18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἄκοντα. καὶ ἐκεῖ γὰρ ἐκ τοῦ δευτέρου καὶ εἰς τὸ πρῶτον μεθείλκυσται τὸ μὴ, κατὰ τὸ

ἀπὸ κοινοῦ σχῆμα. ὅμοιόν τι καὶ ἐν τοῖς ἑξῆς τὸ, ἁλὸς ἢ ἐπὶ γῆς, ἤγουν ἢ ἐπὶ ἁλός.

εἶτα ἐπαγαγὼν Ὀδυσσεὺς γνωμικὸν σύνηθες τὸ, κακὸν δ' ἀνεμώλια βάζειν, περαιοῖ

τὸ κατὰ τὸν Ἀγαμέμνονα. (ῃερς. 464.) ἐν τούτοις δὲ κεῖται καὶ ἔπος στυγερὸν, οὔτε τὸ

μισητὸν οὔτε τὸ φρικτὸν, ἀλλὰ τὸ στυγνόν. φησὶ γὰρ Ὀδυσσεὺς, ὅτι ἡμεῖς μὲν

ἱστάμεθα, ἐπέεσσιν ἀμειβόμενοι στυγεροῖσιν. ὃ καὶ ἐφερμηνεύων ἐπάγει· ἀχνύμενοι,

(ῃερς. 465.) θαλερὸν κατὰ δάκρυ χέοντες, ἃ δὴ οἰκεῖα ἐπὶ λυπουμένων λέγεσθαι.

(ῃερς. 466.) Ὅτι πλάττει ὁ ποιητὴς ἐμφανισθῆναι τῷ Ὀδυσσεῖ μετὰ τὸν Ἀγαμέμνονα

ἥρωας, τὸν Ἀχιλλέα, τὸν Πάτροκλον, τὸν Ἀντίλοχον, καὶ τὸν Αἴαντα. καὶ περὶ μὲν

Ἀχιλλέως, ὃν Ὅμηρος φιλεῖ ἐπιμάλιστα, ὡςἡ Ἰλιὰς ἐδήλωσε, διηγεῖται πλείονα. περὶ

δὲ Πατρόκλου καὶ Ἀντιλόχου οὐδὲν οὐδόλως, ἀλλ' ἀρκεῖται εἰπὼν ἀορίστως καὶ

παραλειπτικῶς τὸ, αἱ δ' ἄλλαι ψυχαὶ ἔστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεα ἑκάστη,

τουτέστιν ἔλεγον εἴτε τοῦ Ὀδυσσέως ἐρωτῶντος, εἴτε καὶ ἄλλως μὴ ἐρωτώμεναι.

