18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τοιαῦτα, παρὰ τὸ ἵεσθαι παρῆχθαι, οὗ σύνθετον τὸ μεθίεσθαι, γράφων οὕτω. παρὰ τὸ

μεθίεσθαι τοὺς παλαιοὺς εἰς εὐφροσύνην καὶ ἄνεσιν ἐν τῷ τιμᾶν τὸ θεῖον, τὸ μὲν

ποτὸν, ἐκαλεῖτο μέθυ, καθ' ὃ δηλαδὴ μεθιέμεθα. καὶ ὁ τοῦτο δοὺς θεὸς, μεθυμναῖος.

καὶ λυαῖος. καὶ εὔϊος. καὶ ἤϊος. ὡς καὶ ὁ μὴ σκυθρωπὸς καὶ σύννους, ἱλαρός. διὸ καὶ

τὸ δαιμόνιον, ἵλεον ἠξίουν εἶναι, ἐπιφωνοῦντες ἱὴ ἱή, ὅθεν καὶ ἱερὸν, ὁ τόπος ἐν ᾧ

τοῦτο ἔπραττον. Ἰστέον δὲ ὅτι τὸ ἵληθι δόξοι μὲν ἂν θέμα ἔχειν ἀνέξοιστον τὸ ἵλημι,

ὅθεν γενοιτ' ἂν, ὥσπερ φὰς φάντος φάθι. βὰς βάντος βάθι. οὕτω καὶ ἱλὰς ἱλάντος,

ἵλαθι. καὶ τροπῇ, ἵληθι ὡς βᾶθι βῆθι. δύναται δὲ καὶ ἄλλως ἀπὸ τοῦ ἱλάω ἵλαον ἵλαες

ἵλαεν, ὅθεν τὸ προστακτικὸν ἵλαε γενέσθαι, λόγῳ μεταπλασμοῦ, ἵλαθι. Ὅθεν τὸ

ἵληθι. ἵνα ᾖ ὡς κλῦε κλῦθι, οὕτω καὶ ἵλαε ἵλαθι. οὐκ ἄδηλον δὲ ὅτι τοῦ ἱλάω πολλά

εἰσι παράγωγα. ἱλαρός. ἵλαος. καὶ εἴ τι ἄλλο. καὶ αὐτὸ δὲ τὸ ἱλάσκω. οὗπερ οὐκ ἔστι

κίνησις ἐπέκεινα παρατατικοῦ, καθὰ οὐδὲ τῶν ἄλλων θεμάτων ὅσα λήγουσιν εἰς τὴν

κˉω συλλαβὴν ἧς πρόκειται τὸ σίγμα. δῆλον γὰρ ὅτι καθὰ τὰ διὰ τοῦ ˉανω ῥήματα,

οὕτω καὶ τὰ διὰ τοῦ ˉασκω καὶ ˉησκω διὰ τοῦ ἦτα, καὶ ˉισκω διὰ τοῦ ἰῶτα, μέχρι

παρατατικοῦ κινοῦνται πανταχοῦ. οἷον μανθάνω ἐμάνθανον. διδάσκω ἐδίδασκον.

θνήσκω ἔθνησκον. ἐΐσκω ἤϊσκον. καὶ οὕτω μὲν ταῦτα. (ῃερς. 381.) Τὸ δὲ δίδωθι,

ἔκτασιν ἔχει συνήθη τῆς παραληγούσης. ἄλλως γὰρ ὡς ἀπὸ τοῦ διδοὺς διδόντος

συστέλλεσθαι ὤφειλεν. ἐνταῦθα δὲ εἰ καὶ δῶρα γάμου ἔχει ὁ εὐχόμενος, προσθήσει

καὶ τὰ ἐφεξῆς, αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι. εἰ δὲ δεισιδαίμων ἐνταῦθά τε

καὶ ὅλως ἐν τοῖς τοιούτοις ὁ ποιητὴς καθὰ μυριαχοῦ φαίνεται, ὅμως νοητέον, ὅτι

ἐνθύμιον ἔχει θείας δυνάμεως. ὃ δηλοῖ ἀριδήλως καὶ ἐν τῷ, πάντες δὲ θεῶν χατέουσ'

ἄνθρωποι. εἰ δὲ ἐν τοῖς ὕστερον ἄθεοι ἀπέβησαν ∆ιαγόρας ὁ Μιλήσιος. καὶ Εὐήμερος

ὁ Μεσσήνιος. καὶ ∆ιογένης ὁ Φρύξ. καὶ Ἵππων. καὶ Σωσίας. καὶ Ἐπίκουρος,

διδότωσαν εὐθύνας ὁποίας οὐκ ἂν ἁλωτὸς εἴη Ὅμηρος. (ῃερς. 382.) Ὅτι ὁ Νέστωρ

ὑπισχνεῖται ῥέξειν τῇ Ἀθηνᾷ, βοῦν ἤνιν. εὐρυμέτωπον. ἀδμήτην. τουτέστιν

ἀδάμαστον. καὶ ὡς ὁ Ὅμηρος ἐνταῦθα φησὶ, τὴν οὔπω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ. ἵνα

μή τις νοήσῃ ἀδμήτην, ἣν οὔπω ταῦρος ἐπιβὰς ἐδάμασεν. ἡ δὲ τοιαύτη καὶ ἠκέστη ἐν

ἄλλοις ὅ ἐστιν ἀκέντητος. καλοῦσι γὰρ κατὰ Παυσανίαν βόας ἠκέστας, φορβάδας.

