18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

συμβολικῶς παραδηλοῦν διὰ τοῦ κατὰ τὸν Πρωτέα μύθου, τὰ κατὰ τὴν ἀληθῆ

φιλίαν. ἥτις οὐκ αὐτόθεν θηρατέα παρά γε τοῖς ἐχέφροσιν, ἀλλὰ μετὰ πεῖραν λίαν

πάνυ συχνήν. ὁ γάρ τοι θεώμενός τινα προσφερόμενον αὐτῷ κατὰ φιλίας πρόφασιν,

οὐ ῥᾳδίως καὶ ἀπραγμόνως ἐκεῖνον προσήσεται. ὁποῖόν τι ὁ Μενέλαος ποιήσας εἰς

Ἀλέξανδρον, ἔπαθε τὰ ἱστορούμενα. τὴν γὰρ ἀδοκίμαστον φιλίαν καὶ ἀδιαφόρως καὶ

εἰκῇ πρὸς οὓς ἂν καὶ τύχῃ γινομένην, ἄλλοι τὲ καὶ ὁ Πλάτων πόῤῥω που τῶν τῆς

ἀληθοῦς φιλίας ὅρων βάλλουσιν. ὃς καί ποτε καταλύσας παρά τινι ξένῳ καὶ

χαριέντως ἐπιξενωθεὶς καὶ τὸν ἄνδρα τῆς φιλοφροσύνης ἀποδεξάμενος, εἶτα καὶ

ἄλλους ἐπ' ἄλλοις ἰδὼν ἥκοντας καὶ ἀνεξετάστως καὶ αὐτοὺς φιλουμένους, διέδρα

τὸν ξένον. καὶ τοὺς ἄλλους ἔσω μένειν ἀφεὶς, αὐτὸς τὴν ἀπείραστον ξενίαν

διέφυγεν. οὕτω καὶ ἐν Ἰλˉιάδι περί τινος εἰπὼν ὁ ποιητὴς ὡς πάντας φιλέεσκεν ὁδῷ

ἔπι οἰκία ναίων, ἐπάγει, ὡς οὐδὲν αὐτῷ ἤρκεσε τοῦτο εἰς ὄλεθρον. ὡς μὴ ὂν ἀγαθὸν,

οὕτω πάντας καὶ τοὺς τυχόντας φιλοφρονεῖσθαι. δοκιμάσει τοίνυν ὁ ἐχέφρων τὸν

προσιόντα, μή ποτε κόλαξ εἴη. μὴ ἄρα ἐχθρός. μὴ κερδαλέος. μὴ ἐπὶ καταγέλωτι.

πειράσεται δὲ πῶς; καὶ ὕδωρ δηλαδὴ γινόμενος ὅ ἐστι, σπεύδοντι ποδὶ καὶ ὡς ὁ

ποιητὴς φησὶ διερῷ, διολισθαίνων τῷ δοκεῖν, τὴν μετ' αὐτοῦ φιλίαν. καὶ εἰς πῦρ δὲ

μεταπίπτων, ὅ ἐστι θυμικῶς προσφέρεσθαι προσποιούμενος. καὶ εἰς δράκοντα

ἑλιττόμενος, τῷ τῶν κατὰ ψυχὴν κινημάτων ὑγρῷ καὶ πολυελίκτῳ. καί που καὶ

θηριωδίαν τῷ δῆθεν ἀπροσίτῳ τοῦ ἤθους ἐπεγκαλούμενος. καὶ ὅλως, παντοῖος εἰς

πεῖραν προφαινόμενος τῷ τὴν αὐτοῦ θηρωμένῳ φιλίαν. κἀπειδὰν ἐκεῖνον ἴδοι

δραττόμενον αὐτοῦ ἐγκρατῶς, καὶ ἐχόμενον ἀστεμφῶς τετληότι θυμῷ, καὶ

προσμένοντα, καὶ πιέζοντα, καὶ τὴν φιλίαν αὐτοῦ προκαλούμενον, τότε δὴ καὶ αὐτὸς

ἡδέως ἐκεῖνον προσήσεται. καὶ μετὰ μακρὰν πεῖραν, ὁμιλήσει αὐτῷ ἱλαρῶς πρὸς

ὀρθότητα. τοιοῦτος ὢν οἷος ἦν πρὸ τῆς πείρας κατά γε τὸ ἀποίκιλον. διὸ καὶ ὁ

ποιητὴς φησί. πάντα δὲ γινόμενος, πειρήσεται, 1.175 καὶ τὰ ἑξῆς. ὡς δέον ὂν, πείρᾳ

