18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

καλὸν εἰπεῖν καὶ τὸ, ἀλλ' ἐπεὶ οὐδ' ὄπιθεν κακὸς ἔσσεαι οὐδ' ἀνοήμων, ἐλπωρή τοι

ἔπειτα. καὶ τὰ ἑξῆς. (ῃερς. 278.) Τὸ δὲ ἀνοήμων ἐφερμηνεύων φησίν. οὐδέ σε πάγγυ

γε μῆτις πατρικὴ προλέλοιπεν. (ῃερς. 276.) Ὅτι γνωμικῶς λαλεῖ τὸ, παῦροι γάρ τοι

παῖδες ὁμοῖοι πατρὶ πέλονται. οἱ πλέονες κακίους. παῦροι δέ τε πατρὸς ἀρείους.

ὁποῖος δηλαδὴ ὁ Ἡρακλῆς πρὸς Ἀμφιτρύωνα καὶ Ἀχιλλεὺς πρὸς Πηλέα καὶ Ἕκτωρ

πρὸς Πρίαμον. καί τις δὲ Κοπρέως υἱὸς ἐνἸλιάδι, εὕρηται μέγ' ἀμείνων οἰκείου

πατρός. οὐ περὶ φαύλων δὲ πατέρων ὁ λόγος, ἀλλ' ἀγαθῶν. διὸ καὶ ἐδέησεν εἰπεῖν

ὡς οἱ πλείους υἱοὶ, κακίους. (ῃερς. 277.) Τὸ δὲ πατρὸς ἀρείους, πρὸς ἑρμηνείαν

ἐπῆκται τοῦ, ὁμοῖοι πατρί. ἄλλως γὰρ, ὁμοῖοι καὶ οἱ ὁμονοητικοὶ καὶ φίλιοι, ὡς ἐν

Ἡσιόδῳ δηλοῦται. (ῃερς. 282.) Ὅτι ἀφραδέας τοὺς μνηστῆρας εἰπὼν, ἑρμηνεύει

εὐθὺς τὴν λέξιν διὰ τοῦ, ἐπεὶ οὔτι νοήμονες οὐδὲ δίκαιοι. πάλιν δὲ διασαφῶν τὸ,

οὔτι νοήμονες, ἐπάγει. οὔδε τι ἴσασι θάνατον. Καὶ νῦν μὲν, ἀφραδέας ἤτοι

κακοφράδμονας καὶ κακοβούλους τοὺς μνηστῆρας ἔφη. ἐν δὲ τοῖς ἑξῆς, καὶ ἐπὶ τῶν

ἐν Αἵδου σκιοειδῶν ψυχῶν τὴν λέξιν τίθησιν. Ὅρα δὲ καὶ ὅτι ἀφραδέας ὀνομάσας

τοὺς μὴ νοήμονας μὴ δὲ δικαίους, ἐνέφῃνε, τῇ φρονήσει τὴν δικαιοσύνην

ἀκολουθεῖν. ἐν τούτοις δὲ κεῖται καὶ ἀναφώνησις περὶ μνηστήρων πάνυ γοργὴ ἐν

τῷ, θάνατος δήσφιν σχεδόν ἐστιν ἐπ' ἤματι πάντας ὀλέσθαι. (ῃερς. 285.) Ὅτι

προθυμοποιὸν εἰς ὁδὸν τὸ, σοί δ' ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς. φίλου

δὲ ἀρχαίου ἔνδειξις τὸ, τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώϊός εἰμι. (ῃερς. 289.) Ὅτι

ἑτοιμασίας ἐφοδίων φραστικὸν τὸ, ὅπλισόν τ' ἤϊα καὶ ἄγγεσιν ἄρσον ἅπαντα. οἶνον

ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα μυελὸν ἀνδρῶν, δέρμασιν ἐν πυκινοῖσιν. ἔστι δὲ ὁπλίσαι

μὲν, συνήθως τὸ ἑτοιμάσαι. ὡς καὶ ναῦς ὁπλίζεται κατωτέρω, ἤτοι σκευάζεται εἰς

κέλευθον ἐν τῷ, ὦκα δ' ἐφοπλίσαντες, ἐνήσομεν εὐρέϊ πόντῳ. ὅ ἐστιν, ἐμβαλοῦμεν.

