18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἄγειραν. ἔνθα Μενέλαος μὲν, ἀνώγει νόστου μιμνήσκεσθαι (ῃερς. 142.) ἐπ' εὐρέα

νῶτα θαλάσσης. κακόν τι ὡς εἰκὸς προορώμενος, θεομηνίαν τυχὸν ἢ καὶ στρατοῦ

ἐπέλευσιν. (ῃερς. 143.) Οὐδ' Ἀγαμέμνονι πάμπαν ἑήνδανε. ἐβούλετο γάρ φησιν

ἐπισχεῖν τὸν λαὸν ῥέξαι τε τὰς ἱερὰς ἑκατόμβας, ὡς τὸν Ἀθηναίης δεινὸν χόλον

ἐξακέσαιτο. νήπιος. οὐδὲ τὸ, ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν. (ῃερς. 147.) Οὐ γάρ τ' αἶψα

θεῶν τρέπεται νόος αἰὲν ἐόντων, οὐχ' ὅτι ἀκαμπὴς τὸ θεῖον, στρεπτοὶ γὰρ καὶ θεοὶ

αὐτοὶ ὡς ἐν Ἰλιάδι ἐῤῥέθη, ἀλλ' ὅτι οὐ ταχὺ μετατρέπονται. ὃ δὴ καὶ ἀνθρώπων

μεγαλοψύχων ἴδιον. εἶτα ἱστορεῖ ὁ ποιητὴς καὶ ὡς ἐπεὶ χαλεποῖσιν ἠμείψαντο

ἐπέεσιν ἀλλήλους οἱ ἀδελφοὶ βασιλεῖς ἑστῶτες ἀγορᾶς νόμῳ, ἀνορούσαντες μετὰ

ἤχου οἱ Ἀχαιοὶ, ἐμερίσθησαν, καὶ οἱ μὲν, παρὰ τῷ Ἀγαμέμνονι ἔμειναν. οἱ δὲ λοιποὶ,

ἀπέπλευσαν. οἳ καὶ ἐλθόντες εἰς Τένεδον, ἔθυσαν. οἴκαδε ἱέμενοι. θέος δ' οὔπω

μήδετο νόστον, ὃς ἔριν ὦρσε κακὴν ἐπὶ δεύτερον αὖτις. καθ' ἣν οἱ μὲν ἀμφὶ τὸν

Ὀδυσσέα, ἔβησαν ἀποστρέψαντες ἐπ' Ἀτρείδῃ Ἀγαμέμνονι ἦρα φέροντες. Νέστωρ δὲ

καὶ οὓς αὐτὸς ἀπαριθμεῖται, ἔφευγον. (ῃερς. 146.) Ἐπεί φησι γίνωσκον ἃ δὴ κακὰ

μήδετο δαίμων. πόθεν δὲ καὶ πῶς ἐγίνωσκεν, οὐκ ἀφηγεῖται. οἷα μὴ θέλοντος τοῦ

ποιητοῦ λαλῆσαί τι ἐνταῦθα σημεῖον ἢ τέρας. τέως γε μὴν δηλοῖ ὁ γέρων, εἰδέναι

τεκμαίρεσθαι τὰ μέλλοντα. (ῃερς. 136.) Ἰστέον δὲ ὅτι τὸ, ἔριν Ἀτρείδαις ἔθηκεν, οὐ

φύσει ἀλλὰ θέσει δηλοῖ τὴν κακὴν ἔριν εἶναι. (ῃερς. 138.) Τὸ δὲ ἐς ἠέλιον καταδύντα,

ἀντὶ τοῦ περὶ δύσιν ἡλίου. ἐν μέντοι τῇ Ἰλιάδι, τὸ ἕως ἡλίου δύσεως δηλοῖ. φησὶ γάρ.

πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα. Ἰστέον δὲ ὡς οὐ ψέγει ἁπλῶς ὁ ποιητὴς τὸ ἐς

ἥλιον δύντα ἐπ' ἀγορὰν ἐλθεῖν τοὺς Ἀχαιούς. τοῦτο γὰρ καλῶς ἄν ποτε γένοιτο,

καθὰ καὶ τὸ ἐν νυκτὶ, ὡς ἐν πολλαῖς τῶν ἱστοριῶν καὶ ἐν ταῖς Ὁμηρικαῖς δὲ

νυκτεγερσίαις εὕρηται. οὔκουν ὡς ἐῤῥέθη, ἐς τὸ πᾶν ἀπαρέσκεται ὁ ποιητὴς τῇ πρὸς

ἑσπέραν ἀγορᾷ, ἀλλ' ὅτι οὐ κατὰ κόσμον ἦλθον, οἴνῳ βεβαρημένοι. διὸ καὶ ἀκόσμως

στασιάσαντες, ἐμερίσθησαν. ἴσως δὲ καὶ ἄλλως, νὺξ μὲν ἀγαθὴ ἐν τοῖς τοιούτοις, εἴ

γε καὶ ἐν νυκτὶ βουλὴ κατὰ τὴν παροιμίαν. καὶ εὐφρόνη δὲ διὰ 1.118 τοῦτο ἡ νύξ.

