18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐπιστήμων. ἢ ἀντὶ τοῦ, τέχνην ἔχων καὶ εἴδησιν. ὁ δ' αὐτὸς καὶ τὸ γνῶ, γενικῇ

συντάσσει ἐν τῷ, γνώτην ἀλλήλοιϊν. ἤγουν γνώριμοι ἀλλήλοις ἐγένοντο. Σημείωσαι

δὲ ὅτι παρακειμένων ἀλλήλοις τριῶν τούτων. τοῦ οἰωνός. τοῦ ὄρνις. καὶ τοῦ

στρουθός. οἰωνὸς μὲν καὶ ὄρνις, λαμβάνονταί ποτε καὶ εἰς μέλλουσαν σημασίαν.

οἷον, οἰωνὸς ἢ ὄρνις ἐπετάσθη ἀετὸς τυχὸν ἢ ἱέραξ. καὶ ἦν αὐτὸς, οἰωνὸς αἴσιος. ἢ

ὄρνις ἐναίσιμος. τουτέστι δηλωτικὸς αἴσης τοιᾶς δέ τινος. στρουθὸς μέντοι, ἐπὶ

τοιαύτης ἑρμηνείας οὐχ' εὕρηταί που. αἴτιον δ' ἴσως, ὅτι οὐδὲ καθολικὸν ὄνομα ὁ

στρουθὸς ἢ θηλυκῶς εἰπεῖν ἡ στρουθὸς ἔστιν. εἰ γὰρ καί τις κωμικὸς εἰπὼν ὡς

ἐκολάκευσεν οὐ συμπιέσασα τὸ στόμα ὥσπερ πολέμιος, ἀλλὰ τοῖσι στρουθίοισι

χαυνοῦσα ὁμοίως, κοινοῦται καὶ ἄλλοις ὀρνέοις τοὔνομα τῆς στρουθοῦ, ἀλλ' αὐτὸ

οὐκ ἔστιν ἀναντίῤῥητον. ἀρέσκει δὲ μᾶλλον, στρουθοὺς λέγεσθαι ὡς ἐπὶ πολὺ τὰς

ὁμοειδεῖς τῇ Ὁμηρικῇ, περὶ ὧν ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. οὓς ἡ πολλὴ μὲν

εἴδησις, ὀχευτικοὺς οἶδε. Τερψικλῆς δέ τις, καὶ τοὺς ἐμφαγόντας αὐτῶν, καταφόρους

λέγει πρὸς τὰ ἐς Ἀφροδίτην γίνεσθαι. οἴδασι δὲ οἱ σοφοὶ καὶ ἑτεροίας στρουθοὺς, οὐ

μικρὰς ἐκεῖνας ἀλλ' ἀληθῶς μεγάλας, ὡς δηλοῖ τὸ, μεγάλας στρουθούς. ὧν γνῶσις

ἦν καὶ τῷ κωμικῷ. ἐλέγοντο δὲ αὗται, καὶ 1.50 Λιβυκαὶ στρουθοί. καὶ στρουθοὶ δὲ

καταμόνας. οἷον. ἀφείθη ἐλεφάντων ἅρματα ˉκ ˉδ. συνωρίδες τράγων, ἑξήκοντα.

βουβαλίων ˉι ˉε. στρουθῶν, ὀκτώ. ποτήριον δέ τι Περσικὸν στρουθίον καλούμενον

ὥς φησιν Ἀθήναιος, ἄδηλον ἐκ ποίων στρουθῶν παρωνόμασται. τὸ μέντοι

στρουθίζειν ὅ φησιν ὁ κωμικὸς, ἐκ τῆς Ὁμηρικῆς παρῆκται στρουθοῦ. Ὅτι ὅτε λέγει

ὁ μυθικὸς Μέντης ἤγουν ἡ Ἀθηνᾶ, ὡς μαντεύσεται τὸ ἀληθὲς οὔτε μάντις ἐὼν οὔτε

οἰωνοὺς εἰδὼς, προσυπακουστέον ἔξωθεν τὸ, ἀλλὰ φύσει τὸ μέλλον εἰδὼς ὡς θεὸς

δῆθεν καὶ αὐτομαθής. ἐσχημάτισται γὰρ καὶ ἐνταῦθα ὁ λόγος ἐλλειπτικῶς πρὸς

ἐπίκρυψιν. καὶ ἡ μὲν ἄρσις, ἐκφωνεῖται. ἤγουν τὸ οὔ. ἡ δὲ θέσις, ἐπεκρύβη. ἤγουν τὸ

ἀλλὰ. ὅμοιον δὲ τῷ σχήματι τούτῳ, καὶ τὸ, οὐ γὰρ σῖτον ἔδουσιν οὐ πίνουσιν αἴθοπα

οἶνον. καὶ ἐνταῦθα γὰρ ἔξωθεν αἱ θέσεις νοοῦνται, τὸ ἀλλὰ ἀμβροσίαν ἔδουσιν.

