ἀποτίσεται ἐλθών, ἢ ὅγε μοῦνος ἐὼν, ἢ καὶ σύμπαντες

Ἀχαιοί. (ῃερς. 218.) Εἶτα κατασευάζων ὁ γέρων πῶς ἂν εἷς μόνος Ὀδυσσεὺς τῶν

τοσούτων μνηστήρων περιγένοιτο, αἰτιᾶται τοῦ μεγάλου τούτου ἔργου, τὸ τοῦ

ἥρωος θεοφιλές. φησὶ γὰρ εὐχόμενος εἰ γάρ σε ὣς ἐθέλοι φιλέειν ἡ Ἀθηνᾶ ὡς

Ὀδυσσέως ἐκήδετο ἐν τῇ Τροίᾳ. ὅπερ διασαφῶν, ἐπάγει. οὐ γάρ πω ἴδον ὧδε θεοὺς

ἀναφανδὰ φιλεῦντας, ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη. εἴ σ' οὕτως

ἐθέλει φιλέειν κήδοιτό τε θυμῷ, τῷ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.

Ἰστέον δὲ ὅτι τὸ, εἰ γάρ σε ὣς ἐθέλοι φιλέειν Ἀθηνᾶ, οὐκ εὐκτικῶς ἀλλ'

ἐνδοιαστικῶς πρός τινος ληφθὲν καὶ ἐπεμβολὴν παθὸν τοῦ, οὐ γάρ πω ἴδον ὧδε

θεοὺς καὶ ἑξῆς, εἶτα ἐπαναληφθὲν ἐν τῷ, εἴσ' οὕτως ἐθέλει φιλέειν, ἀποδέδοται ἐν

τῷ, ἐκλελάθοιτο ἄν τις ἐκείνων τοῦ γάμου. (ῃερς. 217.) Ὅρα δὲ καὶ ὅτι ἐν τῷ, ἢ καὶ

σύμπαντες Ἀχαιοὶ, παρεμφαίνει ὁ ποιητὴς ὡς εἴπερ ἐπανελθὼν Ὀδυσσεὺς ἱκέτευσε,

σύμπαντες ἂν Ἀχαιοὶσὺν αὐτῷ τοὺς μνηστῆρας ἐτίσαντο. καὶ οὐ μόνον οἱ Πύλιοι καὶ

οἱ Σπαρτιάται ὡς πρὸ τούτου οἱ μνηστῆρες ὑπώπτευσαν. καὶ ἦν μὲν εὐχερὲς Ὁμήρῳ

ποιῆσαι τοῦτο πλασαμένῳ. ἐπιλέγεται μέντοι τὸ ἐναγωνιώτερον, τὸ, μόνον αὐτὸν

θειότερον περιγενέσθαι τῶν μνηστήρων καὶ τερατωδέστερον. (ῃερς. 221.) Τὸ δὲ

ἀναφανδὰ, δηλοῖ μὲν τὸ ἐναργῶς. ἐλέχθη δὲ δὶς διὰ τὸ καίριον. ἐσχημάτισται δὲ

πληθυντικῶς ἐκ τοῦ ἀναφανδὸν ἐπιῤῥηματικοῦ ὀνόματος. (ῃερς. 224.) Τὸ δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

139

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!