18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τούτων διαφορά. δοκεῖ δὲ τὸ ἄλφιτον, εὐτελέστερον ἀλεύρου εἶναι. εἰ δὲ οἱ μεθ'

Ὅμηρον ἐπὶ κριθίνων ἀλεύρων ἢ καὶ ἐπὶ πιτύρων τὸ ἄλφιτον τιθέασι παρὰ τὸ

ἄλφεσθαι ἴταις ὅ ἐστιν εὑρίσκεσθαι πτωχοῖς δι' εὐτέλειαν, ἀλλ' ὁ ποιητὴς οὐχ' οὕτως

ἐκδέχεται. ἀλλὰ τὸ ἁπλῶς ἄλευρον, ἄλφιτον λέγει διὰ τὸ ἐν τῷ ἀλεῖσθαι, φάειν,

ἤγουν φαίνειν καὶ λευκαίνεσθαι, ἢ φονεύεσθαι. ὅθεν καὶ μυλήφατον ἄλφιτον, ὅπερ

ὅ τι οὐκ ἐξ ἀνάγκης πίτυρον ἢ πιτυρῶδες ἐστὶ, δηλοῦσι καὶ τὰ τῶν τρυφώντων

ψαιστὰ, ἄλφιτα ὄντα κατὰ Παυσανίαν, οἴνῳ καὶ ἐλαίῳ μεμαγμένα ἢ δεδευμένα.

ὁμοίως καὶ ἡ Ἀχίλλεια μάζα, ἔχουσά τι ὡς εἰκὸς ἐξαίρετον. ἧς Ἀχίλλεια ἐλέγετο τὰ

ἄλφιτα. ὧν μνημονεύειν καὶ τὸν κωμικὸν ἐν Ἱππεῦσι, φασί τινες. Μυελὸν δὲ

ἀνδρῶν τὰ ἄλφιτα λέγει, ἀντὶ τοῦ μυελοποιά. θρεπτικά. τοῦτο δὲ εἶπε, διὰ τοὺς

οἰομένους μὴ μετέχειν καὶ τὰ ὀστᾶ δυνάμεώς τινος ψυχικῆς ζωτικῆς. διὸ ἔφη που

καὶ τὸ, λίπε δ' ὀστέα θυμός. καὶ ἔοικεν ὥσπερ χροῦν καὶ χρῶτα τὸ πᾶν σῶμα λέγειν

ἀπὸ μέρους τῆς ἐπιφανείας δηλαδὴ, οὕτω καὶ ἐνταῦθα διὰ τοῦ ἐνδομυχοῦντος

μυελοῦ, τὴν ὅλην παραδηλοῦν τοῦ θρεπτικοῦ ἐνέργειαν. ὁμοίως δὲ καὶ ἐν τῷ, λίπεν

ὀστέα θυμὸς, ἐκ μέρους τῶν ὀστῶν, τὸ πᾶν δηλῶσαι σῶμα. ἵνα ὥσπερ τοῦτο παντελῆ

δηλοῖ φθορὰν σώματος, οὕτω καὶ σύστασιν αὐτοῦ τὸ, μυελὸς ἀνδρῶν. (ῃερς. 291.)

∆έρματα δὲ πυκινὰ λέγει, ἢ ἁπλῶς τὰ στερεά, ἢ τὰ συνεῤῥαμμένα καλῶς.

κακοῤῥαφία μὲν γὰρ, τὸ μὴ πυκινὸν δηλοῖ. πυκινὸν δὲ, τὸ εὐραφές. διὸ προϊὼν,

εὐραφέα δέρματα ἐρεῖ τὰ εὐάρμοστα. ἔνθα παραφράσας τὸ, δέρμασι πυκινοῖς, ἐρεῖ

εὐραφέεσσι δοροῖσιν. ὧν ζητητέον τὴν κλίσιν. ἅπερ ἐν μιᾷ λέξει κώρυκος λέγεται

παρὰ τὸ χωρεῖν. ἔτι δὲ καὶ θύλακος. ἴσως δὲ καὶ φασκώλιον, ὡς δηλοῖ ὁ εἰπών.

φασκώλιον, δερμάτινον βαλάντιον. οἷον, θυλάκιον. καὶ φάσκωλος, ἡ ἱματιοφορὶς,

ὥς φησιν Αἴλιος ∆ιονύσιος. εἰ δὲ καὶ τὸ φασκώλιον ἐπὶ ἄλλου μάλιστα

σημαινομένου τίθεται, ἀλλ' αἱ ἀχάναι ὅ ἐστι κίσται, Περσικὰ μέτρα ἦσαν. ἐν οἷς

ἀπετίθεντο ἐπισιτισμοὶ τοῖς θεωροῖς, ὡς καὶ ἐν τοῖς ἑξῆς που δηλωθήσεται. οἱ δὲ

παλαιοὶ καὶ τὸν παρὰ τῷ κωμικῷ σάκταν, θύλακον ἑρμηνεύουσι ὡς δηλοῖ ὁ εἰπών.

