18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

2.) ∆ῆλον δὲ ὅτι τὸ διακρίνειν καὶ κρίνειν λέγεταί ποτε ὡς τὸ, κρῖν' ἄνδρας κατὰ

φῦλα. (ῃερς. 221.) Τὸ δὲ ἔρχατο Ἰωνικὸν καὶ αὐτὸ, ἐκ τοῦ εἶρκτο τρίτου προσώπου

Ἰωνικοῦ. καθὰ καὶ τὸ εἰλίχατο, ἐκ τοῦ εἴλικτο. οἷον. εἰλίχατο μίτραις τὰς κεφαλάς.

(ῃερς. 222.) Τὸ δὲ χωρὶς, διὰ τῆς ἐπαναφορᾶς κάλλος ποιεῖ. τρὶς γὰρ ἐν δυσὶ στίχοις

κεῖται. Νάειν δὲ ὀρῷ, τὸ πεπληρῶσθαι ὡς καὶ ἔξω ῥέειν. ὅθεν καὶ τὸ νᾶμα γίνεται,

καὶ τὸ ναρόν. ἐξ οὗ ὁ Νηρεύς. καὶ τὸ ἀέναον, ὅπερ ὅμοιόν ἐστι τῷ, ἀεὶ νῶν παρὰ τῷ

κωμικῷ. Ἰστέον δὲ ὅτι τὸ νάω ἤγουν ῥέω καθ' Ἡρακλείδην συστέλλει τὸ ˉα κανόνι

τοιούτῳ. τὰ εἰς ˉω καθαρὸν λήγοντα δισύλλαβα καὶ ἔχοντα φωνῆεν βραχὺ

παρατέλευτον δίχα τοῦ ˉο βαρύνονται, εἰ μή που περισπασθέντα ἑτέραν ἔννοιαν

ποιήσει, ὡς τὸ μυῶ. τὰ δ' ἄλλα βαρύνονται δίχα ὡς εἴρηται τῶν παραληγομένων τῷ

ˉο. οἷον. μύω. κλύω. πλέω. νάω. τίω δέ μιν ἐν καρὸς αἴσῃ. ὅθεν φησὶ καὶ τὸ ἄω

ἤγουν πνέω τῶν βαρυτόνων ἐστὶ καὶ οὐ περισπώμενον. τὸ ἐῶ οὐ συγκρίνεταί φησι

τούτοις δευτέρας ὂν συζυγίας τῶν περισπωμένων. οὕτω δ' ἐνταῦθα γράψας ὁ

Ἡρακλείδης ἑτέρωθι, ἔνθα ἔφη ὅτι τὰ εἰς ˉω καθαρὸν λήγοντα καὶ τῷ ˉα βραχὺ

παραληγόμενα περισπωμενά τε καὶ βαρύτονα Αἰολικά εἰσι, μόνον περιλείπεσθαι

λέγει τὸ ἄω ἀμφισβητούμενον κατὰ τὸν τόνον. καὶ οὕτω μὲν καὶ τοῦτο. Ὅρα δὲ ὅτι

τε οὐδὲ τὸν οὐρὸν ὁ Κύκλωψ ἐκχέει ποιμενικῶς καὶ τοῦτο ποιῶν ἵνα εἰς πόσιν αὐτῷ

χρῷτο, καὶ ὅτι δι' ἑνὸς ˉρ ἐξήνεκται ὡς καὶ μετὰ ταῦτα ἐν τῷ, καί κεν ὀρὸν πίνων,

μεγάλην ἐπιγουνίδα θεῖτο. ὀρὸς δέ φασιν ἡ ὑδατώδης τοῦ γάλατος ὑπόστασις. τινὲς

δὲ καὶ οὕτως. ὀρὸς, τὸ διεφθορὸς γάλα. ἢ ἡ τοῦ γάλατος ὑποστάθμη. Γίνεται δὲ παρὰ

τὸ ῥέω. καὶ δηλοῖ τὸ τοῦ γάλατος ῥοῶδες τὸ μὴ πηγνύμενον εἰς τυρὸν ἀλλ'

