18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἁπλῶς μέλας ἀλλὰ καὶ πάνυ μέλας. διὰ τὸ σκοτεινὸν τῶν ἐν Ἅιδου. Τὸ δὲ ὃς μήλοισι

μεταπρέπει, οὐ πόῤῥω ἐστὶ τοῦ, τέλειος, κατὰ τὸ, αἰγῶν τε τελείων. (ῃερς. 521.) Τὸ δὲ

γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα, ὑποκαταβὰς οὕτω παραφράζει. αὐτὰρ ἐπῆν

εὐχῇσι λίσση κλυτὰ ἔθνεα νεκρῶν. (ῃερς. 523.) Τὸ δὲ ῥέξειν, κυριολεκτεῖσθαι δοκεῖ

καὶ ἐπὶ νεκρῶν, καθὰ καὶ τὸ χοὴν χέεσθαι. διὸ φησίν· ἔνθα ὄϊν ἀρνειὸν ῥέζειν, θῆλύν

τε μέλαιναν. οὕτω δὲ καὶ τὸ ἱερεύειν. οἷον· ὄϊν ἱερευσέμεν παμμέλανα. Καὶ ὅρα ὡς

ἄῤῥην μὲν παμμέλας ὄϊς τῷ Τειρεσίᾳ, θῆλυς δὲ μέλαινα τοῖς λοιποῖς ἱερεύσεται,

στεῖρα ἴσως καὶ αὐτὴ κατὰ τὴν ἀνωτέρω ῥηθεῖσαν βοῦν. Ἐν δὲ τῷ, πυρὴν

ἐμπλησέμεν ἐσθλῶν, ἐσθλὰ λέγειν δοκεῖ, μέλι, ἄνθη, χλαίνας, ὅπλα, καὶ τοιαῦτά

τινα ἐνιέμενα κατ' ἔθος ταῖς νεκρικαῖς πυραῖς. (ῃερς. 527.) Ἐν δὲ τῷ ὄϊν ἀρνειὸν,

γενικὸν μέντοι ὁ ὄϊς, εἰδικὸν δὲ ὁ ἀρνειός. ὁμοίως τῷ βοῦς ταῦρος, καὶ, σῦς κάπριος.

(ῃερς. 528.) ὥσπερ δὲ ὑπὲρ γῆς ἀνερύονται μὲν ζῷα, ὅτε τοῖς ἄνω θύονται, κάτω δὲ

κλίνονται τὴν κεφαλὴν ὅτε ῥέζονται τοῖς κάτω, οὕτω καὶ τὸν ῥηθέντα ἀρνειὸν ὄϊν

καὶ τὴν μέλαιναν θῆλυν ῥέξει Ὀδυσσεὺς εἰς Ἔρεβος στρέψας διὰ τὸ ἐν δυσμαῖς

Ἡλίου ταῦτα τελεῖσθαι. Σημείωσαι δ' ἐνταῦθα καὶὅτι τὸ, ἔνθα ῥέζειν εἰς Ἔρεβος

στρέψας, αὐτὸς δ' ἀπὸ νόσφι τραπέσθαι, οἰκεῖον εἰπεῖν ὅτε ζημιωθείς τις πρός τινος

εἶτα παραινεῖται μακρὰν γενέσθαι τοῦ ἀδικήσαντος, ἵνα μὴ κακῷ κακὸν

προσλάβηται. (ῃερς. 527.) Τὸν δὲ ἀρνειὸν ὄϊν καὶ τὴν θήλην ὑποκαταβὰς μῆλα

συνήθως ὀνομάζει. (ῃερς. 535.) Ὅτι ὁ παραθεὶς μὲν ἀγαθὰ εἰς ἀπόλαυσιν, κωλύων δὲ

μετασχεῖν αὐτῶν πρός τινος ἑτέρου, ῥηθείη ἂν ἐοικέναι τῷ ποιητικῷ Ὀδυσσεῖ, ὃς

ἐπεὶ ἔρεξε μῆλα καὶ πολλαὶ ψυχαὶ ἦλθον νεκύων εἶτα ξίφος ὀξὺ ἐρυσάμενος παρὰ

μηροῦ ἐκάθητο μὴ ἐῶν αὐτὰς αἵματος ἐγγὺς ἐλθεῖν πρὸ τοῦ Τειρεσίου.