τὴν φιλίαν ποιεῖσθαι. καὶ οὕτω μὲν καὶ οὗτοι. τινὲς δὲ, τῆς τῶν θαυματοποιῶν

τέχνης καὶ τὸν εἰρημένον Πρωτέα ἔθεντο. καθ' ἣν ἐθαυμάζετο καὶ Κρατισθένης ὁ

Φλιάσιος. ὃς πῦρ τέ φασιν αὐτόματον ἀνέφαινε. καὶ ἄλλα ἐτεχνᾶτο φάσματα δι' ὧν

ἀνθρώπων ἐξίστα διάνοιαν. ἦν δὲ τοιοῦτος, καί τις Ξενοφῶν. καὶ Σκύμνος ὁ

Ταραντῖνος. καὶ Φιλιππίδης ὁ Συρακούσιος. καὶ ὁ ἐκ Μιτυλήνης Ἡράκλειτος. καὶ

Νυμφόδωρος ὁ πρῶτος Ῥηγίνους εἰς δειλίαν σκώψας. ἄλλοι δὲ, πρὸς τῇ λοιπῇ

σοφίᾳ, καὶ ὀρχηστὴν τὸν Αἰγύπτιον τοῦτον Πρωτέα παρέδοσαν, εὐλύγιστόν τινα. καὶ

πολυσχημάτιστον. καὶ ὑγρὸν τὴν κίνησιν. καὶ κοῦφον καὶ ἁλτικόν. διὸ καὶ ἡ ποίησις,

τὴν εἰς διάφορα σώματα μεταβολὴν αὐτοῦ ἐπλάσατο. καὶ ὅμοιά τινα ἔφη ταῖς ποιαῖς

ἐκείνου κινήσεσιν. Ὅτι δὲ καὶ εὐγενεῖς ὀρχηστικαὶ ἦσαν παρὰ τοῖς παλαιοῖς,

δηλοῦσιν οἱ ἱστορικοί. καὶ εἴρηταί τι καὶ ἐν Ἰλιάδι περὶ τοιαύτης ὀρχήσεως. ῥητέον δ'

ἐνταῦθα οὐ παρέργως, καὶ ὡς οἱ φθάσαντες πολυτρόποις ἤδη δὲ καὶ κακοήθεσι

πολυειδῶς ἀνθρώποις προσαρμόσαι τὸ τοῦ Πρωτέως ὄνομα, τοιούτῳ εἴκασαν καὶ

τοὺς κόλακας καὶ δηλοῖ γράψας Ἀθήναιος, ὅτι κατ' ἀλήθειαν ὁ κόλαξ ἔοικεν εἶναι

τῷ Πρωτεῖ ὁ αὐτός. γίνεται οὖν παντοδαπὸς οὐ μόνον κατὰ τὴν μορφὴν, ἀλλὰ καὶ

κατὰ τοὺς λόγους, οὕτω ποικιλόφωνός ἐστι. (ῃερς. 419.) Τὸ δὲ ἡμεῖς δ' ἀστεμφέως

ἐχέμεν μᾶλλόν τε πιέζειν, καὶ ἐπὶ ἁπλῶς ἀντοχῆς τινος οἰκεῖον εἰπεῖν. (ῃερς. 422.)

Τὸ δὲ λῦσαι γέροντα, ἐπὶ ἀφέσεως ἐῤῥέθη, οὐ γὰρ προϋπόκειταί τις δεσμός. (ῃερς.

428.) Ὅτι πορφύρειν, τὸ βαθέως διαλογίζεσθαι. ἢ κυμαίνεσθαι διαλογισμοῖς, ὡς ἀπὸ

θαλάσσης. ἐφ' ἧς καὶ τὸ πορφύρειν, καὶ τὸ ἰοδνεφὲς καὶ τὸ μέλαν καὶ τὰ τοιαῦτα,

λέγονται. τὸ δ' αὐτὸ, καὶ καλχαίνειν. ἀπὸ τῆς κάλχης ὃ πορφύραν δηλοῖ. φησὶ γοῦν

καὶ νῦν καὶ μετ' ὀλίγα, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. τουτέστι διενοεῖτο.

ἐταράττετο. οὐκ ἀεὶ δὲ βαθὺν ταραγμὸν τὸ πορφύρειν σημαίνει, ἀλλά ποτε καὶ

ἠρεμαῖον, ὡς δηλοῖ τὸ, εὔδια πορφύροντα. (ῃερς. 429.) Ὅτι ναυτικῆς εὐτελοῦς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

199

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!