ἀποῤῥυϊσκόμενον. ἵνα ᾖ ἐκ τοῦ ῥέω, ῥόος. καὶ κατὰ μετάθεσιν πρὸς ἀποφυγὴν

συνεμπτώσεως τῆς πρὸς τὸν ῥόον, ὄρος. καὶ αὖ πάλιν ὀξυτόνως ὀρὸς πρὸς

διαστολὴν τοῦ βαρυτόνου ὄρους. καὶ οὕτω μὲν ὁ τοῦ γάλατος ὀρὸς τῇ ὀξυτονήσει

ἑτεροφωνεῖται πρὸς τὸ ὑλαῖον ὄρος. ὁ μέντοι ἐπὶ ζῴων ὄῤῥος, ἐξ οὗ τὸ ὀῤῥωδεῖν,

διπλασιάσας τὸ ˉρ ἐκπέφευγε τὴν κατὰ τὸ ὄρος φωνήν. Σημείωσαι δὲ ὅτι ὁ

λεγόμενος παρὰ τοῖς παλαιοῖς πυὸς ἀρσενικῶς καὶ τῇ προσῳδίᾳ φασὶν ὡς τυρὸς

ἀνάπαλιν ἔχει πρὸς τὸν ὀρόν. ἔστι δέ φασι πυὸς τὸ πρωτόῤῥυτον γάλα καὶ

νοστιμώτατον κατὰ Αἴλιον ∆ιονύσιον. ὅ τινες πύαρ φασίν. ἡ χρῆσις παρὰ

Ἀριστοφάνει ἐν Εἰρήνῃ, ὅθεν φασὶ καὶ πυαρίτης, τὸ πύρεφθον. ὃ γίνεται ἐκ τοῦ

πρώτου γάλατος. λέγεται δὲ καὶ ἐπὶ τῶν ἄγαν ἡδέων ἡ λέξις. Ἄγγεα δὲ πάντα, λέγει

τὰ εἰς ὑποδοχὴν ὀροῦ τετυγμένα. εἰ καὶ νῦν μετὰ τὴν τυροποιΐαν, καὶ οἱ γαυλοὶ, καὶ

αἱ σκάφαι ἔναον ὀρῷ. (ῃερς. 223.) Οἱ δὲ γαυλοὶ, ὀξύνονται πρὸς διαστολὴν ἑτεροίας

τονώσεως. κατὰ γὰρ τὴν παλαιὰν παράδοσιν γαυλὸς μὲν ὀξυτόνως ἀγγεῖον

ποιμενικὸν, γαῦλος δὲ βαρυτόνως εἶδος ἑτεροίου σκάφους τοῦ κατὰ πλοῖον ὡς δηλοῖ

καὶ ὁ κωμικός. Τὸ δὲ οἷς ἐνάμελγεν, ἐτυμολογεῖ μέν πως τὸν γαυλὸν περὶ ὃν

ἀμέλγεται γάλα ἐξ οὗ ὁ γαυλός. δηλοῖ δὲ καὶ ὡς αἱ σκαφίδες οὐ μόνον εἰς ὑποδοχὴν

ὀροῦ εἰσὶ χρήσιμοι, 1.338 ἀλλὰ καὶ εἰς ἄμελξιν. Περὶ δὲ τοῦ ἀμέλγειν, πολλαχοῦ

δεδήλωται τά τε ἄλλα, καὶ ὅτι καὶ ἀμέργειν λέγεται. ὧν ἐκ μὲν τοῦ ἀμέλγειν ὁ

προσεχῶς ῥηθεὶς ἀμολγεὺς, καὶ ἀμολγὸς δὲ ὁ πολλαχοῦ γραφείς. ἐκ δὲ τοῦ ἀμέργειν,

τὸ ὀμόργνυσθαι κατά τινα μεταφοράν. (ῃερς. 224.) Ὅτι εὕρηνται ἐνταῦθα οἱ ἑταῖροι

κρεῖττόν τι συμβουλευόμενοι τῷ Ὀδυσσεῖ οὗπερ αὐτὸς ἐνόησε. καὶ Ὀδυσσεὺς

φιλαλήθως ὁμολογεῖν οὐκ αἰδεῖται αὐτὸ, θηρώμενος οὕτω καὶ τὴν ἐπὶ τοῖς ἄλλοις

οἷς λέγει πίστιν παρὰ τοῖς Φαίαξιν. οἱ μὲν γάρ φησιν ἐλίσσοντο τυρῶν αἰνυμένους

ἐρίφους τε καὶ ἄρνας σηκῶν ἐξελάσαντας (ῃερς. 225.) ἰέναι πάλιν, ἤγουν ἐπανιέναι

πλέοντας. ἀλλ' ἐγώ φησιν οὐ πιθόμην. ἦτ' ἀν πολὺ κέρδιον ἦεν. διατί δὲ οὐ πιθόμην;

ὄφρα φησὶν αὐτόν τε ἴδοιμι, (ῃερς. 229.) καὶ εἴ μοι ξείνια δοίη. ἤγουν εἴπως με

ξενίσει. ὃ ταυτόν ἐστι τῷ ὅπως κατὰ μετάληψιν συνδέσμου εἰς σύνδεσμον ὡς καὶ

ἑτέρωθι δεδήλωται. (ῃερς. 230.) εἶτα ἐπάγει προεκθετικῶς ὅτι οὐδ' ἂρ ἔμελλεν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

384

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!