ἥλιος δὲ δύνων, οὐκ εὔθετος εἰς βουλὴν τοῖς ἀπομάχοις, οἳ μάχης μὴ ἐπικειμένης εἰς

κόρον ἐμβρωματίζονται. ἔτι δὲ καὶ ἐντεύξεσι μὲν, πρέπων ἂν εἴη ὁ τοιοῦτος καιρὸς

ἐπὶ τῶν ὑποπινόντων, οὐ μέντοι καὶ ἀγορᾷ. ἐπεὶ καὶ Σκύθαι κατὰ τὴν ἱστορίαν, ὅσα

κατὰ πότον βουλεύονται, κυροῦσιν ἕωθεν νήφοντες. (ῃερς. 139.) Τὸ δὲ οἴνῳ

βεβαρῆσθαι, καὶ καρηβαρεῖν εἴη ἄν, ὅπερ καὶ καραιβαρᾶν λέγει Φερεκράτης, ὥς

φησιν Αἴλιος ∆ιονύσιος. ὃς λέγει καὶ ὅτι καρηβοᾶν τὸ ἰλιγγιᾶν καὶ πεπληρῶσθαι τὴν

κεφαλὴν ὑπὸ κραυγῶν. (ῃερς. 140.) Τὸ δὲ οἴνῳ βαρεῖσθαι, καὶ οἰνοβαρείειν ἀλλαχοῦ

συνθέτως λέγεται. Τὸ δὲ μῦθον μυθείσθην, σύνηθες καὶ αὐτὸ Ἀττικοῖς ὡς καὶ ἄλλα

μυρία ὅμοια. ἐν οἷς καὶ τὸ, δαίτην δαινύμενοι. καὶ παρὰ Σοφοκλεῖ τὸ πῶς δῆτα λέγω

λόγον ἄῤῥητον. καὶ ἕτερα. (ῃερς. 148.) Τὸ δὲ ἐκ τῆς ῥηθείσης μέθης κακόν τε καὶ

ἄκοσμον δηλοῖ ὁ ποιητὴς, ἔνθα φησὶν ὡς ἔτι τῶν βασιλέων ἱσταμένων καὶ

λογομαχούντων, ἀνορούσαντες μετὰ ἠχῆς ὁ λαὸς ἀσυντάκτως, ἔλυσαν αὐτοὶ τὴν

ἀγορὰν ἣν οὐκ ἐκάθισαν. (ῃερς. 142.) Νῶτα δὲ θαλάσσης ὥσπερ καὶ πεδιάδος, ἡ

ἐπιφάνεια. ἐκ μεταφορᾶς τῶν ἐπὶ νῶτα κειμένων ζῴων καὶ πατουμένων ἐν τῷ

κεῖσθαι πρηνῆ. ὑπτία μέντοι θάλασσα ἡ γαληνιῶσα, ἐκ τῶν ἄλλως ἐπὶ ἀναπαύσει

κατακεκλιμένων ὑπτίων. καὶ πεδίον δὲ ὕπτιον ἐντεῦθεν λέγεται. καὶ λειμὼν ὕπτιος.

(ῃερς. 145.) Τὸ δὲ δεινὸν χόλον Ἀθηναίης, πιθανολογεῖ τὸ βαρύμηνι καὶ

δυσμετάτρεπτον αὐτῆς εἰς τὸ ἄχολον. (ῃερς. 146.) Τὸ δὲ ἐξακέσαιτο, νόσον δηλοῖ καὶ

τὸν δεινὸν χόλον ἀκέσεως δαιόμενον. Τὸ δὲ νήπιος, συνήθως καὶ νῦν ἀναφθέγγεται.

ὡς τοῦ βασιλέως μικρόθυμον τὸ θεῖον ἡγησαμένου καὶ ῥᾳδίως παλίντροπον. ὅπερ

οὐδὲ Ἰάμβλιχος παραδέχεται ὅπου περὶ εὐχῆς φιλοσοφεῖ. Τὸ δὲ πείσεσθαι, μέσως

ἔχει. δηλοῖ γὰρ καὶ τὸ πείσειν τὴν Ἀθηνᾶν καὶ τὸ πεισθῆναι τὴν Ἀθηνᾶν. (ῃερς. 148.)

Τὸ δὲ χαλεποῖς ἔπεσιν, οὐχ' ἡρμήνευσεν ὁ ποιητὴς, ἵνα μήδ' ἐνταῦθα ὁ Νέστωρ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

134

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!