18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τρίτου προσώπου γίνεται κατ' ἔνδειαν τοῦ ˉτ καὶ ἀπέλευσιν καὶ τοῦ ἰῶτα. διὸ καὶ

παροξύνεται. καθὰ καὶ ἐν τῇ ˉβ ῥαψῳδίᾳ τὸ μυθέαι, εἰ μή τις ἴσως καὶ τοῦτο καὶ

ἐκεῖνο προπαροξύνειν ἐθέλει, ὡς ἀναδραμόντα εἰς ὁμοιότητα τοῦ τύπτεται λείβεται

καὶ τῶν ὁμοίων. 1.194 Ὅτι δὲ τὸ πωλεῖν οὐκ οἶδε γράφειν Ὅμηρος διὰ τοῦ μικροῦ

ˉο, ἐκδηλότατόν ἐστιν. (ῃερς. 814.) Ὅτικαὶ κοιμωμένη ἡ Πηνελόπη πενθεῖ τὸν

Ὀδυσσέα ἐν ὀνείρῳ, μεμνημένη καὶ λέγουσα ὅσα καὶ πρὸ μικροῦ ἐγρηγορυῖα. (ῃερς.

816.) Θυμολέοντά τε πόσιν ἀπολέσαι εἰποῦσα παντοίας ἀρετὰς ἔχοντα, καὶ εὐκλεῆ

καθ' Ἑλλάδα καὶ μέσον Ἄργος, ὅ ἐστι κατὰ Θετταλίαν καὶ Πελοπόννησον. ἔνθα

μάλιστα γνωρίζεται ὡς καὶ προδεδήλωται. (ῃερς. 819.) Εἶτα καὶ τοῦ ἀγαπητοῦ παιδὸς

μᾶλλον ὑπερπαθεῖν φησὶν ἤπερ τοῦ ἀνδρός. ἀεὶ γὰρ καὶ αὐτὴν ἡ τοῦ παρόντος

ἀχθηδὼν κακοῦ τρύει κατὰ τὸν παρ' Αἰσχύλῳ Προμηθέα. Σημείωσαι δὲ ὡς καὶ ἡ

Πηνελόπη ἐνταῦθα τῶν ποθουμένων μέμνηται καὶ ἐν ὀνείροις. διὸ ἔφη αὐτὴ

ἀλλαχοῦ, ὡς εἴπερ τὸ τοῦ Ὀδυσσέως καλὸν δῶμα λείψει, μεμνήσεται αὐτοῦ ἔν περ

ὀνείρῳ. (ῃερς. 817.) Ὅτι περὶ πολεμίαν γῆν ἐκδημοῦντι υἱῷ ἀγαθῷ παναπάλῳ,

ἐπιφωνηθήσεται τὸ, παῖς ἀγαπητὸς ἔβη νήπιος, οὔτε πόνων εὖ εἰδὼς, οὔτ' ἀγοράων.

τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι. τοῦ δ' ἀμφιτρομέω καὶ δείδια μή τι πάθῃσι.

δυσμενέες γὰρ πολλοὶ ἐπ' αὐτῷ μηχανόωνται ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν

ἱκέσθαι. Ὅρα δὲ ὡς νήπιος νῦν ὁ Τηλέμαχος, οὔτε παιδικῶς, οὔτε ὡς ἄφρων, ἀλλ' ὡς

τῶν κατ' ἄνδρα πράξεων ἔτι ἄπειρος. μητρικῆς δὲ ἀφελείας ἡ τοιαύτη λέξις ἐστίν.

ἴσως δὲ καὶ ἐνταῦθα τὸ νήπιος, ἰδίᾳ καθ' ἑαυτὸ ἀναφωνεῖται. ἵνα λέγηται νήπιος ὁ

Τηλέμαχος κατά τι σκῶμμα, ὡς οὐκ ἐμφρόνως τὸν πλοῦν στειλάμενος. (ῃερς. 825.)

Ὅτι θάρσους ποιητικὸν τὸ, θάρσει μὴ δέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίαν. τοίη γάρ

τοι πομπὸς ἅμ' ἕσπεται, ἥν τε καὶ ἄλλοι ἀνέρες ἠρήσαντο παρεστάμεναι. δύναται

γάρ. Τὸ δὲ μὴ δείδιθι λίαν, πάνυ ἀσφαλῶς ἐῤῥέθη. ἀκολούθως τῷ, μηδὲν ἄγαν. Ὡς δὲ

ἀγαθόν ποτε καὶ τὸ δεδιέναι, δηλοῖ ὁ γράψας τὸ, ἀλλ' ἐστάτω μοι καὶ δέος τι καίριον.