σάκτας, θύλακος. μάρσιππος. γίνεται δὲ αὐτὸς ἀπὸ τοῦ σάττω σάξω τὸ φορτίζω. Ὅρα

δὲ καὶ ὅτι ἀρχαῖον ἔθος δέρμασιν ἀντὶ σάκκων χρῆσθαι εἰς ἀλφίτων φυλακὴν, ἵνα

μηδὲν ἐκεῖθεν διαφορῆται στεγούσης τῆς πυκνότητος. (ῃερς. 292.) Ὅτι οὓς οἱ μεθ'

Ὅμηρον ἑκουσίους καὶ ἐθελουσίους φασὶ καὶ μάλιστα ἑκοντὰς καὶ ἐθελοντὰς

Ἀττικῶς, ἐθελοντῆρας φησὶν ὁ ποιητής. εἰπών. ἐγὼ δ' ἀνὰ δῆμον ἑταίρους

ἐθελοντῆρας συλλέξομαι. (ῃερς. 293.) Ὅτι πολύναυς ἡ Ἰθάκη, ὡς δηλοῖ τὸ, εἰσὶ δὲ

νῆες πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί. Καὶ ὅρα ὡς τὸ νέον καὶ παλαιὸν,

καὶ ἐπὶ νηῶν τίθεται. ὅθεν ὁ κωμικὸς λαβὼν ἀρχὴν, παίζει. τὰς μὲν μήπω

πλευσάσας, παρθένους λέγων, καὶ μήπω ἀνδρῶν ἆσσον ἐλθούσας. τὰς δὲ παρ'

Ὁμήρῳ παλαιὰς, γραίας ἀποκαλῶν. (ῃερς. 294.) Ὅτι τὸ ἐπιόψομαι νῆα ἥτις ἀρίστη,

ἀντὶ τοῦ πάνυ προσεκτῶς περιβλέψω. καὶ ἐπαινεῖται ἡ λέξις, καὶ δηλοῖ ἐπίτασίν τινα

ἡ πρόθεσις. κεῖται δέ τι καὶ ἐν Ἰλιάδι τοιοῦτον. (ῃερς. 299.) Ὅτι ἐκφραστικὸν γοργὸν

δαπάνης τῆς τῶν μνηστήρων τὸ, εὗρε δ' ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν

αἶγας ἀνιεμένους, σιάλους θ' εὕοντας ἐν αὐλῇ. (ῃερς. 300.) Ἔστι δὲ τὸ μὲν εὕειν,

ἀρχαῖον, οὔπω ἐπινοηθέντος τοῦ μαδᾶν ὕδατι ζέοντι. καὶ γίνεται ἀπ' αὐτοῦ καὶ ἡ

εὗστρα, ὡς δηλοῖ καὶ ὁ κωμικός. ἥπερ ἐστὶν, ἐργαστήριον ἐν ᾧ χοῖροι καὶ τοιαῦτα

εὕονται. οἱ δὲ παλαιοὶ, φασὶν οὕτω. εὗστρα, βόθρος ἐν ᾧ περιφλέγουσι τὰς τῶν ὑῶν

τρίχας. κατὰ Παυσανίαν δὲ, τὸ ἐˉκ σταχύων καυθέντων ἔδεσμα τοὺς ἀνθέρικας

ἀποβαλόντων, ἤτοι ὁ περικεκαυμένος στάχυς. ἕτεροι δὲ, ὅτι ἡ ὡρίμη κριθὴ, ἡ καὶ

ἀμφίκαυστις παρὰ Αἰλίῳ ∆ιονυσίῳ. κωμικοὶ δὲ, καὶ ἐπὶ γυναικείου μορίου φασί.

Κρατῖνος δὲ τὴν ὀσφὺν οὕτως ἔφη. ἀπὸ δὲ τοῦ εὕειν καὶ μάλιστα ἴσως τοῦ λάμπειν,

καὶ τὸ σταθεύειν ἤτοι χλιαίνειν, καὶ ὁ ἐσταθευμένος. καὶ ὁ παρ' Αἰσχύλῳ σταθευτὸς

ἡλίου φλογί. Τὸ δὲ ἀνιεμένους, ἀντὶ τοῦ ἐκδέροντας, ὡς ἀπὸ τοῦ συμβαίνοντος. ἐκ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

112

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!