18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

πλείους ἰσοδύναμα ταῦτα κατὰ πολυωνυμίας οἴδασι. διὸ εἴη ἂν καὶ ἐνταῦθα

ἐπιδορατὶς μὲν ἀδαμαντίνη, τὸ ἐπὶ τῷ δόρατι ἤγουν τὸ μετὰ τὸ δόρυ ἐξ ἀδάμαντος

ὀξύ. αἰχμὴ δὲ τρυγόνος τὸ ἐπὶ τῷ ἀδάμαντι ὀξύτατον, εἰ μὴ ἄρα τυχὸν μεμέρισται

ἄλλως πως ἡ ἱστορία, καὶ οἱ μὲν ἀδαμαντίνην τὴν ὅλην εἶπον ἐπιδορατίδα, οἱ δὲ

πάλιν τὴν ὅλην ἀπὸ κέντρου τρυγόνος. Ἰστέον δὲ καὶ ὅτι εἴτε ἔξαλος γράφει τις εἴτε

ἐξ ἁλὸς, λοξότητα χρησμοῦ μιμεῖται ὁ τοιοῦτος λόγος τοῦ Τειρεσίου διὰ τὸ ἀσαφὲς

καὶ δυσεξήγητον. Ἰστέον δὲ ὅτι ὁ παρὰ τοῖς μεθ' Ὅμηρον ἐν δυσὶ ˉλ ἔξαλλος ἄλλο τι

παντελῶς ἐστὶ παρὰ τὸν Ὁμηρικὸν ἔξαλον. καὶ δηλοῖ αὐτὸ καὶ ἡ ἔξαλλος στολὴ, ὅ

πέρ ἐστιν ἡ ἐξέχουσα τῶν ἄλλων καὶ οὕτω παρεξηλλαγμένη. (ῃερς. 134.) Ἀβληχρὸς

δὲ θάνατος ὁ ἀσθενὴς καὶ ἠρεμαῖος διὰ τὸ ἄνοσον, ὁποῖος ὁ ἐν γήρᾳ μάλιστα λιπαρῷ.

καὶ τοῦτο μὲν κατὰ τὴν ἔννοιαν τοῦ ἔξαλος. εἰ δὲ πληγεὶς τέθνηκεν Ὀδυσσεὺς, εἴη

ἂν ἀβληχρὸς θάνατος καθόλου ὁ ἀβληχροποιὸς, ὡς ἀσθενεῖς ποιῶν τοὺς

θνήσκοντας. (ῃερς. 135.) Γῆρας δὲ λιπαρὸν τὸ δίχα νόσου καὶ τῆς ἐκεῖθεν τηκεδόνος,

καὶ ἄλλως δὲ τὸ εὔδαιμον, ᾧ ἐναντίον μετ' ὀλίγα τὸ, χαλεπὸν δ' ἐπὶ γῆρας ἱκάνει.

(ῃερς. 136.) Ὄλβιοι δὲ λαοὶ οἱ εὐδαίμονες. μέρος δὲ πάντως εὐτυχίας βασιλεῖ

τομέγιστον, ὀλβίους ὑπ' αὐτῷ εἶναι τοὺς λαούς. διὸ καὶ ἀλλαχοῦ φησίν· ἀρετῶσι δὲ

λαοὶ ὑπ' αὐτῷ. (ῃερς. 138.) Ὅτι ὁ ἐφ' οἷς ἂν μάθοι κακοῖς μὴ ἔχων τί ποιήσειν, εἴποι

ἂν τὸ, τὰ μὲν ἄρ που ἐπέκλωσε θεὸς αὐτός. (ῃερς. 142.) Λύπης δὲ γονικῆς φραστικὸν

τὸ, ἀκέουσα ἢ ἀκέων ἧσται οὐ 1.405 δ' ἑὸν υἱὸν ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ

προτιμυθήσασθαι. σαφοῦς δὲ καὶ συντόμου λόγου ἐνδεικτικὸν τὸ, ῥηΐδιόν τοι ἔπος

ἐρέω καὶ ἐνὶ φρεσὶ θείω. (ῃερς. 145.) Πρὸς δὲ ἀνομίλητον εἰπεῖν ἁρμόττει τὸ, ὅν τινα

μὲν ἂν ἐᾷς ᾆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει. ᾧ δ' ἂν ἐπιφθονέοις, ὁ δέ τοι πάλιν