ἐπαφήσομεν. Ἤϊα δὲ νῦν, τὰ ἐφόδια. ὅ ἐστι βρώματα εἰς ὁδὸν ἐπιτήδεια, παρὰ τὸ

ἰέναι. κατ' ἔλλειψιν τοῦ ἐξ ἀρχῆς ἰῶτα διὰ τὸ εὐφωνότερον. κεῖται δέ που ἡ λέξις,

καὶ ἐπὶ ἁπλῶς βρωμάτων παρὰ τῷ ποιητῇ, ἔτι δὲ καὶ ἐπὶ ἀχύρων. ἃ καὶ αὐτὰ

λέγονται οὕτως, ἢ ὡς ἁπλῶς βρώματα ζώων δηλαδή. ἢ παρὰ τὸ ἰέναι, ὡς κοῦφα καὶ

οἷα κινεῖσθαι πάσῃ πνοῇ. εἰ δὲ καὶ ῥῆμα ἐστὶν ἤϊα δηλοῦν τὸ ἐπορευόμην ὡς τὸ, ἤϊα

γουνούμενος, ἑτέρου τοῦτο λόγου. οἱ δὲ παλαιοὶ, φασὶ καὶ τοιαῦτα. ἤϊα κυρίως κατὰ

Ἐρατοσθένην, ὀσπρίων καλάμαι. καὶ δισυλλάβως ἐν συναιρέσει, ᾖα ὡς καὶ

Φερεκράτης. τὴν γαστέρ' ᾔων καὶ ἀχύρων σεσαγμένους. Ὅμηρος δὲ τὰ ἁπλῶς

βρώματα, ἤϊα λέγει. δηλοῖ δὲ καὶ τὸν εἰς ναῦς ἐπισιτισμόν. Τὸ δὲ ἄγγεσιν ἄρσον, ἀντὶ

τοῦ γέμισον, ὡς ἐκ τοῦ παρακολουθοῦντος, ἥρμοσται γὰρ τὸ πληροῦν τῷ

πληρουμένῳ. Τοῦ δὲ ἅπαντα, ἑρμηνεία τὸ, οἶνον καὶ ἄλφιτα. (ῃερς. 290.) Οἱ δὲ

ἀμφιφορεῖς, κεραμειοῖ ἦσαν, ἀμφοτέρωθεν φερόμενοι. ὅ ἐστιν, ἄμφωτοι. δίωτοι,

τούτοις ἀστείως ἄν τις εἰκάσῃ, τοὺς εὐριπίστους καὶ ῥᾷον ἀναπειθομένους

κολακείαις ἢ διαβολαῖς. οὓς ἀράμενος τῶν ὤτων ὁ κολακεύων ἢ διαβάλλων,

οἴχεται. καὶ μᾶλλον εἴπερ οἱ τοιοῦτοι φιλοῦσιν οἴνου ἔμφορτοι γίνεσθαι. Ἰστέον δὲ

ὅτι πίθου μὲν εἴη ἂν ἐλάττων ὁ ἀμφιφορεύς. βίκου δὲ οὐκ ἐξ ἀνάγκης. τὸ γοῦν οἴνου

φοινικίνου βίκος τις ὑπανεῴγνυτο, οὐ πάνυ βραχὺ ἀγγεῖον τὸν βίκον εἶναι δηλοῖ. ὁ

δὲ παρὰ Ξενοφῶντι ἐν ἀναβάσει καί τισιν ἄλλοις, δόξει ἂν ἶσος λαγύνῳ εἶναι. Ὅρα

δὲ ἐν τῷ, οἴνου φοινικίνου, ὅτι καὶ φοινίκων ἀπεθλίβετο οἶνος. οὕτω δὲ καὶ λωτοῦ.

Ἰστέον δὲ ὅτι καθ' ὁμοιότητα τοῦ ἀμφιφορέως, λέγεται παρὰ τοῖς παλαιοῖς καὶ

ἀμφίδουλος ὁ ἐξ ἀμφοτέρων γονέων δοῦλος. καὶ ἀμφίβολοι παρὰ Ἀῤῥιανῷ καὶ

ἑτέροις, οἱ ἀμφοτέρωθεν βαλλόμενοι. καὶ παῖδες ἀμφιθαλεῖς, οἷς ἄμφω περίεισιν οἱ

γονεῖς, τὸ μέντοι ἀμφισβητεῖν καὶ ἀμφίσβαινα ὄφις ἑκατέρωθεν βαίνων, ἐκ τοῦ

ἀμφὶς ἐπιῤῥήματος γίνεται. οὗ χρῆσις καὶ ἐν τῷ, ἀμφὶς φράζονται. ὡς δὲ καὶ χρύσεοι

ἀμφιφορεῖς ἦσαν, δηλοῖ ἐν τῇ Ἰλιάδι ὁ ποιητής. Ἄλφιτα δὲ οὐκ αὐτόχρημα πάντως

ἄλευρα. φησὶ γοῦν Ἡρόδοτος ἄλευρά τε 1.98 καὶ ἄλφιτα. καὶ εἴη μὲν ἂν καὶ ἑτέρα τις

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

111

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!