18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Ἰλιάδι γέγραπται. ἔτι δὲ καὶ οὐ μόνον βουκολῶ, ἀλλὰ καὶ βουκολίζω. οἷον, τοὺς

ἁλώσοντας ἀποβουκολίζουσιν ἀποσκευάζονταί τε τὸν κίνδυνον. σημαίνει δὲ ἡ λέξις,

ἀπάτην. ὡς δὲ καὶ ἠρεμεῖν καὶ ἠρεμίζειν ἐστὶ, μαρτυροῦσιν αἱ χρήσεις. Ὅτι τὸ, εἰ δ'

ἄγε νῦν ξυνίει, παρακελευσματικῶς ἔχον, δηλοῖ τὸ εἰ δὲ βούλει, ἄγε ποίει τόδε. ἢ καὶ

ἄλλως, εἴα δὴ ἄγε ποίει τόδε. ζήτει δὲ περὶ αὐτοῦ τὸ ἀκριβὲς ἐν Ἰλιάδι. χρῆσις δὲ τοῦ

εἴα παρακελευσματικοῦ ἐπιῤῥήματος, παρά τε ἄλλοις καὶ παρὰ τῷ κωμικῷ. (ῃερς.

268.) Ὅτι ἐπὶ πραγμάτων ἀποβάσεως ἀδήλου, οἰκεῖον εἰπεῖν τὸ, ταῦτα μὲν θεοῦ ἐν

γούνασι κεῖται, ἀντὶ τοῦ ἐν δυνάμει ἢ ἱκεσίᾳ θεοῦ, σὲ δὲ φράζεσθαι ἄνωγα τό δέ τι.

Ὅτι ἡ αˉυ δίφθογγος πρὸ συμφώνου, ψιλοῦται, οἷον αὐτός. αὖρα. αὔριον. ἀμέλει

κατὰ τοὺς παλαιοὺς τὸ αὕω τὸ ξηραίνω, δασύνεται. καθὰ καὶ τὸ αὑαίνω παρὰ τῷ

κωμικῷ, διὰ τὸ μὴ ἐπιφέρεσθαι τῇ διφθόγγῳ σύμφωνον. αὔω δέ φασι τὸ φωνῶ,

ψιλοῦται, πρὸς σημασίαν διάφορον. Ὅτι καὶ τοὺς Ἰθακησίους ἴσως καὶ τοὺς

μνηστῆρας σεμνολογῶν ὁ χρηστολόγος Ὅμηρος, ἥρωας Ἀχαιοὺς ὀνομάζει. (ῃερς.

274.) Ὅτι τὸ πέφραδεἀντὶ τοῦ εἰπὲ, ἢ μέσος παρακείμενός ἐστι τοῦ φράζω, ἢ

δεύτερος ἀόριστος φράδε, καὶ κατὰ διπλασιασμὸν πέφραδε. οἷον. μῦθον πέφραδε

πᾶσι τοῦτο δὲ παρῳδηθέντος τοῦ ἐφεξῆς, χρήσιμον εἰς ἀναφώνησιν. οἷον. μῦθον

πέφραδε πᾶσι. θεὸς δ' ἐπιμάρτυρος ἔστω. καὶ παρὰ τῷ ποιητῇ δὲ ὁ τόπος οὗτος

προεκθετικός ἐστι τῶν ἐφεξῆς γενησομένων. ἐν οἷς ἀπειπεῖν τοῖς μνηστῆρσι μέλλει

ἅπερ ἐθέλει ὁ Τηλέμαχος. δῆλον δὲ ἐκ τῶν παλαιῶν, ὡς πρωτότυπόν ἐστιν ὁ

μάρτυρος. ἐξ οὗ ὁ μάρτυς κατὰ συγκοπήν. διὸ οὐδὲ κλίνεται ὁ μάρτυς ὡς μὴ φυσικήν

φασιν ἔχων τὴν παραλήγουσαν. αὐτοῦ μέντοι τοῦ, ὁ 1.58 μάρτυρος, πρωτότυπον ὁ

μάρτυρ δοκεῖ. διὸ τούτου μὲν πληθυντικὸν, οἱ μάρτυρες, καὶ τὰ ἑξῆς ἀκολούθως.

ἐκείνου δὲ, οἱ μάρτυροι καὶ ἡ ἐφεξῆς ἀναλογία. εἰ μὴ ἄρα μεταπλασθῆναί τις ἐρεῖ τὸ

μάρτυρες ἐκ τοῦ μάρτυροι. τότε γὰρ, οὐκ ἀνάγκη τὸ μάρτυρ εἶναι ἐν λόγῳ. ἐν τούτοις

δὲ κεῖται συνήθως τῷ ποιητῇ ῥῆμα δυϊκὸν μετὰ ὀνόματος πληθυντικοῦ. φησὶ γάρ.

