18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

συνήθως ἡ λέξις τὸν σφοδρὸν καὶ ὁρμητίαν καὶ ἄξιον σχέσθαι καὶ τλῆναι. διὸ καὶ

ἐπήγαγε· πῶς ἔτλης Ἄϊδόσδε κατελθεῖν. Ἀφραδέες δὲ νεκροὶ κατὰ τοὺς παλαιοὺς,

1.429 οἱ ἄφραστοι καὶ ἀθεώρητοι, ἢ οἱ ἀσώματοι, τουτέστι φρένας μὴ ἔχοντες, αἵ εἰσι

κρεμαστῆρες τοῦ ἥπατος, κατὰ τὸ, ὅθι τε φρένες ἧπαρ ἔχουσι. καὶ ἄλλως δὲ

ἀφραδέες νεκροὶ ὡς πρὸς σύγκρισιν τοῦ Τειρεσίου ὃς μόνος ἐπέπνυτο. πῶς δὲ εἴδωλα

καμόντων οἱ ἐν Ἅιδου νεκροὶ, προγέγραπται. (ῃερς. 478.) Ὅτι χρέος οὐ μόνον ἐπὶ

ὀφειλῆς, ὃ καὶ ἐξέτεινον οὐκ ὀλίγοι τῶν παλαιῶν, ὡς προεῤῥέθη, ἀλλὰ καὶ τὸ

χρειῶδες πρᾶγμα καὶ αὐτὴ ἡ χρεία. οἷον· ἦλθον Τειρεσίαο κατὰ χρέος. τινὲς δὲ τὸ

Τειρεσίαο κατὰ χρέος ἀντὶ τοῦ χρησμώδημα φασίν. (ῃερς. 480.) Ὅτι ὁ πατρίδος ἐπὶ

πολὺ ἀποδημῶν ἐρεῖ ἄν· οὐ γάρ πω σχεδὸν ἦλθον τῆς δεῖνος χώρας, οὐδέ πω ἐμῆς

γῆς ἐπέβην, ἀλλ' αἰὲν ἔχω κακά. (ῃερς. 487.) Ὅτι φιλόζωος ἐνταῦθα πλάττεται

Ἀχιλλεὺς, ὃς ἐξ Ὀδυσσέως ἀκούσας, μὴ χρῆναι ἀκαχίζεσθαιαὐτὸν ἐπεὶ μέγα κρατεῖ

νεκύεσσι, προκρίνει τοῦ εὐκλεῶς οὕτω ζῆν τὴν τυχοῦσαν βιοτὴν, καὶ ταῦτα ἐν

Τροίᾳ, τὸν ὀλιγοχρόνιον ἔντιμον βίον τοῦ μὴ τοιούτου ἀνθαιρούμενος. φησὶ γάρ· μὴ

δή μοι θάνατόν μοι παραύδα φαίδιμ' Ὀδυσσεῦ. βουλοίμην κ' ἐπάρουρος ἐὼν

θητευέμεν ἄλλῳ ἀνδρὶ παρ' ἀκλήρῳ ᾧ μὴ βίοτος πολὺς εἴη ἢ πᾶσι νεκύεσσι

καταφθιμένοισιν ἀνάσσειν. (ῃερς. 494.) τοῦτο δὲ πᾶς ἂν εἴποι ὁ μὴ θέλων οὐδαμινῶν

καὶ ἀχρείων τινῶν ἄρχειν, ἀλλὰ τῆς τοιαύτης τιμῆς ἔλαττόν τι προστιθέμενος. ὡς

φιλοπάτωρ δέ φασιν Ἀχιλλεὺς ταῦτα αἱρεῖται, φιλότιμος καὶ νῦν ὢν καὶ διὰ τὴν τοῦ

πατρὸς τιμὴν τοιαῦτα αἱρούμενος, οἷα στοχαζόμενος, ἀτιμάζεσθαι ὡς εἰκὸς τὸν

πατέρα, ἐπεὶ μὴ ἔχει ἀρωγὸν κατ' αὐτόν. διὸ καὶ ἐρωτήσας τὸν Ὀδυσσέα περὶ τοῦ

πατρὸς εἰ ἔχει τὴν βασιλικὴν τιμὴν ἐν τοῖς Μυρμιδόσιν, ἤ μιν ἀτιμάζουσιν ἀν'

Ἑλλάδα τε Φθίην τε οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε, ἐπάγει· οὐ γὰρ

ἐγὼν ἐπαρωγὸς ὑπ' αὐγὰς ἠελίοιο τοῖος ἐὼν οἷός ποτε ἐν Τροίᾳ πέφνον λαὸν

ἄριστον, ἀμύνων Ἀργείοισιν. εἰ τοῖος δ' ἔλθοιμι, μίνυνθά περ ἐς πατέρος δῶ, τῷ κέ

τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους, (ῃερς. 501.) οἳ κεῖνον βιόωνται ἐέργουσί τ'

ἀπὸ τιμῆς, τουτέστιν, εἴπερ ἀνεβίων ἔχων τὴν πάλαι ἀνδρίαν, στυγητὸν ἂν καὶ

φρικτὸν ἐποίησα τὸ ἐμὸν μένος καὶ τὰς ἀπροσπελάστους χεῖρας τινὶ τῶν βιαζομένων

τὸν Πηλέα. Καὶ ὅρα τὸ τέῳ ἀντὶ τοῦ τινὶ πλεονασμὸν ἔχον τοῦ ˉε, ὁμοίως τῷ ὁτέοισι

καὶ τοῖς τοιούτοις ἃ προγέγραπται. καὶ ὅτι τὸ στύξαιμι οὐ μόνον αὐτοπαθῶς ἀντὶ τοῦ

φρίξαιμι καὶ μισήσαιμι, ἀλλ' ἰδοὺ νῦν καὶ ἀλλοπαθῶς ἀντὶ τοῦ, εἰς μῖσος καὶ

ἔκπληξιν ἀγάγοιμι. σημειωτέον δ' ἐνταῦθα τὸ στύξαιμι διπλόην ἐμφαῖνον κινήσεως

κανονικῆς. ἢ γὰρ ἀπὸ ἀσυνήθους βαρυτόνου κανονίζεται θέματος τοῦ στύγω στύξω,

ἢ ἴσως ἀπὸ τοῦ στυγῶ στυγήσω γίνεται κατὰ ἀπέλευσιν τοῦ ˉη τῆς παραληγούσης

στύγσω, καὶ τροπῇ τοῦ ˉγ εἰς ˉκ διὰ τὸ εὐφωνότερον στύκσω. εἶτα τροπῇ τοῦ ˉκ καὶ

ˉσ εἰς ˉξ, ὃ γίνεται καὶ ἐπὶ τοῦ δοκήσω δόκσω δόξω, ἀποτελεῖται τὸ στύξω. ἐξ οὗ τὸ

ἔστυξα καὶ τὸ στύξαιμι. ὡς δὲ φιλίως ἔχει τὸ ˉγ καὶ τὸ ˉκ, δηλοῖ καὶ ἡ τοῦ ˉκ εἰς τὸ

ˉγ μεταχώρησις ἐν τῷ ἔοιγμεν ἀντὶ τοῦ ἐοίκαμεν, ὃ κεῖται παρὰ Σοφοκλεῖ. ὅτι δὲ εἰ

καὶ τὸ στυγέω στυγῶ περισπώμενον τέτριπται, οἷον, στυγέει δὲ καὶ ἄλλος, ὅθεν καὶ

τὸ στυγερὸν καὶ ὁ στυγητὸς, ὅμως ἔχει χώραν εἶναι καὶ βαρύτονον στύγω στύξω,

δῆλον καὶ ἐκ τοῦ στὺξ, ὃ πάντως ἐκ τοῦ στύξω παρῆκται. τοιούτου δὲ ἴσως θέματος

καὶ τὸ, κατὰ δ' ἔστυγον αὐτήν. δοκεῖ γὰρ εἶναι ἀπὸ τοῦ στύγω στύξω ἔστυγα ἔστυγον,

εἰ μή που ἄρα, ὥσπερ ἐκ τοῦ ἐδούπησα καὶ ἐκτύπησα γίνεται τὸ ἔδουπον καὶ

ἔκτυπον, οὕτω καὶ ἐκ τοῦ ἐστύγησα τὸ ἔστυγον. καὶ οὕτω μὲν ταῦτα. (ῃερς. 487.)

Παραυδᾶν δὲ, τὸ παραμυθεῖσθαι. ὡς γὰρ ἐκ τοῦ μυθεῖσθαι καὶ φάσκειν καὶ ἀγορεύειν

καὶ αἰνεῖν γίνεται τὸ παραμυθεῖσθαι καὶ τὸ παραιφάσκειν καὶ τὸ παρηγορεῖσθαι καὶ

τὸ παραινεῖν, οὕτω καὶ ἐκ τοῦ αὐδᾶν ἰσοδυνάμου ἐκείνοις ῥήματος τὸ παραυδᾶν. οὐ

μὴν οὕτως καὶ ἐκ τοῦ λέγειν καὶ τοῦ ἐκεῖθεν λόγου παραμυθίαν δηλοῖ καὶ τὸ

παραλογίζεσθαι ἀλλ' αὐτὸ ἐπὶ κατασοφισμοῦ καὶ ἀπάτης τινὸς τίθεται. (ῃερς. 488.)

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

489

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!