18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

εὐοινεῖν οἷα δῶρον ἔχων αὐτὸ ἐκ τοῦ προγόνου ∆ιονύσου. δοκεῖ δὲ ἀμπέλων

ἐπιμελητὴς ὁ Μάρων γενέσθαι μάλιστα ὧν γλυκὺς ὁ οἶνος, διὸ Κλέαρχός τις

ἐπισημαινόμενος ἔφη τὸ, οἶνος Λέσβιος, ὃν ἐποίησεν ὁ Μάρων μοι δοκῶ. ἐν δὲ τοῖς

τοῦ δειπνοσοφιστοῦ φέρεται καὶ ὅτι Μάρων εἷς τῶν μετὰ ∆ιονύσου στρατευομένων.

ἀφ' οὗ καὶ Μάρεα κρήνη Ἀλεξανδρεωτική. καὶ παρ' αὐτὴν πόλις ὁμώνυμος, μεγίστη

ποτὲ εἰ καὶ ὕστερον κώμη περιελείφθη. ἐκεῖθεν δὲ καὶ ὁ Μαρεώτης οἶνος. ἄδηλον δὲ

εἴπερ ὁ προσεχῶς ῥηθεὶς Μάρων ὁ αὐτός ἐστι τῷ Ὁμηρικῷ. Ἔτι ὁ αὐτὸς περὶ τοῦ Θρᾳ

1.334 κίου Μάρωνος εἰπὼν ὅτι Ἄλεξις σκώπτων τινὰ ὡς μέθυσον καὶ ἐξώλη φησὶν

Οἰνοπίων τις ἢ καὶ Μάρων ἢ Τιμοκλῆς, μεθύει γὰρ, οὐδὲν ἕτερον ἐμφαίνει ἢ ὡς ὁ

Μάρων περὶ οἶνον ἠσχολεῖτο οὐ μόνον κτώμενος ἀλλὰ καὶ πίνων. ἐσκώπτοντο δὲ

εἰς οἰνοφλυγίαν καὶ οἱ τῆς αὐτῷ παρωνύμου Μαρωνείας πολῖται. διὸ σοφός τις

παρατυχὼν ἐκεῖ καὶ εἰπὼν ὡς εἰ κατακαλυφθῇ, γνώσεται κατὰ τίνα τόπον ἐστὶ τῆς

πόλεως, ὡς ἤγετο κατακεκαλυμμένος καὶ ἠρωτήθη ποῦ ἐστὶ τῆς πόλεως, κατὰ τὸ

καπηλεῖον ἔφη. καπηλεῖα γὰρ ἐδόκει εἶναι ἡ Μαρώνεια. τάχα που καὶ τῶν ἐκεῖ ἐπὶ

οἴνου ἀποδοχῇ λεγόντων τὸ περιᾳδόμενον, ὡς οὐκ ἀπόβλητον ∆ιονύσειον οὐδὲ

γίγαρτον. οὐ μὴν προσλογιζομένων καὶ τὰ ἐξ οἴνου κακά. οὐδ' ἐπενθυμουμένων

παροιμίαν τὴν λέγουσαν ὡς οἶνος οὐκ ἔχει πηδάλιον. ὁ δὲ τὸ εἰρημένον σκῶμμα

εἰπὼν Στρατόνικος εἰπεῖν λέγεται καὶ ὡς ἐν Μαρωνείᾳ οὐ γίνεται ἔαρ ἀλλὰ ἀλέα.

καὶ οὕτω μὲν ταῦτα. Εὐάνθης δὲ νῦν βαρυτόνως τὸ κύριον, πρὸς διαστολὴν τοῦ

ἐπιθέτου. ὡς τὸ εὐανθὴς λειμών. οὕτω καὶ Εὐπείθης ὁ τοῦ Ἀντινόου πατὴρ, εἰς

διαφορὰν τοῦ, ἀνὴρ εὐπειθής. ὁμοίως δὲ καὶ Εὐμάθης ὡς οἱ παλαιοί φασι

διεσταλμένος τῇ βαρυτονήσει τοῦ ἐπιθετικῶς εὐμαθοῦς. ὅμοιον καὶ Πολυπείθης περὶ

οὗ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. (ῃερς. 198.) Τὸ δὲ ἱρεὺς, ψιλοῦται κατά τινας