μάρτυροι ἔστων ἤγουν ἔστωσαν. (ῃερς. 276.) Ὅτι σχῆμα ἑκουσίου σολοικισμοῦ τὸ,

μητέρα δὲ εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι, ἂψ ἴτω ἐς μέγαρον πατρός. ἦν γὰρ τὸ

ἀκόλουθον καὶ ἀσόλοικον, οὕτως εἰπεῖν κατὰ ὀρθὴν καὶ εὐθεῖαν. μήτηρ δὲ εἰ

βούλοιτο γαμέεσθαι, ἂψ ἴτω. ἢ καὶ ἄλλως, μητέρα δὲ εἴ οἱ θυμὸς ἐφορμᾶται

γαμέεσθαι, ἀπόπεμψον. ὁ δὲ συνετὸς Μέντης ἐπίτηδες οὕτω σχηματίζει τὸν λόγον,

διὰ αἰτίαν τοιαύτην. βουλευσάμενος γὰρ εἰπεῖν ὅτι τὴν μητέρα ἀπόπεμψον, καὶ

φθάσας εἰπεῖν κατά τι αὐθωρὸν ὡς ἐν σχεδιασμῷ τὴν αἰτιατικὴν, εἶτα συνιδὼν ὡς

ἴσως οὐ πείσει τὸν φιλομήτορα Τηλέμαχον εἰπὼν τὸ ἀπόπεμψον, σιγᾷ μὲν τοῦτο τὸ

ῥῆμα ὡς οἷα ἐπιμηθευσάμενος. μὴ ἔχων δὲ συντόμως ἄλλην λέξιν αὐτόθεν ἐξευρεῖν

ἅμα καὶ τὴν ὀρθὴν σύνταξιν σώζουσαν, καὶ τὸ δυσχερὲς τοῦ λόγου ἐκκλίνουσαν,

ἐξανάγκης εἰς ἄλλο ῥῆμα ἐκπίπτει. καὶ οὕτως ἐμπίπτει εἰς τὸ σολοικοφανές. εἰπὼν,

ὑποχωρήσατο. ἵνα δῆθεν αὐτὴ ἀπέρχηται θέλουσα, καὶ μὴ ὁ παῖς αὐτὴν ἐκπέμπῃ

ἀέκουσαν. καὶ οὕτω μὲν ὁ νουνεχὴς Μέντης τὸν λόγον ἐσχημάτισεν. ἀμφιδεξιῶς

πάνυ ἀμφότερα ἐμφήνας, καὶ τὸ, ἀπόπεμψον τὴν μητέρα εἰ μὴ φιλεῖς αὐτὴν, καὶ τὸ,

ἡ μήτηρ ἂψ ἴτω εἰ μὴ σὺ θέλεις λυπῆσαι αὐτήν. ἐξ ἑκατέρων ἐννοιῶν ἀνὰ μίαν λέξιν

σιγήσας. ἤγουν τὸ ῥῆμα μὲν τὸ προστακτικὸν, ἐκ τοῦ, τὴν μητέρα ἀπόπεμψον. ἐκ δὲ

τοῦ, ἡ μήτηρ ἂψ ἴτω, τὸ τῆς εὐθείας ὄνομα. καὶ οὕτως, οὐ μόνον καινοπρεπὲς ἀπέβη

τοῦτο τὸ σχῆμα διὰ τὸ σολοικοφανὲς, ἀλλὰ καὶ γοργὸν καὶ ἐλλειπτικόν. καὶ τοιοῦτος

μὲν ὁ εὐλαβὴς Μέντης. ὁ δὲ ἀτάσθαλος καὶ ἀγήνωρ Ἀντίνοος ἐν τοῖς ἑξῆς,

ἀσολοίκως μὲν, ἀπαιδεύτως δὲ μὴ παρακαλύψας, ἐρεῖ μητέρα ἀπόπεμψον. ἔνθα καὶ

ἀντακούσει πρὸς τοῦ φιλομήτορος, ὅτι οὐκ ἔστι δόμων ἀέκουσαν ἀπώσασθαι. (ῃερς.

277.) Ὅτι καινοπρεπὲς σχῆμα καὶ τὸ, ἐλθέτω εἰς μέγαρον πατρὸς μέγα δυναμένοιο. οἱ

δὲ, γάμον τεύξουσι, καὶ ἀρτυνέουσιν ἕεδνα πολλὰ μάλα. ὤφειλε γὰρ εἰπεῖν, ὁ δὲ ἤτοι

ὁ πατὴρ γάμον τεύξει. ὁ δὲ ποιητὴς, οὐ πρὸς ἕνα τὸν πατέρα τὴν σύνταξιν ἀπέδωκεν,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

66

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!