18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ˉο κατὰ τὴν αὐτὴν ἔννοιαν, ὡς ἐκ τοῦ ληὸς ὁ λαός. οὗ μέμνηται Ἡρακλείδης καθ'

ὁμοιότητα τοῦ νηὸς ναὸς καὶ παὸς πηὸς ὁ ἐξ ἀγχιστείας προσγενὴς, οὔπω δὲ ἦν ἐπὶ

Ὁμήρου ἐν χρήσει τὸ ληὸς ὁ λαός. γραφῆναι δὲ αὖθις Λειόκριτον διὰ τοῦ ˉο μικροῦ

κατὰ τὴν προπαραλήγουσαν ὡς τὸ τῆς λείας ἔκκριτον κατ' ἀνδρίαν λαμβάνοντα, οὐκ

ἤρεσεν οὐδ' αὐτὸ τοῖς παλαιοῖς. (ῃερς. 243.) Τὸ δὲ ἠλεὲ, εἴληπται μὲν ἀντὶ τοῦ,

ἠλίθιε. πεπλανημένε τὸν νοῦν. οἱονεὶ ἀλεὲ παρὰ τὴν ἄλην. εὕρηται δὲ ἐν Ἰλιάδι καὶ

δισύλλαβον ἐν τῷ, φρένας ἠλὲ διέφθορας. καὶ οὐκ ἔστι διακρῖναι εἴτε πρωτότυπον

μὲν ὁ ἠλὸς ἐξ οὗ κατ' ἐπένθεσιν ὁ ἠλεὸς ὡς κενὸς κενεὸς, εἴτε ἀνάπαλιν προτερεύει

μὲν ὁ ἠλεὸς, ἐξ αὐτοῦ δὲ συγκέκοπται ὁ ἠλός. Ἰστέον δὲ ὅτι ἐν τῷ μεγάλῳ

ἐτυμολογικῷ, εὕρηται κατά τινα γλῶσσαν, καὶ παλεὸς ὁ μάταιος πλεονασμῷ τοῦ ˉπ.

ὁμοίως τῷ, ἤγανον πήγανον. Ὅτι δὲ τὸ διέφθορας οὐ μόνον ἐνέργειαν δηλοῖ ἵνα

λέγῃ ὅτι τὰς φρένας διέφθειρας, ἀλλὰ καὶ πάθος νόμῳ μέσου παρακειμένου

ἀκραιφοῦς, ἵν' ᾖ λέγων ὡς διεφθάρης τὰς φρένας, δεδήλωται καὶ ἀλλαχοῦ. καὶ

ἐγκρίνεται μάλιστα τοῖς παλαιοῖς ὁ παθητικὸς οὗτος νοῦς. (ῃερς. 246.) Τὸ δὲ περὶ

δαιτὶ, πρόσκειται, ἐπεί περ οἴονται οἱ ἐν δαιτὶ, ἀνυπόστατοι εἶναι τὴν ἀλκὴν, τοῦ

οἴνου στρατηγοῦντος αὐτοῖς. τὸ δὲ τοιοῦτον νόημα σαφέστερον ἐμφαίνει ἐν τῷ, εἰ

γὰρ αὐτὸς ἐπελθὼν δαινυμένους κατὰ δῶμα μνηστῆρας ἐξελάσαι τοῦ μεγάρου

ἐθέλει, οὐκ ἂν αὐτῷ ἡ γυνὴ κεχάροιτο. ἅμα γὰρ ἐπανελθόντα ἰδοῦσα, στερήσεται

αὐτοῦ. Τὸ δὲ περὶ δαιτὶ, καινότερον συντέτακται. δηλοῦν ἢ τὸ περὶ δαιτὸς, ἢ τὸ ἐν

δαιτί. (ῃερς. 247.) Ἀγαυὸς δὲ κατὰ τοὺς παλαιοὺς, σεμνός. καλός. λαμπρός. κόσμιος.

ὅθεν πλεονασμῷ, καὶ ὁ ἀγαυρός. εἰ δέ τι μετέχει τοῦ τοιούτου ἀγαυροῦ τὸ ἀγαύρισμα

ὅπερ ἐστι πάλης εἶδος, οὐκ ἂν εἴη ἀκριβῶς ἀποφῄνασθαι. ὥσπερ ἴσως οὐδὲ εἰ τὸ

ἀγαυρὸς μὴ ἀπὸ τοῦ ἀγαυὸς ἀλλ' ἀπὸ τοῦ γαῦρος γίνεται. εἰ γὰρ ἐκεῖνο μὲν οὐκ ἔχει

