18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἔχοι ἂν ὁμοιούμενον καὶ τὸ τοῦ Ἀττικοῦ Θεμιστο 1.158 κλέους. ὃς τρίκλινόν φασιν

οἰκοδομησάμενος περικαλλέστατον, ἀγαπᾶν ἔφησεν εἰ τοῦτον φίλων πληρώσειεν. οἱ

δὲ ὕστερον ἄνθρωποι, τοιοῦτον μὲν οὐδὲν φιλήσουσιν. εὔξαιντο δ' ἂν μὴ δ' αὐτοὶ

κατ' οἴκους εἶναι εἰ μόνον πλησθεῖεν ἀργύρου καὶ χρυσοῦ καὶ λοιπῆς φλυαρίας

βιωτικῆς. Τὸ δὲ νέφος ἀμφεκάλυψεν, ὅτι καὶ ἐπὶ δικτύων λέγεται καλυπτόντων

ὄρνιθας ἃ καὶ νεφέλας λέγει ὁ κωμικὸς, ἐν ἄλλοις δηλοῦται. (ῃερς. 181.) Τὸ δὲ

ἀγάσεσθαι, ταυτόν ἐστι τῷ ἀγαίεσθαι καὶ μεγαίρειν καὶ φθονεῖν. Ἐν δὲ τῷ, διέκρινε

φιλέοντε, ὅρα ὅτι καθ' ὁμοιότητα τοῦ εἴρειν ἐξ οὗ ποτὲ μὲν, ἡ φαύλη ἔρις ποτὲ δὲ ἡ

ἀγαθὴ ἔρις καὶ ἡ εἰρήνη. οὕτω δὴ καὶ τὸ διακρίνειν, ἐσθ' ὅτε μὲν, φιλητῶς λαλεῖται,

ὡς ὅτε διακρίνει τις μάχιμον συμπλοκὴν καὶ νείκεα. ποτὲ δὲ, ἀνάπαλιν. ὡς ὅτ' ἂν,

φιλικήν τις ἕνωσιν ἀπαγαγὼν, διακρίνει τοὺς φιλοῦντας χωρίσας ἀπ' ἀλλήλων. ἡ

γὰρ τοιαύτη διάκρισις, οὐκ ἂν φιλοῖτο. παρὰ δέ γε τοῖς ὕστερον, ἐπαινεταὶ λέξεις τὸ

διακρίνειν καὶ ἡ διάκρισις. ἀντίκεινται γὰρ, πρὸς τὸ συγκρίνειν ἤγουν συγχέειν καὶ

πρὸς τὴν σύγχυσιν. (ῃερς. 174.) Ὅτι φιλίαν πολλὴν πρὸς Ὀδυσσέα ὁ Μενέλαος

ἐνδεικνύμενος, λέγει ὡς ἐβούλετο μετοικίσαι αὐτὸν τῆς Ἰθάκης καὶ εἰς τὴν κατ'

αὐτὸν γῆν ἀγαγεῖν. φησὶ γὰρ καί κέν οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματ' ἔτευξα ἐξ

Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ καὶ πᾶσι λαοῖσι τοῖς οἰκειακοῖς δηλαδὴ ἢ

ὅσοις ἤθελεν ὁ Ὀδυσσεὺς, μίαν πόλιν ἐξαλαπάξας αἳ περιναιετάουσιν, ἀνάσσονται δ'

ἐμοὶ αὐτῷ. χρὴ δὲ νοεῖν ὡς ἡ τοιαύτη μετοίκησις ἐφύλαττε τῷ Ὀδυσσεῖ καὶ τὴν

αὐτοῦ βασιλείαν. τὸ γὰρ ἄλλως μετοικῆσαι, ὅμοιον ἦν φασι φυγῇ. Ἰστέον δὲ ὅτι

Ἄργος κἀνταῦθα φησὶν, ἢ τὴν Πελοπόννησον. ἢ καὶ τὴν ὑπὸ τῷ Μενελάῳ χώραν.

ὅθεν καὶ Ἑλένη Ἀργεία ἔν τε Ἰλιάδι καὶ μετ'ὀλίγα δὲ, ἡ ἄλλως μὲν, Λάκαινα, κατὰ δὲ

τὸ ὅλον, Πελοποννησία. Τὸ δὲ νάσσα, ἀντὶ τοῦ κατώκισα. οὐ γὰρ ναίω μόνον, ἀλλὰ

καὶ νάω. ὅθεν καὶ ναέτης ὁ ἐγκάτοικος. καὶ τοιοῦτον μὲν, τὸ νάω νάσω. τὸ μέντοι

νάξαι, ἄλλό τι ἐστίν. ὥς που ἐν τοῖς ἑξῆς φανήσεται. (ῃερς. 176.) Τὸ δὲ ἀλαπάξαι,

ἀντὶ τοῦ ἁπλῶς ἐκκενῶσαι εἴληπται νῦν. οὐ γὰρ ἂν ὁ Μενέλαος ἐκπορθήσοι πόλιν

ὑφ' ἑαυτῷ οὖσαν. ἐκκενώσει μέντοι εἰς μετοικίαν ὅτέ τι κατεπεῖγον εἴη. ὅτι δὲ τὸ

ἀλαπάξαι πλεονασμὸν ἔχει τὸ ˉα, εὕρηται γὰρ καὶ λαπάζειν, εἴρηται καὶ ἐν ἄλλοις.