τὸν Αἴαντα δὲ πλάττει προσφωνούμενον μὲν, μὴ ἀπαμειβόμενον δὲ, διὰ τὸ πρὸς τὸν

Ὀδυσσέα μῖσος περὶ Τροίαν ἐπὶ τῇ τῶν ὅπλων κρίσει. εἰ δὲ ὁ Αἴας μισῶν οὐ

προσφθέγγεταί τι, πιθανῶς ἄρα ὁ ποιητὴς οὐ πλάττει ψυχὴν Τρωϊκὴν ἐπιφανεῖσαν

τῷ Ὀδυσσεῖ, ὃς ἐπὶ τῷ τῆς Τροίας ἀφανισμῷ ἔσχε πτολίπορθος λέγεσθαι. ἐν δὲ τοῖς

ῥηθεῖσι προσώποις Πατρόκλου μὲν πρὸς μόνον ὄνομα ἐμνήσθη, τὸν δὲ Ἀντίλοχον

ἀμύμονα ἔφη, καθὰ καὶ τὸν Ἀχιλλέα μετ' ὀλίγα. (ῃερς. 468.) τὸν δὲ Αἴαντα ἐπαινῶν

λέγει· ὃς ἄριστος ἔην εἶδός τε δέμας τε τῶν ἄλλων ∆αναῶν μετ' ἀμύμονα Πηλείωνα,

ὃν εὐθὺς καὶ ποδώκη Αἰακίδην φησὶν, ἀνωτέρω Πηληϊάδην Ἀχιλλέα εἰπών. καὶ νῦν

μὲν οὕτω τὸν Αἴαντα ὑπήγαγε τῷ Ἀχιλλεῖ, ἄριστον εἶναι εἰπὼνπάντων μετὰ τὸν

Ἀχιλλέα. προϊὼν δὲ καὶ πάλιν εἰπών· ὃς πέρι μὲν εἶδος πέρι δ' ἔργα τέτυκτο τῶν

ἄλλων ∆αναῶν μετ' ἀμύμονα Πηλείωνα, εἶτα καὶ ἶσον μετ' ὀλίγα φησὶν αὐτὸν τῷ

Ἀχιλλεῖ, κατά γε τιμὴν, οὐ μὴν κατὰ εἶδος καὶ ἔργα, ἐν τῷ, τοῖος γάρ σφιν πύργος

ἀπώλετο. σεῖο δ' Ἀχαιοὶ ἶσον Ἀχιλλῆος κεφαλῇ ἀχνύμεθα φθιμένοιο διαμπερὲς,

ἔνθα καὶ ἐπὶ κακῷ τῶν Ἀχαιῶν ὑποδηλῶν γενέσθαι τὸν τοῦ Αἴαντος θάνατόν φησιν,

ὡς ἐκπάγλως ἤχθηρε Ζεὺς ∆αναοὺς, καὶ διατοῦτο σοὶ ἐπὶ μοῖραν ἔθηκε, τὴν τοῦ

θανάτου δηλαδή. καὶ οὕτω τὸν Αἴαντα σεμνύνας ὁ Ὀδυσσεὺς μειλιχίοις ὅμως οὐκ

ἐξίσχυσε πεῖσαι τὸν βαρύμηνιν ὁμιλῆσαι αὐτῷ, οὐδὲ ἀκούσας δάμασον μένος καὶ

ἀγήνορα θυμὸν ἐπείσθη. σημείωσαι δ' ἐν τοῖς ῥηθεῖσι περὶ Αἴαντος καὶ ὅτι τὸ, πέρι

μὲν εἶδος πέρι δ' ἔργα τέτυκτο, καλλίων ἔπαινος τοῦ, ἄριστος ἔην εἶδός τε δέμας τε.

τοῦτο γὰρ οὐ βλάπτει καὶ πράξεων ἀρετήν. καὶ τοιαῦτα μὲν τὰ κατὰ τὸν Αἴαντα.

(ῃερς. 477.) τὸν μέν τοι Ἀχιλλέα σεμνολογῶν διὰ τοῦ Ὀδυσσέως ὁ ποιητὴς, ὦ

Ἀχιλλεῦ μέγα φέρτατέ φησιν Ἀχαιῶν. καὶ, σεῖο δ' Ἀχιλλεῦ οὔτις ἀνὴρ προπάροιθε

μακάρτατος,(ῃερς. 482.) οὔτ' ἂρ ὀπίσσω, ἤγουν εἰς τὸ μέλλον, βραχὺν τοῦτον

ἔπαινον τοῦ τηλικούτου εἰπὼν, ὅτι μηδὲ ἦν καιρὸς πλείω λαλεῖν. (ῃερς. 483.) εἶτα

καὶ τὸν τοιοῦτον στίχον κατασκευάζων καὶ ἅμα ἐπισυνείρων καὶ παραμυθητικὴν

ἔννοιαν, φησί· πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεῷ Ἀργεῖοι. νῦν αὖτε μέγα

κρατέεις νεκύεσσι, διὸ μή τι θανὼν ἀκαχίζευ Ἀχιλλεῦ. καὶ τοιόνδε μὲν καὶ τὸ ὑπὲρ

Ἀχιλλέως. τὸν μέντοι υἱὸν αὐτοῦ πλατὺ ἐγκωμιάσει, ὡς μετ' ὀλίγα εἰρήσεται. (ῃερς.

473.) Ἰστέον δὲ ὅτι ἀποσεμνύνων καὶ πάλιν ἑαυτὸν Ὀδυσσεὺς ἐπὶ τῇ εἰς Ἅιδην

καθόδῳ καὶ ἄλλως δὲ εἰπεῖν ἐνδεικνύμενος ὁ ποιητὴς, καθὰ καὶ αὐτὸ προεῤῥέθη, ὡς

πάντῃ τολμηρῶς ἡ τοῦ Ὀδυσσέως ἐπλάσθη κάθοδος, ποιεῖ τὸν Ἀχιλλέα ἐρωτῶντα·

∆ιογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ, σχέτλιε, τίπτ' ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι

ἔργον; πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ ἀφραδέες ναίουσι βροτῶν

εἴδωλα καμόντων; Ὅρα δὲ τὸ σχέτλιε, ὡς οὔτε τὸν ἄδικον δηλοῖ· τί γὰρ ἠδίκησεν

Ὀδυσσεὺς εἰς Ἅιδου ἐλθών; ἀλλ' οὐδὲὅλως ἐπὶ ὕβρει τέθειται. οὐ γὰρ ἂν τὸν διογενῆ

καὶ πολυμήχανον φίλον εἰκῇ οὕτως ἔσκωψε. (ῃερς. 475.) σημαίνει δὲ κἀνταῦθα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

488

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!