Τὸ δὲ ῥηθὲν ἔπος, παρῳδηθήσεται, καὶ εἰς ἄνδρα δυνατὸν ὠφελεῖν. (ῃερς. 831.) Ὅτι ὁ

θέλων θεόθεν γνῶναι περί τινος εἴτε ζῶν ἐστιν εἶτε καὶ μὴ, δύναται εἰπεῖν τὸ, εἰ μὲν

δὴ θεοῖο ἔκλυες αὐδῆς, εἰ δ' ἄγε μοι καὶ κεῖνον ὀϊζυρὸν κατάλεξον εἴ που ἔτι ζώει

καὶ ὁρᾷ φάος Ἠελίοιο. ἢ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν, ἐστὶ δηλαδή. ὁ δέ γε

ἀπολογούμενος μὲν πρὸς τοιαύτην ἐρώτησιν οὐ μὴν εἰδὼς ἀκριβῶς, εἴποι ἂν, ὡς οὐ

μέντοι κεῖνόν γε διηνεκέως ἀγορεύσω, ζώει ὅγ' ἢ τέθνηκε, κακὸν δ' ἀνεμώλια

βάζειν. τοῦτο δὲ γνωμικῶς ἐῤῥέθη. Καὶ ὅρα ἐν τούτοις ὅτι τε τρεῖς στίχοι ἐφεξῆς ἀπὸ

τοῦ εˉι ἄρχονται. ὁ εἷς, εἰ μὲν δὴ θεός ἐσσιν. ὁ δεύτερος, εἰ δ' ἄγε μοι. καὶ ὁ τρίτος, εἴ

που ἔτι ζώει. (ῃερς. 832.) Καὶ ὅτι τὸ, εἴδ' ἄγε, φανερῶς ἐνταῦθα κεῖται ἀντὶ τοῦ, εἴα

δὴ ἄγε κατὰ θέσιν παράλληλον ταυτοδύναμον. τὸ γὰρ εἰπεῖν, εἴδ' ἄγε ἀντὶ τοῦ εἰ δὲ

βούλει ἄγε, ἀδιανόητόν ἐστι. (ῃερς. 833.) Τὸ δὲ καὶ ὁρᾷ φῶς Ἡλίου, δι' ὀρθότητα

ἐννοίας κεῖται. ὡς δυνατὸν ὂν ζῆν μὲν μὴ βλέπειν δέ. οὕτω δὲ καὶ τὸ, εἰν Ἀΐδαο

δόμοισι, πρὸς ἀκρίβειαν λόγου ἐῤῥέθη. κατὰ γὰρ τὸν ἐν τοῖς ἑξῆς δηλωθησόμενον

Ἑλληνικὸν μῦθον, οὐ πᾶς τεθνηκὼς, καὶ ἐν Αἵδου γίνεται εἰ μὴ καὶ πυρᾷ δοθῇ καθὰ

καὶ ὁ τοῦ Εὐριπίδου ἐμφαίνει Πολύδωρος. (ῃερς. 834.) ὥστε τὸ, ἢ ἤδη τέθνηκε καὶ εἰν

Ἀΐδαο δόμοισιν, ἀντὶ τοῦ ἢ ἤδη τέθνηκε καὶ τέθαπτε. (ῃερς. 836.) Τὸ δὲ διηνεκέως,

τὴν ἀληθῆ δηλοῖ ἀπόφανσιν, τὴν δι' ὅλου πράγματός τινος ἥκουσαν. ὡς ἐκ

μεταφορᾶς τῆς διηνεκοῦς ὁδοῦ. ἤγουν δι' ἧς ὀρθῆς οὔσης καὶ ὡς εἰπεῖν ἀτραπιτοῦ,

ἔστιν ἀσφαλῶς ἐνεχθῆναί τινα. τὸ γὰρ φάναι ζώει ὅγε ἢ τέθνηκεν, οὐ διηνεκές

ἐστιν, ἀλλὰ διακοπήν τινα ἔσχεν. ἦν δ' ἂν διηνεκὲς, εἰ μόνον ἔφη τὸ ζώει, ἢ μόνον

τὸ τέθνηκεν. οἱ μέντοι μεθ' Ὅμηρον ἄλλως χρῶνται τῷ τοιούτῳ ἐπιῤῥήματι, καὶ τοῖς

αὐτοῦ συστοίχοις ὀνόμασιν. (ῃερς. 837.) Ἰστέον δὲ ὅτι τὸ, ζώει ὅγ' ἢ τέθνηκεν, ὑπὸ

τοῦ ὀνείρου ῥηθὲν, λοξῶς ἔχει ὡς ἐν λόγῳ χρησμοῦ. πλάττει δὲ ὁ ποιητὴς τοῦτο,

πάνυ δεξιῶς. εἰ γὰρ ἠλήθευσε τὸ εἴδωλον εἰς διηνεκὲς καὶ εἶπε ζῆν τὸν Ὀδυσσέα, οὐ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

221

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!