18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

καὶ εἰς τὸ ἱκανῶς ὑπνῶσαι. μάλιστα δὲ γνωμικώτερον, ἔστι μὲν καιρὸς καὶ τοῦ

λαλεῖν πολλὰ, οἷον ὁ ἐν ἡμέρᾳ, ἔστι δὲ καιρὸς καὶ τοῦ ὑπνοῦν, ὡς ἄρτι ὁ τῆς νυκτός.

(ῃερς. 379.) εἰ δὲ ἀκουέμεναί γε λιλαίεαι, ὅ ἐστιν εἰ δὲ ἀκούειν ἐπιθυμεῖς, οὐκ ἂν

ἔπειτα τούτων σοι φθονέοιμι καὶ οἰκτρότερ' ἄλλ' ἀγορεύειν (ῃερς. 381.) κήδεα ἐμῶν

ἑτάρων, ὥστε τὰ τῶν φίλων ἄρτι λαλήσει ὁ Ὀδυσσεὺς, Ἀγαμέμνονος, Ἀχιλλέως, καί

τινων ἑτέρων, πρός γε τὸ παρὸν,ὡς ἐζήτησεν ὁ βασιλεύς. προϊὼν δὲ καὶ ἀλλοῖά τινα

εὐμεθόδως ἐκθήσεται καταποικίλλων οὕτω τοὺς λόγους. εἶτα ἑρμηνεύων ποίων

ἑτάρων κήδεα ἐρεῖ, φησίν· οἳ δὴ μετόπισθεν ὄλοντο, τουτέστιν ὕστερον, ὡς δηλοῖ

καὶ τὸ, οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀϋτὴν, ἐν νόστῳ δ' ἀπόλοντο κακῆς

ἰότητι γυναικός. (ῃερς. 372.) Ἰστέον δὲ ὅτι τε τὸ μάλα καὶ τὸ ἀθέσφατος εἰς

διασάφησιν κεῖνται τοῦ τῆς νυκτὸς μήκους, καὶ ὅτι καθὰ νῦν ὁ βασιλεὺς καὶ ἐς ἠῶ

ἀνασχέσθαι λέγει τοῦ Ὀδυσσέως μυθουμένου, οὕτω που καὶ ἐν τοῖς ἑξῆς ἡ Πηνελόπη

ἐρεῖ· ὡς εἴ μοι ἐθέλεις ξεῖνε παρήμενος ἐν μεγάροις τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ

βλεφάροισι χυθείη. Ἔτι ἰστέον ὅτι τε Ὁμηρικῷ ζήλῳ λέγει τις παρὰ Ἀθηναίῳ τὸὥρη

δ' ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ παύεσθαι, ᾧ σύγκειται καὶ τὸ ἡνίκ' ἐχρῆν δύνειν, τότ'

ἄρχεσθαι ἡδύνεσθαι, ῥηθὲν ἐπὶ γηραιῷ τρυφητῇ. (ῃερς. 380.) καὶ ὅτι Ὁμήρου

εἰπόντος οἰκτρὰ κήδεα, ἐντεῦθεν ἐπορίσατο Φιλόξενος νοῦν ἀστεῖον ὅτε τοῦ

τυράννου ∆ιονυσίου τραγῳδίαν οἰκείαν ἀναγινώσκοντος ὑπὸ ἀκροατῇ Φιλοξένῳ

μετὰ τὸ ἐπανακληθῆναι τῶν λατομιῶν καὶ ἐρωτήσαντος τὸν Φιλόξενον τί δή ποτέ οἱ

δοκεῖ περὶ αὐτῆς καὶ ὁποῖά τις ἂν εἴη, ψέγειν μὲν οὐκ ἔχων τὴν τοῦ τυράννου

γραφὴν, ἐπαινεῖν δὲ μὴ ἐθέλων οἰκτρὰ εἶπε. καὶ οὕτω τὸν ∆ιονύσιον ἐσοφίσατο,

νοήσαντα ὡς οἰκτηρὰ ἡ τραγῳδία ἐστὶν, ὅ πέρ ἐστιν ἀρετὴ λόγου τραγῳδικοῦ. τὸ δ'

ἦν ἄλλως ὑπὸ Φιλοξένου λεχθὲν, ὅτι μοχθηρὰ καὶ οἴκτου ἀξία ἦν ᾧ λόγῳ καὶ

οἰκτρὸν ἀνδράποδον λέγομεν. (ῃερς. 382.) Στονόεσσα δὲ ἀϋτὴ, ἡ μάχη πρὸς 1.425

διαστολὴν ἑτέρας τινὸς μὴ τοιαύτης. (ῃερς. 383.) Κακῆς δὲ ἰότητα γυναικὸς λέγει ἢ

τὴν τῆς ἀρχεκάκου Ἑλένης, δι' ἣν τὰ μεγάλα κακὰ, ἧς ἀπώλοντο εἵνεκα πολλοὶ, ἢ

τὴν τῆς Κλυταιμνήστρας ὅσον ἐπὶ τῷ ἀνδρὶ καὶ τοῖς κατ' αὐτόν. ἣν καὶ ἔξοχα λυγρὰ

εἰδέναι μετ' ὀλίγα ἐρεῖ Ὀδυσσεὺς, καὶ δόλον ἀρτύσαι τῷ ἀνδρὶ τηλόθ' ἐόντι.