ἀπορίαν ὡς τῆς ἐπενθέσεως τοῦ ˉρ μὴ ἀναγκαζούσης προπαροξυτόνησιν, τοῦτο δὲ

ἀπορηθείη ἄν, εἰ τὸ μὲν ἁ πλοῦν βαρύνεται ἤγουν τὸ γαῦρος, τὸ δὲ σύνθετον

ἀγαυρὸς, ὀξύνεται, δέον ὂν προπαροξύνεσθαι. ἀλλὰ καὶ τοῦτο ἔχει λόγον, διὰ τὸ

συνακολουθῆσαι τῷ ἀφαυρὸς, καὶ τῷ ἀμαυρὸς καὶ τοῖς ὁμοίοις. (ῃερς. 257.) Λύεται

δὲ ἀγορὰ, ὡς ἀπὸ δεσμοῦ τινὸς ἀφ' οὗ ὁ δῆμος παρῆκται. Αἰψηρὴν δὲ εἶπεν, οὐκ

ἐπιθετικῶς. οὐ γὰρ αἰψηρή ἐστιν ἀγορὰ πᾶσα, ἐπιῤῥηματικῶς δὲ μᾶλλον ἀντὶ τοῦ

ταχύ. καὶ ἔστιν ὅμοιον τῷ, τότε μοι χάνοι εὐρεῖα χθών. ἀντὶ τοῦ, εὐρύ. Ἰστέον δὲ καὶ

ὅτι ἔνδειξις τῆς τῶν μνηστήρων βίας. μᾶλλον μὲν οὖν λυπηρὸν ὡς μάλιστα, τὸ τοὺς

μὲν ἄλλους εἰς τὰ ἑαυτῶν σκίδνασθαι, τοὺς δὲ μνηστῆρας ἐς δώματα Ὀδυσσέως.

(ῃερς. 261.) Ὅτι καὶ εὔξασθαι μέλλων ὁ Τηλέμαχος, τὰς χεῖρας νίπτεται. καθὰ καὶ

Πρίαμος ἐν τῷ τέλει τῆς Ἰλιάδος. καὶ Πηνελόπη δὲ ἐν τοῖς ἑξῆς, ὑδρηναμένη καθαρὰ

χροῒ 1.96 εἵματα ἑλοῦσα, εὔχεται. ὡς ἀεὶ καθαριεύειν ἐν τοῖς θείοις χρεὼν ὄν. (ῃερς.

263.) Ὅτι πόντον ἠεροειδέα λέγει κατὰ τοὺς παλαιοὺς, ἢ τὸν μέλανα δίκην ἀέρος, ἢ

τὸν βαθύν. ἢ τὸν ἀναπεπταμένον καὶ πλατὺν ἐξ οὗ μόνος ἀὴρ καθορᾶται τοῖς

πλέουσιν. Ὅτι τῷ ῥηθέντι Μέντορι Ἀθηνᾶ εἰκαθεῖσα λαλεῖ τε τὰ ἐφεξῆς εἰκότα, καὶ

νῆα στεῖλαι φησὶν αὐτῷ, τουτέστιν εὐτρεπίσαι. ἀφ' οὗ ῥήματος, καὶ ὁ στόλος γίνεται.

καὶ αὐτὸς ὑπισχνεῖται ἅμα ἕψεσθαι. καὶ ποιεῖ οὕτως. ἀνήρ τις ὢν, ὡς εἰκὸς, Ἀθηνᾷ

κάτοχος. ὅ ἐστι συνετός. καὶ φρονήσας τὸ δέον. οὐ μὴν δὲ ἀλλὰ καὶ ζηλώσας ἐφ' οἷς

ὁ Λειώκριτος εἶπε σκώπτων, ὡς ὀτρυνέει τῷ Τηλεμάχῳ Μέντωρ ὁδόν. δεινότητος δὲ

Ὁμηρικῆς καὶ ταῦτα, ἵνα μὴ τὸν βασιλικὸν παῖδα εὐτελῶς ἀπασχολήσῃ πρὸς νηὸς

ὅπλισιν καὶ ἐντυχίαν ὑπὲρ αὐτῆς πρὸς τοὺς πολίτας. (ῃερς. 270.) Ὅτι πρὸς παῖδα εὖ

γεγονότα, ῥηθήσεταί ποτε τὸ, οὐδ' ὄπιθεν κακὸς ἔσσεαι οὐδ' ἀνοήμων, εἰ δή τοι σοῦ

πατρὸς ἐνέστακται μένος ἠΰ. οἷος ἐκεῖνος ἔην, τελέσαι ἔργον τε ἔπος τε. ἤγουν οἷος

ἦν ἔργῳ καὶ λόγῳ. Ἔστι δὲ ἔργον μὲν τελέσαι, τὸ ἀπαρτίσαι τὸ ἐγχειρηθέν. λόγον δὲ

τελέσαι, τὸ ἐντελῶς εἰπεῖν καὶ ἀμέμπτως. οὗ τὸ ἀνάπαλιν, ἀτὰρ οὐ τέλος ἵκεο

μύθων. (ῃερς. 271.) Τὸ δὲ ἐνέστακται, εἴρηται μὲν ἐκ μεταφορᾶς τῶν ὑγρῶν. ὡς εἴ τις

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

109

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!