ὥσπερ καὶ ὅτι παρὰ τὴν λάπαθον παρῆκται δι' ἧς κενοῦται γαστήρ. ἀμέλει φασὶ,

∆ημόκριτος τοὺς βόθρους οὓς οἱ κυνηγοὶ σκάπτοντες, φρύγανα καὶ κόνιν ἐπ' αὐτοῖς

ἐπιβάλλουσιν ἵνα τὰ θηρία ἐμπίπτωσι, λαπάθους καλεῖ. διὰ τὸ κεκενῶσθαι

ὀρυχθέντας. (ῃερς. 177.) Τὸ δὲ ἀνάσσονται δ' ἐμοὶ αὐτῷ, πρὸς ἀκρίβειαν κεῖται καὶ

σαφήνειαν τοῦ ὡς ἐῤῥέθη ἀλαπάξαι. περίοικον μὲν γὰρ πόλιν ἐχθρὰν, ἀλαπάξοι τις

ἂν ἐκπορθητικῶς, οὐ μὲν καὶ ἧς αὐτὸς ἀνάσσει. (ῃερς. 183.) Ὅτι περιπαθῶς εἰπόντος

τοῦ Μενελάου τὰ κατὰ τὸν Ὀδυσσέα καὶ οἶκτον κινήσαντος, τοῦτο γὰρ δηλοῖ τὸ,

πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο, κλαῖε μὲν ἀργείη Ἑλένη. κλαῖε Τηλέμαχος καὶ

Μενέλαος. οὐδ' ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔσχεν ὄσσε. μνήσατο γὰρ κατὰ θυμὸν,

ἀμύμονος Ἀντιλόχοιο. ὃν δὴ Ἠοῦςἔκτεινε φαεινῆς ἀγλαὸς υἱός. ὁ Αἰθίοψ δηλαδὴ

Μέμνων. περὶ οὗ λέγει τι καὶ ὁ περιηγητής. ὡραιότητα δὲ οὐ μόνον τοῦ Μέμνονος

αἰνίττεται τὸ, Ἠοῦς αὐτὸν υἱὸν λέγεσθαι, ἀλλὰ καὶ τοῦ Τιθωνοῦ. ᾧ μιγεῖσα ἡ Ἠὼς,

τεκεῖν τὸν Μέμνονα λέγεται. πολὺς δὲ ὁ περὶ Τιθωνοῦ λόγος τοῖς παλαιοῖς. Ὅρα δὲ

ὅτι φαεινῆς μητρὸς, ἀγλαὸς ἦν οἰκείως οὗτος υἱὸς ὡς ἡλιώδης τὴν θέαν. (ῃερς. 184.)

Ἰστέον δὲ ὅτι Ἑλένη μὲν πρῶτον κλαίει, ἐπειδὴ κάρτα φιλοίκτιστον γυνὴ κατὰ τὴν

τραγῳδίαν. (ῃερς. 185.) Τηλέμαχος δὲ μετ' ἐκείνην, ὡς υἱὸς πατέρα, καὶ ὡς τοῦ

πάθους πρωτοστατῶν. μεθ' οὓς Μενέλαος, ἐπειδὴ οὐδ' αὐτὸν ἐχρῆν εἶναι ἀδάκρυτον

ἐπὶ τῷ πάνυ πεφιλημένῳ. (ῃερς. 186.) ὁ δὲ ὡς ἐν δορυφορήματός φασι τρόπῳ παρὼν

Νεστορίδης εἰ καὶ μὴ κατ' ἐκείνους ἴσως ἔκλαιεν, ἀλλ' οὖν οὐκ ἦν ἀδάκρυτος.

παρείλετο δὲ αὐτῷ τοῦ κλαυθμοῦ τὸ πολὺ, διότι τὲ οὐκ ἐξορθοῦ καὶ αὐτὸς ἀλλ'

Ὀδυσσέα πρόφασιν ἔκλαιε, καὶ ὅτι οὐδὲ συνήθης ἦν τῷ ἀδελφῷ ἐν Τροίᾳ πεσόντι,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

180

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!