εἶσιν ὀπίσσω. τὸ δὲ τοιοῦτον καὶ ἐπὶ τῶν ἐπὶ μισθῷ βαρεῖ διδασκόντων παρῳδήσεταί

ποτε. (ῃερς. 147.) Ὅρα δὲ τὸ, νημερτὲς ἐνίψει, ἀντὶ τοῦ ἁπλῶς εἴπῃ, οὐ μὴν μετά

τινος κακολογίας, ὡς ἀλλαχοῦ λέγεται. (ῃερς. 143.) Ἐν τούτοις δὲ καὶ τὸ

ἀναγνωρίσαι ἀναγνῶναι κεῖται, οἷον· πῶς κέν με ἀναγνοίη. μετ' ὀλίγα δὲ τὸ αὐτὸ

καὶ δίχα προθέσεως. (ῃερς. 152.) ἐρεῖ γάρ· αὐτίκα δ' ἔγνω, ἤγουν ἀνεγνώρισεν, ἡ

μήτηρ δηλαδὴ Ἀντίκλεια μετὰ τὸ πιεῖν αἷμα. ὃ δὴ καὶ ἐπὶ τῶν ἄλλων κοινῶς ψυχῶν

γίνεται. κατὰ γὰρ τὸν Τειρεσίαν, ὃν μὲν ἐᾷ νεκύων ὁ Ὀδυσσεὺς αἵματος ἐγγὺς

ἐλθεῖν, ἐκεῖνος νημερτές τι ἐρεῖ. ὁ δὲ φθονηθεὶς πάλιν εἶσιν ὀπίσσω. τοῦτο δὲ

γραφῆναι χρήσιμον ἐπί τινος οὐκ ἂν ἄλλως ὠφελοῦντος, εἰ μὴ μετὰ βαρὺ κέρδος,

καὶ οἷον πόσιν αἵματος τοῦ ἐκ τῶν ὠφελουμένων. Ὅτι δὲ τὸ οὕτω πιεῖν καὶ

ἀναγνωρισμοῦ ἦν αἴτιον κατὰ τὸν ποιητικὸν λῆρον καὶ τοῦ μαντεύεσθαι, δηλοῖ καὶ

Ἀντίκλεια πιοῦσα καὶ εὐθὺς γνωρίσασα, καὶ ὑπονοήσασα ὡς Τροίηθεν ἀλώμενος ὁ

υἱὸς ἐνθάδ' ἱκάνει οὐδέπω ἐλθὼν εἰς Ἰθάκην οὐδὲ τὴν γυναῖκα ἰδών. (ῃερς. 154.)

Ὅτι πρὸς τὸν παραβαλόντα δυσδαίμονι καὶ σκυθρωπῷ τινι τόπῳ λεχθείη ἂν τὸ,

τέκνον ἐμὸν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα ζωὸς ἐών; χαλεπὸν δὲ ταῦτα ζωοῖσιν

ὁρᾶσθαι. (ῃερς. 156.) Ὅτι φανερῶς ἐνταῦθα ὁ ποιητὴς δηλοῖ τὴν Ὀδυσσέως μυθικὴν

εἰς Ἅιδου κατέλευσιν ἐπὶ τὰ πέραν ἐκεῖθεν τέρματα γενέσθαι τοῦ Ὠκεανοῦ, ἔνθα καὶ

τοὺς ἀστέρας δηλαδή φασιν δύνειν. λέγει γάρ· πῶς ἦλθες ὑπὸ ζόφον, καὶ ἑξῆς, ὡς

προεγράφη. μέσσῳ γὰρ, ἤγουν διὰ μέσου, μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα.

Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι πεζὸν ἰόντα, ἢν μή τις ἔχῃ εὐεργέα

νῆα. διὰ μέσου ἄρα τοῦ Ὠκεανοῦ μυθεύεται εἰς Ἅιδην Ὀδυσσεὺς ἐλθεῖν πλεύσας νηῒ

πανημέριος, ὡς προδεδήλωται, οἷα τῆς κατὰ τὴν Κίρκην νήσου ἢ ἐν Ὠκεανῷ

πεπλασμένης εἶναι ἢ πρὸς τῷ Ὠκεανῷ κατὰ τὴν ποιητικὴν τερατείαν. Τὰ δὲ δεινὰ

ῥέεθρα αἰπὰ ἐν ἄλλοις φησί. (ῃερς. 157.) Τὸ δὲ Ὠκεανὸς μὲν πρῶτα ἀντὶ τοῦ, πρὸ τῶν

ἄλλων, ἤγουν ὑπὲρ τοὺς ἄλλους ποταμούς. καὶ ἄλλως δὲ, πρῶτος τοῖς ἐκεῖθεν ἐπὶ

τὴν οἰκουμένην πλεύσουσιν, ἵνα ὁ αὐτὸς Ὠκεανὸς ὕστατος μὲν εἴη τοῖς ἐρχομένοις

ἐκεῖ, πρῶτος δὲ τοῖς ἐκεῖθεν ἀπαίρουσιν. (ῃερς. 165.) Ὅτι πλάνητος ἀνδρὸς λόγος τὸ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

461

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!