ἑρμηνεύων γοῦν μετ' ὀλίγα τὴν γυναικείαν ταύτην ἰότητα ἐρεῖ τὸν τοῦ Ἀτρέως γόον

μισηθῆναι ὑπὸ ∆ιὸς γυναικείας διὰ βουλὰς ἐξ ἀρχῆς. Ἑλένης μὲν γὰρ ἀπωλόμεθα

εἵνεκα πολλοὶ, τῷ δὲ Ἀγαμέμνονι δόλον ἤρτυεν ἡ γυνὴ τηλόθ' ἐόντι. τινὲς δὲ κακὴν

γυναῖκα νῦν τὴν Κασάνδραν φασί. τοῦτο μέντοι οὐ καλῶς. οὐδὲν γὰρ ἡ Κασάνδρα τῷ

τῶν Ἀχαιῶν ὀλέθρῳ συνήνεγκεν, ἀλλὰ τοῦ παντὸς κακοῦ αἴτιος ὁ φθείρας αὐτὴν

Λοκρός. εἰ δέ γε τὸ, κακῆς ἰότητι γυναικὸς νοηθείη ἀντὶ τοῦ τῆς κακοθείσης

Κασάνδρας κατὰ τοὺς παλαιοὺς, ἔχοι ἂν καὶ τοῦτο λόγον. ἡ γὰρ κατὰ τῆς γυναικὸς

βουλὴ τοῦ Λοκροῦ πολλοὺς ἐν νόστῳ ἀπώλεσε. διὸ κακὴ λέγοιτ' ἂν καὶ αὐτὴ

θυμικώτερον διὰ τὸ ἕνεκα αὐτῆς φαῦλον ἀποτέλεσμα. εἰκὸς δὲ καὶ ἄλλως αὐτὴν

κακὴν λέγεσθαι πρὸς τοῦ Ὀδυσσέως, οἷα μισουμένην διὰ τὸ ὑπὲρ Τροίας καὶ τοῦ

κατὰ δουρείου ἵππου ταύτης μάντευμα. (ῃερς. 385.) Ὅτι ἁγνὴν Περσεφόνην λέγει, ὡς

ἁγνισμοῦ δεομένων τῶν θνησκόντων κατὰ τὸ, πυρὶ καθήγνισται δέμας. Σοφοκλῆς δὲ

ἄλλως λαβὼν ἐντεῦθεν δυσκάθαρτον Ἅιδου λιμένα φησί. τινὰ δὲ τῶν ἀντιγράφων

αἰνὴ Περσεφόνη γράφουσιν. (ῃερς. 390.) Ὅτι θρηνῶδες τὸ, κλαῖε δ' ὅγε λιγέως

θαλερὸν κατὰ δάκρυον εἴβων, (ῃερς. 391.) πιτνὰς, ὅ ἐστι προσπίπτων, εἰς ἐμὲ χεῖρας

ὀρέξασθαι μενεαίνων. λέγει δὲ ὀρέξασθαι καὶ νῦν τὸ ἐκτεῖναι. (ῃερς. 392.) Ὅτι τὸ, οὐ

γάρ οἱ ἔτι ἦν ἲς ἔμπεδος οὐδέτι κίκυς οἵηπερ πάρος ἔσκεν ἐνὶ γαμπτοῖσι μέλεσσιν,

ἐῤῥέθη μὲν περὶ Ἀγαμέμνονος, ἁρμόσει δέ ποτε ῥηθῆναι καὶ περί τινος ἰσχανθέντος

ἢ νόσῳ ἢ γήρᾳ. λέγει δὲ ἶνα μὲν τὴν ἐκ τῶν νεύρων ἰσχὺν, ὡς καὶ προεδηλώθη, ἢ καὶ

νεῦρά τινα, κίκυν δὲ τὴν τοῦ κίειν ὅ ἐστι πορευέσθαι δύναμιν. ἔστι δὲ τὸ, οὐ γάρ οἱ

ἔτι ἦν ἲς, ἀκόλουθον τῷ, οὐ γὰρ ἔτι σάρκας καὶ ὀστέα ἶνες ἔχουσι. καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

484

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!