Νεκυομαντικῆς δέ φασι γοητείας καὶ ταῦτα, δοκεῖ γὰρ τῆς τοιαύτης τερατείας ἡ

ἐπαοιδὴ μόνη ἐλλείπειν παρὰ τῷ ποιητῇ, τὰ δὲ τῆς λοιπῆς τερθρείας ἐκτεθεῖσθαι

ἀνελλιπῶς. (ῃερς. 542.) Ὅτι καὶ ἐνταῦθα ἐπὶ τῆς Κίρκης, καθὰ καὶ ἐν τῇ ˉε ῥαψῳδίᾳ

ἐπὶ Καλυψοῦς, κόσμον φράζει γυναικὸς ἐν τῷ, ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,

λεπτὸν καὶ χαρίεν καὶ ἑξῆς. διὰ τὸ λογῶν συνήθως κατὰ τὸ πάντῃ ἀπαράλλακτον.

(ῃερς. 545.) δῆλον δὲ ὅτι τὸ χαρίεν οὐδέτερον παροξύνεται ἀναλόγως, καθὰ καὶ ἐν

Ἰλιάδι δηλοῦται, καὶ ὅτι ἐκ τοῦ χάρις χάριτος οὐ μόνον χαρίεις καὶ χαρίεν, ἀλλὰ καὶ

ὁ χαρίσιος. ὅθεν καὶ χαρίσιοι πλακοῦντες τινές. (ῃερς. 548.) Ὅτι διέγερσις

ῥαθυμούντων τὸ, μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον, ἀλλ' ἴομεν. (ῃερς.

549.) Ὅτι δὲ τὸ ἀωτεῖν ὕπνον καὶ ὡς τὸ ἴομεν λόγῳ κοινοῦ ἐνεστῶτος συστέλλει τὴν

παραλήγουσαν, ἐῤῥέθη ἀλλαχοῦ. (ῃερς. 551.) Ὅτι οὐδὲ μὲν οὐδὲ ἔνθεν περ ἤγουν ἐκ

Κίρκης ἀπήμονας ἦγεν ἑταίρους ὁ Ὀδυσσεύς. Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τε

λίαν ἄλκιμος ἐν πολέμῳ, οὔτε φρεσὶν ᾗσιν ἀρηρώς. ὃς ἄνευθ' ἑτάρων ἱεροῖς ἐν

δώμασι Κίρκης (ῃερς. 555.) ψύχεος ἱμείρων τουτέστιν ἀναψύξαι θέλων καὶ αὔρας

ἐπιθυμῶν διὰ τὸ ἐκ τῆς μέθης τυχὸν πνῖγος κατελέξατο οἰνοβαρείων. ὃ καὶ ἀλλαχοῦ

ἐγράφη. κινυμένων δ' ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας ἐξαπίνης ἀνόρουσε καὶ

ἐκλελάθετο φρεσὶν ἄψοῤῥον καταβῆναι. ἤγουν ἰὼν ἐς κλίμακα μακρήν, ἀλλὰ

καταντικρὺ τέγεος πέσεν, ἐκ δέ οἱ αὐχὴν ἀστραγάλων ἐάγη. ψυχή δ' Ἄϊδόσδε

κατῆλθεν. ὃ καὶ δώσει ἐν τοῖς ἑξῆς λαβὰς ἀστείου λόγου τῷ ποιητῇ. (ῃερς. 559.)

Πίπτει δὲ κατ' ἀντικρὺ τέγεος ὁ Ἐλπήνωρ, ἐν ὑπαίθρῳ ἄνω κείμενος, διὰ τὸ τὰ

δώματα μὴ κεραμωτὰ εἶναι, ἀλλ' ὁποῖα καὶ νῦν ὡς εἰκὸς μυριαχοῦ ὧν ταῖς δοκοῖς γῆ

ἐπαμᾶται, ὡς ἐντεῦθεν τὴν στέγην χρήσιμον εἶναι καὶ πρὸς τὸ ἐγκοιμᾶσθαι, καὶ

εὐχερὲς εἶναι καταπίπτειν ἐκεῖθεν τοὺς μὴ νήφοντας. (ῃερς. 556.) Τὸ δὲ κινυμένων

ποιητικὸν ἐκτεῖνον καὶ τὴν ἄρχουσαν ὡς καὶ ἐν Ἰλιάδι. (ῃερς. 560.) Τὸ δὲ

ἀστραγάλων ἐάγη ὅ ἐστι σπονδύλων, ἀρχὴ τοῖς μεθ' Ὅμηρον τοῦ εἰπεῖν ὡς ὁ δεῖνα

κατεάγη τῆς κεφαλῆς. τὸ μέντοι κοινότερον ἐάγη ἀστραγάλους ἢ κεφαλήν. Ὅτι δὲ

οὐκ ἐκ τοιούτων ἀστραγάλων ἀλλ' ἑτεροίων καὶ ποίων ἐκείνων τὸ ἀστραγαλίζειν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

449

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!