18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

γνώτην ἀλλήλοιϊν. Ἰστέον δὲ καὶ ὅτι νόον ἐνταῦθα ἐστὶ νοῆσαι, οὐ μόνον τὸ κατὰ

νοῦν τινὰ θέμενον ἔθιμον καὶ νόμιμον ἐν ἔθνεσι, καὶ τὸ κατ' ἦθος καὶ διαγωγὴν παρ'

αὐτοῖς ἔννουν ἢ ἄλλως φυσικὸν καθ' ὃ χαρακτηρίζονται ἀνδρικοὶ τυχὸν ἢ ἀπόλεμοι·

πανοῦργοι ἢ ἁπλοῖ. συνετοὶ ἢ εὐήθεις. φιλόξενοι ἢ ἀπάνθρωποι. λόγιοι ἢ ἑτεροῖοι,

ἀλλὰ καὶ αὐτὸν τὸν τοῦ Ὀδυσσέως νοῦν. ἵνα εἴπῃ, ὅτι πολλῶν ἀνθρώπων ὁ

Ὀδυσσεὺς ἰδὼν ἄστεα, νόον ἔγνω. τουτέστι μαθὼν, συνήγαγε νοῦν. καὶ οὕτως ἀπέβη

τῇ συχνῇ ἱστορίᾳ πολύνους. καὶ ἐστί πως ὅμοιον τοῦτο κατά γε τὴν φράσιν, πρὸς τὸ,

μάλιστα δὲ αὐτὸς ἀνέγνω. Ἐνταῦθα δὲ ἰστέον καὶ ὅτι τὸ μὲν πολλῶν ἀνθρώπων,

κυριολεκτεῖται καθὰ καὶ τὸ, πολλὰ πλάγχθη. καὶ τὸ, πολλὰ ἄλγεα. διωρισμένου γάρ

εἰσι ποσοῦ ὡς καὶ τὸ ἀρσενικὸν αὐτῶν ἑνικὸν ὁ πολλός. οὗ πληθυντικὸν οἱ πολλοί.

τὸ δὲ πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα, ἑνὶ μὲν συνεχεῖ ποσῷ

ἐπελαλήθη. δηλοῖ δὲ ὅμως καὶ αὐτὸ, πλῆθος μελῶν πεφιλοτιμημένων ταῖς κατὰ τὸν

κείμενον τρισὶ διαστάσεσι. Τὸ δὲ πολὺς ἄνθρωπος καὶ εἴτι τοιοῦτον, οὐ κατὰ ταῦτα

λέγεται ποσοῦ δίκην, ἀλλὰ ποιότητα ἐμφαίνειν δοκεῖ. καὶ ταύτην, ἢ ἐπαινετὴν ὡς

τὸ, ὁ πολὺς τὴν θεολογίαν ταυτὸν δὲ εἰπεῖν περιττὸς κατὰ τὸ, ὁ περιττὸς Ἀριστείδης,

ἢ ψεκτὴν ὡς τὸ, οὐ μέγας τις καὶ σοφὸς ταῦτα ἐρεῖ ἀλλὰ ὁ πολὺς ἄνθρωπος. ἤγουν ὁ

χυδαῖος. ὁποῖον ἴσως καὶ τὸ, πολλοὶ δέ μιν ἠρήσαντο φορέειν, βασιλῆϊ δὲ κεῖται

ἄγαλμα. τοῦτο δὲ ὁ κωμικὸς ἀστειότερον φράσας, τοὺς πολλοὺς εἴτουν τοὺς χύδην

διακειμένους ἄνδρας, οὐχ' ἁπλῶς εἶπε πολλοὺς ἀλλὰ πολλοὺς τοῦ βολοῦ, ἐκ

μεταφορᾶς δηλαδὴ τῶν εὐτελῶν καὶ εὐώνων εἰδῶν. Ὅτι δὲ τοῖς τοιούτοις ὅλοις

πληθυσμός τις ἐμφαίνεται ἀναγκαίως καὶ ὑπὸ τὸ διωρισμένον ἀνάγονται ποσὸν,

δῆλον τοῖς ἐφιστῶσιν. ὡς δὲ καὶ νεκροῖς προσφυὲς τὸ, οἱ πολλοὶ, καὶ τὸ, οἱ πλείους,