ἀλλὰ νέκταρ πίνουσιν. Ὅτι δὲ Ἰακόν ἐστι τὸ ἐὼν ἢ Αἰολικὸν ἢ ∆ωρικὸν, πάντες γὰρ

αὐτῷ χρῶνται, Ἡρακλείδης ἔγραψέ που. ἔνθα ἔφη καὶ ὅτι, ὡς ἐλθὼν ἐλθέτω καὶ τὰ

ὅμοια, οὕτως ἐὼν ἐέτω. καὶ ἀναλόγῳ κράσει, εἴτω διὰ διφθόγγου. ὡς φιλείτω.

πλείτω. καὶ ∆ωρικῶς ἤτω. ∆οριεῖς γὰρ, οὕτω μεταποιοῦσι τὰς τοιαύτας

παραληγούσας, τὸ φιλείτω νοείτω, φιλήτω καὶ νοήτω λέγοντες. (ῃερς. 4.) Ὅτι

ὥσπερ ξεσμὸς ξέσμα παρ' Ἀττικοῖς. καὶ ἀσπασμὸς ἄσπασμα. καὶ βρεχμὸς βρέχμα,

οὕτω καὶ δεσμὸς δέσμα. φησὶ γὰρ ὅτι πολυμήχανος ὁ Ὀδυσσεὺς, καὶ φράσεται ὅπως

ἂν εἰς τὴν πατρίδα νοστήσῃ εἴπέρ τε σιδήρεα δέσματα ἔχῃσιν. ὅμοιον δὲ τοῖς ῥηθεῖσι

καὶ τὸ ἐχμὸς ἔχμα. ἀναιδέος ἔγχματα πέτρης. ἐνταῦθα δὲ καὶ σχῆμα ἀμφιβολίας

ἐστίν. ἢ γὰρ δηλοῖ ὅτι ἐὰν καὶ σιδήρεοι δεσμοὶ ἔχωσι τὸν Ὀδυσσέα ἤτοι ἐπέχωσιν, ἢ

ἐὰν σιδηρέους δεσμοὺς ἔχῃ ὁ Ὀδυσσεὺς ἤτοι φέρῃ περὶ αὐτόν. ὥσπερ καὶ δακτύλιον

καὶ ἱμάτιον ἔχειν τις λέγεται. πῶς δὲ πολυμήχανος Ὀδυσσεὺς, ἐν τοῖς ἑξῆς που

δηλωθήσεται. (ῃερς. 6.) Ἰστέον δὲ ὅτι περὶ ἀνδρὸς φυγάδος μὲν τῆς πατρίδος

δραστηρίου δὲ καὶ σοφοῦ καὶ ἐφιεμένου κατελθεῖν, ῥηθήσεται τὸ Ὁμηρικὸν χωρίον

τὸ, οὔτοι ἔτι δηρόν γε φίλης ἄπο πατρίδος αἴης ἔσσεται οὐδ' εἴπέρ τε σιδήρεα δέσματ'

ἔχῃσι. φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστι. Τὸ δὲ Ὁμηρικὸν δέσμα,

δεσμὸν ἐν ἄλλοις ἔστιν εὑρεῖν κατὰ γένους μεταπλασμόν. ὁποῖον καὶ τὸ ζυγόν. καὶ

τὸ κέλευθον. καὶ τὸ λύχνον. καὶ ἕτερα μυρία ὅσα. ∆ῆλον δὲ, ὅτι ταυτόν ἐστι σιδήρεον

δέσμα καὶ σιδηροπέδην ἢ σιδηρᾶν ποδοκάκην εἰπεῖν. τινὲς δὲ καὶ τὸ ζητρεῖον ποδός

φασι δεσμόν. Ὅτι δὲ τοῦ δεσμὸς καὶ τοῦ δέσμα, ἔστι καὶ θηλυκὸν ἡ δέσμη, δηλοῖ καὶ

χρῆσις Ἀλέξιδος ἐν τῷ, καὶ θύμου δέσμαί τινες. Σημείωσαι δὲ καὶ ὅτι τὸ, φράσσεται

ὥς κε νέηται καὶ ἑξῆς προέκκειται, προαναφώνησίς ἐστιν ἤτοι προέκθεσις ῥητορική.

ταυτὸν δ' εἰπεῖν, ὑπόσχεσις παραμυθουμένη τὸν ἀκροατήν. προλαλεῖ γὰρ, ὡς εἰ καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

57

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!