ἀδαμάστους. νομάδας. (ῃερς. 384.) Θύσει δὲ τοιαύτην βοῦν, χρυσὸν κέρασαι

περιχεύας. ἵνα εἴη οὕτω χρυσόκερως ἡ τοιαύτη βοῦς. (ῃερς. 382.) Ἤνιν δὲ, τὴν

ἐνιαυσιαίαν λέγει. τὴν ἐνὸς μόνου ἔνου. ἀφ' οὗ καὶ ἡ διὰ τοῦ ˉη γραφὴ κατὰ τροπὴν

τοῦ ˉε. ἄλλως ἤπερ ἔχει ἡ παρὰ Λυκόφρονι παρὰ τὴν ἶνα ἶνις ἤγουν υἱός, οἰκεία δὲ ἡ

τοιάδε βοῦς τῇ καὶ ἀεὶ νεαζούσῃ Ἀθηνᾷ καὶ ἄζυγι. τὸ δὲ ἤνιν ὅτι ἐκτείνει τὴν

λήγουσαν Ἀττικῶς, ὁ μετρικὸς δηλοῖ ποδισμός. Τὸ δὲ εὐρυμέτωπον, κοινὸν ἐπίθετον

βοός. (ῃερς. 386.) Ὅτι οὐ μόνον ἄρχειν ὁδοῦ καὶ ἡγεῖσθαι, ἀλλὰ καὶ ἡγεμονεύειν

φησὶν ὁ ποιητής. Νέστωρ γοῦν ἐνταῦθα ἡγεμονεύει τοῖς ἑαυτοῦ, ἑὰ πρὸς δώματα

καλὰ, ἃ καὶ ἀγακλυτὰ λέγει. λέγεται δὲ καὶ ἡγεμὼν ὁδοῦ. ὅθεν τὸ ῥηθὲν ῥῆμα

γίνεται. (ῃερς. 390.) Ὅτι ἀνὰ κρατῆρα ὁ Νέστωρ ἐκέρασσεν οἴνου ἡδυπότοιο. τὸν, ἐν

δεκάτῳ ἐνιαυτῷ ὤιξε ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσεν. οἰκονομικὸν δὲ καὶ τοῦτο

τοῦ ποιητοῦ. ὡς οὐδὲν ἀπεικὸς ὂν, καὶ οἶνον ταμειουχεῖν. ὡς ἀπὸ τῆς κατὰ γλεῦκος

νεότητος εἰς γῆρας ἥκειν καὶ αὐτόν. Τὸ δὲ ἀνὰ κρατῆρα ἐκέρασεν, ἀντὶ τοῦ,

ἀνεκέρασε κρατῆρα σπονδῆς, ἤτοι δὶς ἐκέρασεν. ἐκεράσθη γὰρ καὶ πρὸ βραχέων ὅτε

τὰς γλώσσας ταμόντες ἔκαυσαν. Τὸ δὲ κέρασε, κατωτέρω κεράσατο λέγει. καὶ ἔστιν

ὅμοιον τῷ, στῆσε κρατῆρα καὶ στήσατο. (ῃερς. 391.) Τὸ δὲ ἐν 1.135 δεκάτῳ ἐνιαυτῷ,

ἀμφίβολον εἴτε ἐν τῷ ἑνδεκάτῳ ἵνα οὕτω δασύνηται ἡ ἄρχουσα, εἴτε ἐν τῷ δεκάτῳ,

ἵνα ἔχῃ ψιλὴν ὡς πρόθεσις. καὶ ἴσως οὕτω κρεῖττον. καθ' ὁμοιότητα τοῦ, οὐδέ κεν ἐς

δεκάτους ἐνιαυτούς. (ῃερς. 392.) Τὸ δὲ οἶνον ὤϊξε, καταχρηστικῶς ἐῤῥέθη ὡς ἐν

σχεδιασμῷ. πίθος γὰρ ὁ περιέχων ἀνοίγεται ἢ ἀμφιφορεύς. κρήδεμνον δὲ νῦν, τὸ τοῦ

πίθου πῶμα καθ' ὁμοιότητα τοῦ γυναικείου κόσμου. Καὶ ὅρα ὡς οὐ μόνον πόλεων

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

153

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!