δηλοῖ ὁ εἰπὼν τὸ, ἀπελεύσομαι παρὰ τοὺς πλείονας. ὅ ἐστι θανοῦμαι. πλείονας γὰρ,

τοὺς τεθνεῶτας ἐκεῖνος ἔφη. Ὅτι 1.6 ὥσπερ ἐν τῇ Ἰλιάδι εἰπὼν μυρία Ἀχαιοῖς

ἔθηκεν ἄλγεα καὶ πολλὰς ἰφθίμους ψυχὰς ἄϊδι προίαψεν, ἐνέφῃνε τοῖς ἀκροαταῖς ὡς

ἐν προεκθέσεως λόγῳ, ὡς ἔσται αὐτῷ ὕλη τοῦ τῆς ποιήσεως πλατυσμοῦ, τὰ μυρία

ἄλγεα καὶ ὁ τῶν πολλῶν θάνατος, οὕτω καὶ νῦν ἐν τῷ, μάλα πολλὰ πλάγχθη καὶ

πολλῶν ἀνθρώπων ἴδεν ἄστεα, τὸν τρόπον προεκτίθεται δι' οὗ τὴν ποίησιν

πλατυνεῖ. ἡ γὰρ πολύπλανος τοῦ Ὀδυσσέως περίοδος, πλάτος τῇ ποιήσει

ἐνδαψιλεύσεται. καὶ ἔστιν ὁ τρόπος, οἷον προέκθεσις, τὸ μέν τοι ἄνδρα μοι ἔννεπε,

τὸν τῆς Ὀδυσσείας σκοπὸν προλαλεῖ. ὡς τὸν τῆς Ἰλιάδος, τὸ μῆνιν ἄειδε Ἀχιλλέως.

Ὅτι λβὼν ἀφορμὴν κατὰ τοὺς παλαιοὺς ὁ ποιητὴς ἐκ τοῦ πολὺ, ὅπερ ἔγκειται τῇ

λέξει τοῦ πολύτροπος, ἐπέμεινε τῇ ὁμοιότητι τοῦ ὀνόματος. εἰπών. πολλὰ ἐπλάγχθη.

πολλῶν δὲ ἀνθρώπων ἴδεν ἄστεα. πολλὰ δὲ ἔπαθεν ἄλγεα. Τὸ δὲ πλάγχθη

ἀναύξητον ὂν, Ἰαστὶ προήνεκται ὡς φίλον Ὁμήρῳ. χαίροντι μὲν καὶ ταῖς κοιναῖς

ῥηματικαῖς αὐξήσεσιν, οὐχήκιστα δὲ καὶ ταῖς ἀναυξέσι τῶν ῥημάτων κινήσεσιν. οἱ δέ

γε ὕστερον ἀττικίζοντες, οὐχ ἀπλῶς αὔξειν τοὺς παρῳχημένους οἴδασιν, ἀλλὰ καὶ

ἀναδιπλοῦσι τὴν αὔξην ἐν πολλοῖς. ὡς δῆλον ἐκ τοῦ ἠνέῳξε καὶ ἠνώχλησεν. ἔτι δὲ

καὶ ἐν τῷ ὠνοματοπεποίηται. καὶ ἐκδεδιητημένος. καὶ ἄλλων μυρίων ὧν μνεία ἐν

τοῖς εἰς τὴν Ἰλιάδα γέγονε. τινὲς δὲ, καὶ ἄλλως καινοπραγοῦσιν, αὔξοντες ἐφ' οἷς

οὐκ ἐχρῆν. οἷον ἐν τῷ ἤμελλε, καὶ ἠδύνατο, καὶ ἐν τῷ διηκόνησε. τροπὴ γὰρ ἐν

τούτοις τοῦ ˉε εἰς ˉη ἐκ τοῦ ἔμελλον ἐδύνατο διεκόνησεν, ὤγκωσεν εἰς πλέον τὴν

συνήθη αὔξησιν. τὸ μέντοι ὤρωρεν, ἑτεροῖόν τι ἐστί. οὐκ αὐξῆσαν αὐτὸ, ἀλλὰ

μεταθέμενον τὴν ἔθιμον Ἀττικοῖς παραλήγουσαν τὴν τοῦ ˉω μεγάλου, εἰς τὴν

ἄρχουσαν. καὶ ταῦτα μὲν οὕτω. Τὸ δὲ ὡς ἐῤῥέθη ἐπλάγχθη ἀπὸ τοῦ πλάζω

γενόμενον, πλεονασμὸν ἔπαθε τοῦ νῦ διὰ καλλιφωνίαν καὶ ὄγκον ἤχου. ὡς καὶ ἐπὶ

τοῦ ἀμφασία ἐγένετο. καὶ ἐπὶ τοῦ ἄμβροτος. καὶ τερψίμβροτος. καὶ τύμπανον. καὶ

πίμπλημι. καὶ χρίμπτω. καὶ φαισίμβροτος. καὶ λίγξε βιός. καὶ ἐπὶ τοῦ λαγχάνω. καὶ

λέλογχε. καὶ φυγγάνω. θιγγάνω. ἐρυγγάνω. τυγχάνω. καὶ ἐπὶ ἄλλων πολλῶν.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

6

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!