Ἰωνικῶς καθὰ καὶ τὸ ἴρηξ ὁ ἱέραξ. Τὸ δὲ Ἴσμαρον ἀμφιβεβήκει, πρὸς ὁμοιότητα

λαλεῖται τοῦ, ὃς Χρύσην ἀμφιβέβηκας. Ἔνθα ὅρα καὶὅτι καθάπερ ὁ Χρύσης

περιουσίαν εἶχε διὰ τὸν Ἀπόλλωνα, οὗ περ ἦν ἱερεὺς, οὕτω καὶ ὁ ῥηθεὶς Μάρων. ὃς

καὶ οὕτω καὶ μετὰ πολιορκίαν περιουσιάζεται, ὡς πολλὰ δῶρα εὐγνωμόνως δοῦναι

πρὸς χάριν τῷ Ὀδυσσεῖ. ἅπερ ἐπίτηδες ἀριθμήσας Ὀδυσσεὺς καὶ καταιδέσας οὕτω

τοὺς Φαίακας ἐφελκήσεται δίχα τῶν φθασάντων δοθῆναι καὶ τρίποδας ἐν τοῖς ἑξῆς

ἐκ τῶν Φαιάκων καὶ λέβητας δοθέντας, ὡς ῥηθήσεται, ἀνδρακάς. (ῃερς. 199.) Τὸ δὲ

σὺν παισὶ περισχόμεθα Ἀρίσταρχος σὺν παιδὶ γράφει ἑνικῶς. Περισχέσθαι δὲ, τὸ

βοηθῆσαι καὶ περιποιήσασθαι. καιριώτερον δὲ εἰπεῖν, τὸ οἱονεὶ περιλαβεῖν. καὶ

ἄλλως δὲ τὸ περισχεῖν ἐνταῦθα ὅμοιόν ἐστι τῷ ὑπερσχεῖν. ἐξ οὗ καὶ τὸ, ὑπερέσχε τοῦ

δεῖνος χεῖρα θεός. ὅπερ Ὅμηρος φησὶν, ὑπερέσχεθε. δῆλον γὰρ ὅτι ἐν πολλοῖς,

καθάπερ ἡ πρὸ, οὕτω καὶ ἡ περˉι πρόθεσις λαμβάνεται ἀντὶ τῆς ὑπˉερ κατὰ λόγον

ὑπερθέσεως καὶ περιττότητος ὡς καὶ ἡ περίφρων δηλοῖ. καὶ τὸ, περίσχεο παιδὸς

ἑῆος. (ῃερς. 0.) Τὸ δὲ ἁζόμενοι, ἐντελέστερον ἡ Ἰλιὰς φράζει ἐν τῷ, ἁζόμενοι ∆ιὸς

υἱόν. Ἄλσος δὲ δενδρῆεν, ὁποῖος ὁ ἐν ἄλλοις πολυδένδρεος κῆπος. θεῖον μέντοι τὸ

ἄλσος. παράγεται δὲ Αἰολικῶς ἀπὸ τοῦ ἅλλω ἅλσω, ἐν ᾧ ἅλλονται φυτά. διὸ καὶ

ψιλοῦται ὡς Αἰολικόν. ὅτι δὲ οὐ ταυτά εἰσιν ἄλσος καὶ ἕλος ἀλλὰ διάφορα, δηλοῖ καὶ

ὁ γράψας τὸ, ἔπινε καὶ εὐπάθει οὔτε ἡμέρας οὔτε νυκτὸς ἀνιείς. καὶ εἰς τὰ ἕλεα δὲ

καὶ τὰ ἄλση νεμόμενος. ὑγρὸς δὲ πάντως τόπος τὸ ἕλος καὶ πολυβότανος καὶ οἷος

φύειν καὶ τρέφειν καὶ σέλεα τὰ καὶ ἐτυμολογούμενα ἐξ αὐτοῦ, καὶ δι' αὐτὸ

ἐπικαλούμενα ἐλεόθρεπτα. (ῃερς. 2.) Εὐεργὴς δὲ δίδοται χρυσὸς, ἐπεὶ οὐκ ἦν τίμιον

τοῖς τότε ἀργὸν χρυσίον. (ῃερς. 3.) Τὸ δὲ πανάργυρον, πρὸς διαστολὴν ἑτέρου ἴσως

κεῖται ᾧ καὶ χρυσὸς συνεκέκρατο, ὁποῖος καὶ ᾧ τὰ χείλη ἐπὶ χρυσῷ κεκράανται.

(ῃερς. 5.) Ἀκηράσιος δὲ, ὁ ἀκέραιος καὶ μὴ διεφθορὼς, ἀλλὰ θεῖος καὶ θεσπέσιος.

οὕτω καὶ ἐν Ἰλιάδι ἀκήρατον ὕδωρ φησὶ τὸ καθαρόν. παραγωγὴ δὲ ἀμφοῖν εἶναι

δοκεῖ, τοῦ μὲν ἡ κὴρ καὶ ἡ ἄση, τοῦ δὲ ἡ αὐτὴ κὴρ καὶ ἡ ἄτη. ὧν δηλαδὴ οὐκ ἔστι τις

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

380

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!